← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§321.18-322.15

通过反转虚假结论将归谬法转化为直言推论

亚历山大详述了在全称否定、特称肯定和特称否定命题中,如何将归谬法中推导出的不可能结论转换为真命题,并与附加前提相结合,从而使外部引入的项成为中项并转化为直言推论的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.212#2

ταῦτα δὲ οὕτως ἔχει διὰ τὸ εἶναι τῷ Γ, ᾧ εἵπετο τὸ Α, τὸ Ζ ταὐτὸν τὸ τῷ Ε ἑπόμενον.1 ἔστω πάλιν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεικνύμενον τὸ Α μηδενὶ τῷ Ε· ἐὰν ὑποθώμεθα τὸ ἀντικείμενον, οὗ βουλόμεθα δεῖξαι, τὸ τὸ Α τινὶ τῷ Ε, ἀλλὰ καὶ προσλάβωμεν ἔξωθεν ὅρον τὸν Β, ὃς τῷ Α παντὶ ὑπάρχει, συναχθήσεται τὸ Β τῷ Ε ὑπάρχειν τινί, ὃν ἀδύνατον·2 οὐδενὶ γὰρ αὐτῷ ὑπάρχει· ταὐτὸν γὰρ τῷ Θ ἦν. ἀδύνατος ἄρα ἡ ὑπόθεσις, ᾗ τοῦτο ἠκολούθησεν· τὸ ἄρα ἀντικείμενον τοῦ τὸ Α τινὶ τῷ Ε, τοῦτ’ ἔστι τὸ Α οὐδενὶ τῷ Ε. ἐὰν δὴ τὸ συμπέρασμα τὸ γενόμενον πρὸς τὸν ληφθέντα ἔξωθεν ὅρον ψεῦδος καὶ ἀδύνατον ὂν μεταλάβωμεν εἰς τὸ ἀληθές (ἦν δὲ τὸ τὸ Β τινὶ τῷ Ε ὑπάρχειν, ὃ ἦν ἀδύνατον· οὐδενὶ γὰρ αὐτῷ ὑπῆρχεν· ἦν γὰρ τὸ αὐτὸ τῷ Θ, ὃ οὐχ ὑπῆρχε τῷ Ε), ἔσται τὸ Β οὐδενὶ τῷ Ε· ἡ προσειλήφθω ἡ ἑτέρα πρότασις 〈τῶν〉, δι’ ὧν ἡ τοῦ ἀδυνάτου δεῖξις ἐγένετο, ἡ ἀληθὴς ἡ τὸ Β παντὶ τῷ Α τιθεῖσα· γίνεται μὲν ὁ Β ὅρος 〈ὁ〉 ἔξωθεν προσληφθεὶς ἐν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ μέσος, δεικτικὸς δὲ ὁ συλλογισμὸς συνάγων τὸ Α τῷ Ε μηδενί, ὃ καὶ δι’ ἀδυνάτου ἦν δεδειγμένον. ὁμοίως, κἂν ἐπὶ μέρους καταφατικὸν συνάγηται διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, συναχθήσεται μὲν ὑποθεμένων ἡμῶν τὸ Α μηδενὶ τῷ Ε (τοῦτο γὰρ τὸ ἀντικείμενον τοῦ δεικνυμένου), προσληψόμεθα δὲ ἔξωθεν ὅρον τὸν Η, ᾧ τὸ Ε παντὶ ἀληθῶς ὑπάρχει· συναχθήσεται τὸ Α τῷ Η μηδενὶ ὑπάρχειν, ὅ ἐστιν ἀδύνατον· παντὶ γὰρ αὐτῷ ὑπάρχει, εἴ γε καὶ τῷ Γ, ὃ ταὐτόν ἐστι τῷ Η. τὸ ἄρα ἀντικείμενον τοῦ ὑποτεθέντος. ἂν δὴ μεταλάβωμεν πάλιν τὸ συμπέρασμα τὸ δειχθὲν ὂν ψεῦδος καὶ ἀδύνατον εἰς τὸ ἀληθὲς καὶ θῶμεν τὸ Α παντὶ τῷ Η, προσλάβωμεν δὲ καὶ τὴν ἑτέραν πρότασιν τὴν ὁμολογουμένην ἀληθῆ εἶναι τὴν ‘τὸ Ε παντὶ τῷ Η’, ὁ μὲν Η πάλιν μέσος ὅρος γίνεται, συνάγεται δὲ δεικτικῶς ἐν τρίτῳ σχήματι τὸ Α τινὶ τῷ Ε ὑπάρχειν, ὃ ἐδείχθη καὶ διὰ τοῦ ἀδυνάτου. ἀλλὰ κἂν τὸ ἐπὶ μέρους ἀποφατικὸν δι’ ἀδυνάτου δεικνύωμεν, ὑποθησόμεθα μὲν τὸ Α τῷ Ε παντί (τοῦτο γὰρ ἀντίκειται τῷ τινὶ μὴ τῷ δεικνυμένῳ), προσληψόμεθα δὲ ὅρον τὸν Η, ᾧ τὸ Α οὐδενὶ ἀληθῶς. συναχθήσεται δὴ τὸ Ε μηδενὶ τῷ Η, ὅπερ ἀδύνατον· παντὶ γὰρ αὐτῷ ὑπάρχει. ἂν δὴ μεταλάβωμεν τοῦτο εἰς τὸ ἀληθὲς τὸ τὸ Ε παντὶ τῷ Η ὑπάρχειν, προσλάβωμεν δὲ καὶ τὴν ‘τὸ Α οὐδενὶ τῷ Η’ οὖσαν ἀληθῆ, δεικτικῶς πάλιν δειχθήσεται τὸ Α τινὶ τῷ Ε μὴ ὑπάρχον διὰ τοῦ τρίτου σχήματος, μέσου ὅρου γενομένου τοῦ ἔξωθεν προσληφθέντος· οὗτος δ’ ἦν ὁ Η. καθόλου γὰρ τῷ ἀληθεῖς 〈εἶναι〉 τὰς προτάσεις, δι’ ὧν τὰ προκείμενα οἷόν τε δεικτικῶς δειχθῆναι, τούτῳ καὶ ἡ εἰς ἀδύνατον ἀπαγωγὴ πρόεισι.3 Δείξας δέ, ὅτι διὰ τῶν αὐτῶν ὅρων ὅ τε δεικτικὸς καὶ ὁ δι’ ἀδυνάτου γίνεται συλλογισμός, προσέθηκε

