- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:322.16-323.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德将直言推论与归谬法之区别界定为前提真假设定的论述,亚历山大阐明了其逻辑结构,并预告了下一卷中对二者差异的详述以及探求推论路径的共通性。
" Διαφέρει δὲ ὁ δεικτικὸς τοῦ εἰς ἀδύνατον, ὅτι ἐν μὲν τῷ δεικτικῷ κατ’ ἀλήθειαν ἀμφότεραι τίθενται "δεικνύς,1 ὅτι μὴ τῷ διαφόρῳ τῶν ὅρων τε καὶ προτάσεων γίνεται ἡ διαφορὰ τοῦ δεικτικοῦ συλλογισμοῦ πρὸς τὸν δι’ ἀδυνάτου· αἱ μὲν γὰρ ἀγωγαὶ καὶ τὰ σχήματα καὶ οἱ τρόποι τῶν δείξεων ἐπ’ ἀμφοτέρων ὅμοιοι. ἡ δὲ διαφορὰ αὐτῶν, ὅτι ἐν μὲν τῷ δεικτικῷ ἀμφότεραι αἱ προτάσεις ὡς ἀληθεῖς λαμβάνονται εἰς τὴν δεῖξιν τοῦ προκειμένου, ἐν δὲ τῷ δι’ ἀδυνάτου ψευδὴς ἡ ἑτέρα λαμβάνεται, ἣν ὑποτίθενται οἱ δεικνύναι βουλόμενοι τὸ ἀντικείμενον ταύτης. ἢ οὐ περὶ τῆς ὑποτιθεμένης λέγει, ὅτι ψευδής, ἀλλά, ὃ λέγει, ἐστίν,2 ὅτι διὰ μὲν τῶν αὐτῶν δύο προτάσεων τά τε δεικτικῶς δεικνύμενα γίνεται καὶ τὰ δι’ ἀδυνάτου, ἀλλ’ ἐν μὲν τῇ δεικτικῇ δείξει ἀμφότεραι ἀληθεῖς ληφθεῖσαι δεικνύουσι τὸ προκείμενον, ἐν δὲ τῇ δι’ ἀδυνάτου ἡ ἑτέρα αὐτῶν ψευδής· ληφθεῖσα γὰρ ψευδὴς ἐν τῷ συμπεράσματι αἰτία γίνεται τοῦ ἐλεγχθῆναι τὴν ὑπόθεσιν οὖσαν ἀδύνατον, οὗ τῇ ἀναιρέσει τίθεται τὸ προκείμενον, ὃ ἐδείκνυτο δεικτικῶς ληφθείσης αὐτῆς ἀληθοῦς. δεικτικῶς μὲν γὰρ ἐδείκνυτο τὸ Α τῷ Ε οὐδενὶ δι’ ἀληθῶν 〈τῶν〉 ‘τὸ Β τῷ Α παντί, τὸ Β τῷ Ε οὐδενί’· ἐν δὲ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἡ μὲν ‘τὸ Β τῷ Α παντί’ ἀληθὴς οὖσα λαμβάνεται, συνάγει δὲ αὕτη μετὰ τῆς ὑποθέσεως τῆς τὸ Α τῷ Ε τινὶ ὑπάρχειν λεγούσης τὸ τὸ Β τῷ Ε τινί, ὂν ψεῦδος· ἦν γὰρ τὸ Β τῷ Ε οὐδενί· ὃ τῷ ψεῦδος ὂν ἐλέγχεσθαι ἀναιρεῖ τὴν ὑπόθεσιν διὰ τὸ εἶναι ἀληθῆ τὴν ‘τὸ Α τῷ Ε μηδενὶ ὑπάρχει’.
