- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:323.17-324.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《前分析篇》45b15中提出的论断——即在根据代换或性质的假设推论中,探究与选取并非针对最初的前提,而是针对代换命题中的诸项,亚历山大给出了该语句结构的两种句法解释,并结合具体推论例证阐明了相关术语。
" Ἐν δὲ τοῖς ἄλλοις συλλογισμοῖς τοῖς ἐξ ὑποθέσεως, οἷον ὅσοι κατὰ μετάληψιν ἢ κατὰ ποιότητα, ἐν τοῖς ὑποκειμένοις, οὐκ ἐν τοῖς ἐξ ἀρχῆς ἀλλ’ ἐν τοῖς μεταλαμβανομένοις1 ἔσται ἡ σκέψις." Δείξας ὁμοίως ἐν τοῖς δεικτικοῖς ἐκ τῆς ἐπιβλέψεως τῶν περὶ ἕκαστον ἐκλελεγμένων γινομένους τοὺς συλλογισμοὺς καὶ ἐν τοῖς δι’ ἀδυνάτου, ἐπεὶ δοκοῦσιν αὐτῷ καὶ οἱ δι’ ἀδυνάτου ἐκ τῶν ἐξ ὑποθέσεως εἶναι, φησὶν ‘ἐν δὲ τοῖς ἄλλοις συλλογισμοῖς τοῖς ἐξ ὑποθέσεως οὐ περὶ τῶν ὑποκειμένων καὶ ἐξ ἀρχῆς κειμένων ἡ ζήτησις καὶ ἡ ἐκλογὴ ἔσται ἀλλ’ ἐπὶ τῶν μεταλαμβανομένων’. περὶ γὰρ τούτων ὁ συλλογισμὸς γίνεται ὁ δεικτικός, ὃν καὶ κυρίως συλλογισμὸν λέγει· ‘πρὸς γὰρ τὸ μεταλαμβανόμενον’, ὡς εἶπεν ἐν τοῖς ἐπάνω, ὁ συλλογισμός. τούτων οὖν καὶ ἡ ἐκλογὴ τῶν ἐν τῷ μεταλαμβανομένῳ καὶ διὰ συλλογισμοῦ δεικνυμένων ὅρων·2 τὰ γὰρ τούτοις ἑπόμενα καὶ οἷς ταῦτα ἕπεται καὶ τὰ τούτοις μὴ ἐνδεχόμενα ὑπάρχειν ἐκλεκτέον, ἐπειδὴ καὶ περὶ τούτων ποιούμεθα τοὺς συλλογισμοὺς ἀλλ’ οὐ τῶν ὑποθετικῶς εἰλημμένων. τὸ δὲ ἐν τοῖς ὑποκειμένοις δύναται μὲν λέγειν καὶ ἀντὶ τοῦ ‘ἐν τοῖς ὑποθετικοῖς’, ἵνα ᾖ τὸ λεγόμενον ‘ἐν δὲ τοῖς ἄλλοις τοῖς ἐξ ὑποθέσεως τοῖς παρὰ τοὺς διὰ τοῦ ἀδυνάτου, οἷον ὅσοι κατὰ μετάληψιν ἢ κατὰ ποιότητά εἰσι τῶν ὑποθετικῶν (ἦσαν γὰρ καὶ οἱ εἰς ἀδύνατον ἀπάγοντες ἐν τοῖς ἐξ ὑποθέσεως, οὐκ ἐν τοῖς ἐξ ἀρχῆς κειμένοις), οὐδὲ ἐπὶ τούτων ἡ ἐκλογή, ὃν προειρήκαμεν