而这些情况之所以如此,是因为跟随Ε的Ζ与Α所跟随的Γ是相同的。再次,假定通过化归于不可能来证明“Α不属于任何Ε”。如果我们假设我们所希望证明的命题的相反命题,即“Α属于某个Ε”,并且从外部附加地取属于所有Α的项Β,那么将推导出“Β属于某个Ε”,这是不可能的;因为它不属于它[Ε]的任何部分;因为[Β]曾与Θ相同。因此,这一结论所跟随的假设是不可能的;所以“Α属于某个Ε”的相反命题,即“Α不属于任何Ε”[为真]。因此,如果我们将针对从外部选取的项所产生的、作为虚假且不可能的结论转换为真理(这结论曾是“Β属于某个Ε”,它曾是不可能的;因为它不属于它[Ε]的任何部分;因为它是与不属于Ε的Θ相同的),那么“Β不属于任何Ε”就将成立;设附加地取使不可能的证明得以产生的前提中的另一真前提——即设定“Β属于所有Α”的前提。在化归于不可能中从外部附加取得的项Β成为中项,推论成为直言推论,推导出“Α不属于任何Ε”,而这也是曾通过不可能被证明了的。同样,即使特称肯定命题通过化归于不可能被推导出来,在我们假设“Α不属于任何Ε”(因为这是所要证明者的相反命题)时,它也将被推导出来,并且我们将从外部附加地取项Η,Ε真实地属于其全部;这将推导出“Α不属于任何Η”,这是不可能的;因为[Α]属于它[Η]的全部,既然它也属于与Η相同的Γ。因此被假设者的相反命题[为真]。如果我们将被证明是虚假且不可能的结论再次转换为真理,设定“Α属于所有Η”,并附加地取公认为真的另一前提,即“Ε属于所有Η”,那么Η再次成为中项,并在第三格中直言地推导出“Α属于某个Ε”,这也是曾通过不可能被证明的。但是,即使我们通过不可能来证明特称否定命题,我们也将假设“Α属于所有Ε”(因为这与所要证明的“不属于某个”相对立),并且我们将附加地取项Η,Α真实地不属于其任何部分。于是将推导出“Ε不属于任何Η”,这是不可能的;因为[Ε]属于它[Η]的全部。因此,如果我们把这转换为真理,即“Ε属于所有Η”,并且附加地取作为真的“Α不属于任何Η”,那么通过从外部附加取得的项成为中项——而这就是Η——,将再次通过第三格直言地证明“Α不属于某个Ε”。因为总的来说,正是由于使所提出的课题能够被直言地证明的前提是真实的,化归于不可能也正是依此而进行的。在指明了直言推论与通过不可能的推论是通过相同的项产生的之后,他补充道:

语法注3 条
  1. 2.212ταῦτα δὲ οὕτως ἔχει διὰ τὸ εἶναι τῷ Γ, ᾧ εἵπετο τὸ Α, τὸ Ζ ταὐτὸν τὸ τῷ Ε ἑπόμενον.

    介词性冠词不定式结构 διὰ τὸ εἶναι 内部存在倒装。不定式的逻辑主语是带有分词的 τὸ Ζ τὸ τῷ Ε ἑπόμενον(“跟随Ε的Ζ”),而述表补足语则是 ταὐτὸν τῷ Γ, ᾧ εἵπετο τὸ Α(“与Α所跟随的Γ相同”)。

  2. 2.212ὃν ἀδύνατον

    文本中的 ὃν ἀδύνατον 充当相当于 ὃ [ἦν] ἀδύνατον 或 ὃ ὂν ἀδύνατον 的插入性关系分句,意为“这是不可能的[曾是不可能的]”,指代前文推导出的整个结论命题。

  3. 2.212καθόλου γὰρ τῷ ἀληθεῖς 〈εἶναι〉 τὰς προτάσεις, δι’ ὧν τὰ προκείμενα οἷόν τε δεικτικῶς δειχθῆναι, τούτῳ καὶ ἡ εἰς ἀδύνατον ἀπαγωγὴ πρόεισι.

    这是一个相关结构:表示原因或根据的与格冠词不定式短语 τῷ ἀληθεῖς [εἶναι] τὰς προτάσεις 被主句中的指示代词与格 τούτῳ 所承接并加以强调(“正是由于前提是真实的这一事实……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:321.18-322.15