“直言推论与化归于不可能的推论的区别在于,在直言推论中,两个前提都是按照真理被设定的,”[他补充道]并指出,直言推论与通过不可能的推论之间的差异并非由项和前提的不同所导致;因为在两者中,论证的进程、格以及证明的式都是相似的。它们的差异在于:在直言推论中,两个前提都是作为真实的而被选取,以用于证明所提出的课题;而在通过不可能的推论中,另一前提则被取为虚假的,即希望证明其相反命题的人们所假设的前提。或者毋宁说,他并不是在说被假设的前提是虚假的,而是说:通过相同的两个前提,直言证明的事情和通过不可能证明的事情都会产生,但直言证明中两个前提作为真实的被选取来证明提出的课题,而在通过不可能的证明中,它们中的另一前提是虚假的;因为作为虚假的前提被选取后,在结论中成为了假设因不可能而被驳斥的原因,而通过对这一假设的破除,所提出的课题得以确立,而该课题在[该前提]本身作为真实的被选取时曾是被直言地证明的。因为直言地,“Α不属于任何Ε”曾通过真实前提“Β属于所有Α,Β不属于任何Ε”被证明;而在化归于不可能中,“Β属于所有Α”虽作为真实的被选取,但它与声称“Α属于某个Ε”的假设一起推导出“Β属于某个Ε”,这是虚假的;因为“Β不属于任何Ε”;而这一结论因其作为虚假而被驳斥,便因“Α不属于任何Ε”为真而破除了该假设。
"Ταῦτα μὲν οὖν ἔσται μᾶλλον φανερὰ διὰ τῶν ἑπομένων, ὅταν περὶ τοῦ ἀδυνάτου λέγωμεν." Ἐν τῷ μετὰ τοῦτο βιβλίῳ λέγων περὶ τοῦ ἀδυνάτου, ᾧ διαφέρει τοῦ δεικτικοῦ τρόπου, ἐπιμελέστερον λέγει περὶ τῆς διαφορᾶς αὐτῶν· ὅτι γὰρ ἡ μὲν δεικτικὴ δεῖξις ἀνυπόθετος ἡ δὲ δι’ ἀδυνάτου ὑποθετική, καὶ ἐν μὲν τῇ δεικτικῇ οὔπω τὸ συμπέρασμα γνώριμον πρὸ τοῦ ληφθῆναι τὰς δεικτικὰς αὐτοῦ προτάσεις (διότι γὰρ ἄδηλόν ἐστι, δείκνυται), ἐν δὲ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ πρὸ τῆς δείξεως δῆλον, διότι καὶ τὸ ἀντικείμενον αὐτοῦ ὑποθέμενος ἐπί τι φανερὸν ἄγει ψεῦδος, καὶ ἡ μὲν δεικτικὴ συνάγει τοῦτο, ὃ βούλεται, ἡ δ’ εἰς ἀδύνατον ἄλλο μὲν συνάγει, ἄλλο δὲ δεῖξαι βούλεται. περὶ μὲν οὖν τούτων ὕστερον ἐρεῖν ἐπαγγέλλεται, νῦν δὲ ἐκ τῶν εἰρημένων γνώριμόν φησιν εἶναι, ὅτι δεῖ εἰς ταὐτὰ βλέπειν, τά τε ἑπόμενα δῆλον ὅτι τοῖς ὅροις3 τοῖς τοῦ προβλήματος καὶ οἷς ἕπονται αὐτοὶ καὶ εἰς τὰ μὴ ἐνδεχόμενα αὐτοῖς ὑπάρχειν, ἄν τε δεικτικῶς τις βούληται συνάγειν ἄν τε δι’ ἀδυνάτου· διὰ γὰρ τῶν αὐτῶν ἐπιβλέψεων ἀμφοτέροις τοῖς τρόποις ἡ τῶν δείξεων εὐπορία.
“因此,这些事情通过接下来的内容,当我们谈论不可能时,将会变得更加明显。” 在接下来的那一卷书中,当谈论不可能以及它与直言方式的区别时,他更详尽地论述了它们的差异:即直言证明是非假设性的,而通过不可能的证明是假设性的;在直言证明中,在选取其直言前提之前,结论尚不可知(因为它是未明的,所以才被证明),而在化归于不可能中,结论在证明之前就是明白的,因为假设其相反命题就会导向显而易见的虚假;并且直言证明推导出的正是它所意图证明的,而化归于不可能的证明推导出的是一件事,意图证明的却是另一件事。因此,关于这些事情他许诺稍后讨论,但他现在说,从已说明的内容中可以明白,无论有人想直言地进行推导还是通过不可能来进行推导,都必须着眼于相同的事物——显然是着眼于跟随课题诸项的事物、诸项自身所跟随的事物,以及不可能属于它们的事物;因为正是通过相同的考察,两种方式都能获得丰富的证明资源。
- 2.213δεικνύς
伴随分词,修饰上一代码块末尾的主要动词 προσέθηκε(他补充道),主语为亚里士多德。它跨越引文置于注解之首,说明亚里士多德在补充时所阐明的内容。
- 2.213ἢ οὐ περὶ τῆς ὑποτιθεμένης λέγει, ὅτι ψευδής, ἀλλά, ὃ λέγει, ἐστίν
连词 ἤ 引入对前文解释的修正与补充。ὅτι ψευδής 是作为 λέγει 的宾语的名词从句。转折分句中,关系从句 ὃ λέγει 充当 ἐστίν 的主语,其表语则是后续的整个 ὅτι 从句。
- 2.214τά τε ἑπόμενα δῆλον ὅτι τοῖς ὅροις
短语 δῆλον ὅτι 起插入语或副词性作用(“显然”)。在句法上,τά τε ἑπόμενα 是承接 εἰς ταὐτὰ βλέπειν 中 ταὐτά 的同格展开成分的第一项,与后面的 οἷς ἕπονται αὐτοί 及 εἰς τὰ μὴ ἐνδεχόμενα 并列。