τρόπον, ἔσται, ἀλλ’ ἐπὶ τῶν μεταλαμβανομένων’. ἢ τὸ ἐν τοῖς ὑποκειμένοις, οὐκ ἐν τοῖς ἐξ ἀρχῆς ἴσον ἐστὶ τῷ ‘οὐκ ἐν τοῖς ἐξ ἀρχῆς ὑποκειμένοις ἀλλ’ ἐν τοῖς μεταλαμβανομένοις καὶ ἐπὶ τούτων ἡ ζήτησις ἔσται’. ἐν γὰρ τῷ ὑποθετικῷ τῷ ‘εἰ ἡ ψυχὴ ἀεικίνητος, ἀθάνατος, ἀλλὰ μὴν ἀεικίνητος’ οὐκέτι τῶν ἐν τῇ πρώτῃ προτάσει τῇ ὑποθετικῇ τῇ ‘εἰ ἡ ψυχὴ ἀεικίνητος, ἀθάνατός ἐστι’ τὴν προειρημένην ἐκλογὴν ποιήσομεν ζητοῦντες, τίνα ἕπεται τῷ ἀεικίνητον εἶναι τὴν ψυχήν, καὶ τίσι τοῦτο ἕπεται, καὶ τίνα οὐχ οἷά τε ὑπάρχειν αὐτῷ· ὁμοίως οὐδὲ τῷ ἀθάνατον εἶναι τὴν ψυχήν· ἀλλὰ ληψόμεθα τοὺς ἐν τῇ μεταλήψει ἢ προσλήψει ὅρους (εἰσὶ δὲ οὗτοι ἥ τε ψυχὴ καὶ τὸ ἀεικίνητον), καὶ ἐπὶ τούτων τὴν προειρημένην ἐκλογὴν ποιησόμεθα· τοῦτο γάρ ἐστι τὸ ὀφεῖλον δειχθῆναι διὰ συλλογισμοῦ. ἄν γὰρ ληφθῇ τῷ μὲν αὐτοκινήτῳ καὶ ἐξ αὑτοῦ κινουμένῳ ἕπεσθαι τὸ ἀεικίνητον, τῇ δὲ ψυχῇ τὸ αὐτοκίνητον, εἴη ἂν δεικνύμενον τὸ τὴν ψυχὴν ἀεικίνητον εἶναι. Λέγοι δ’ ἂν κατὰ μετάληψιν μὲν τοὺς κατὰ πρόσληψιν λεγομένους, οἵ εἰσι μικτοί· ὃ γὰρ οἱ νεώτεροι πρόσληψιν λέγουσι, τοῦτο οἱ περὶ Ἀριστοτέλη μετάληψιν εἰώθασι λέγειν, ὥσπερ καὶ ἤδη προειρήκαμεν. κατὰ μετάληψιν μὲν οὖν οἱ τοιοῦτοι, ὡς καὶ πρόσθεν εἰρήκαμεν. κατὰ ποιότητα δὲ λέγονται οἱ ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον καὶ ὁμοίου δεικνύντες, ἐπειδὴ ταῦτα, τὸ ὅμοιον καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον, τῷ ποιῷ παρακολουθεῖ, οἳ καὶ αὐτοὶ γίγνονται κατὰ μετάληψιν· καὶ γὰρ ἐπὶ τῶν οὕτως δεικνυμένων ἄλλο μὲν ὑποτίθεται, ἄλλου δὲ ἡ δεῖξις καὶ ὁ συλλογισμὸς γίνεται, ὃ καὶ αὐτὸ μεταλαμβανόμενον λέγει.
“但是在基于假设的其他推论中,例如那些根据代换或根据性质的推论,考察将在基础之物中进行,不是在最初设立的事物中,而是在代换而得的事物中。” 在表明了无论在直言推论还是在通过不可能的推论中,推论都同样产生于对围绕每一项所选出的事物的考察之后,由于在他看来通过不可能的推论也属于基于假设的推论,他说:“但是在基于假设的其他推论中,探究和选取将不是围绕设立的基础之物和最初设立的事物,而是在代换而得的事物之上。”因为直言推论,即他也称之为严格意义上的推论,正是围绕这些代换而得的事物产生的;因为正如他在上文所说,推论是“针对代换而得的事物”。因此,包含在代换而得的事物中并通过推论得以证明的诸项的选取,也是属于这些的;因为必须选出跟随它们的事物、它们所跟随的事物,以及不可能属于它们的事物,因为我们进行推论也是围绕这些进行的,而不是围绕假设性选取的事物。而“在基础之物中”这一表述,他完全可以用来代替“在假设性的事物中”,以使所表达的意思成为:“在除通过不可能的推论之外的基于假设的其他推论中,例如在基于假设的推论中根据代换或根据性质的推论(因为那些化归于不可能的推论也是在基于假设的推论之中,而不在最初设立的推论之中),在这些推论之上选取也不会按照我们之前所说的方式进行,而是在代换而得的事物之上进行。”或者“在基础之物中,而不是在最初设立的事物中”等同于“探究不是在最初设立的基础之物中,而是在代换而得的事物中并且围绕这些进行”。因为在假设推论“如果灵魂永远运动,则它是不死的;然而灵魂确实永远运动”中,我们不再会对第一个假设前提“如果灵魂永远运动,则它是不死的”中所包含的事物进行前述的选取,去探究什么跟随灵魂永远运动、这跟随什么,以及什么不可能属于它;同样也不对灵魂是不死的进行这样的选取;相反,我们将选取代换或补充中的诸项(即灵魂与永远运动),并围绕这些进行前述的选取;因为这正是应当通过推论加以证明的事物。因为如果设定永远运动跟随自动的且由自身运动的事物,而自动跟随灵魂,那么灵魂永远运动就会被证明出来。而所谓“根据代换的推论”,他指的大概是被称为根据补充的推论,这些是混合推论;因为后代学者们所说的补充,亚里士多德及其学派惯常称之为代换,正如我们前面已经说过的那样。因此,这类推论是根据代换的,正如我们之前也说明过的。而所谓“根据性质的推论”,则是指那些从更甚、较少以及相似出发进行证明的推论,因为这些特征——相似、更甚与较少——伴随着性质,并且它们本身也是通过代换而产生的;因为在以这种方式证明的推论中,假设的是一件事,而证明和推论进行的则是另一件事,而这另一件事本身他也称之为代换而得的事物。
- 2.215ἐν τοῖς ὑποκειμένοις, οὐκ ἐν τοῖς ἐξ ἀρχῆς ἀλλ’ ἐν τοῖς μεταλαμβανομένοις
关于引文中的短语“ἐν τοῖς ὑποκειμένοις”,亚历山大自身提出了两种句法解释:(1) 将“ἐν τοῖς ὑποκειμένοις”视为“ἐν τοῖς ὑποθετικοῖς(在假设推论中)”的同义替换,作为前文“ἐν δὲ τοῖς ἄλλοις συλλογισμοῖς τοῖς ἐξ ὑποθέσεως”的同位语说明;(2) 将“ἐν τοῖς ὑποκειμένοις, οὐκ ἐν τοῖς ἐξ ἀρχῆς”视为倒装(hyperbaton),等同于“οὐκ ἐν τοῖς ἐξ ἀρχῆς ὑποκειμένοις(不是在最初设立的基础项中)”,从而与后文的“ἀλλ’ ἐν τοῖς μεταλαμβανομένοις(而是在代换项中)”形成并列对立。译文在引文中严格保留语序,以容纳后文注解所展开的这两种句法分析。
- 2.215τούτων οὖν καὶ ἡ ἐκλογὴ τῶν ἐν τῷ μεταλαμβανομένῳ καὶ διὰ συλλογισμοῦ δεικνυμένων ὅρων
句首的指示代词属格“τούτων”跨越主语短语“ἡ ἐκλογὴ [ἐστίν]”,与后置的“τῶν ... ὅρων(诸项的)”构成先行同位关系(prolepsis)。句子骨干结构为“ἡ ἐκλογὴ τῶν ὅρων ἐστὶ τούτων(诸项的选取是属于这些的)”,其中系动词“ἐστί”承前省略。
