- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:320.8-321.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《前分析篇》45b1,讨论直言推论与化归于不可能的推论借助相同的项成立的理由。他阐明了从假设外部引入的“公共项”如何在化归于不可能中导出虚假结论,并在该结论转换为真时转变为直言中项的结构。
" Πάλιν εἰ δεικτικῶς συλλελόγισται τὸ Α τῷ Ε μηδενὶ ὑπάρχειν." Ἔφθακε μὲν ἤδη τοῦτο εἰρηκέναι, ὅτι τὰ δεικτικῶς δεικνύμενα καὶ δι’ ἀδυνάτου δείκνυται, ὥσπερ καὶ ἀνάπαλιν. ἂν γὰρ ᾖ δεδειγμένον δεικτικῶς, ὅτι τὸ Α τῷ Ε οὐδενί, διὰ τοῦ τὸ Β τῷ Θ ταὐτὸν εἶναι, καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τὸ αὐτὸ δειχθήσεται, ἂν ὑποθώμεθα αὐτὸ τινὶ τῷ Ε ὑπάρχειν καὶ προσλάβωμεν τὸ Β αὐτῷ, λέγω δὲ τῷ Α, παντὶ ὑπάρχειν· εἵπετο γὰρ αὐτῷ. ἔσται δὴ τὸ Β τινὶ τῷ Ε ὑπάρχον, ὅ ἐστιν ἀδύνατον· ἦν γὰρ τὸ Β ταὐτὸν τῷ Θ, ὃ οὐδενὶ ὑπῆρχε τῷ Ε. ὁμοία ἡ δεῖξις καὶ ἐπὶ τῶν ἄλλων προβλημάτων, τοῦ τε καθόλου καταφατικοῦ καὶ τῶν δύο τῶν ἐπὶ μέρους. νῦν δὲ προστίθησι καὶ τὴν αἰτίαν, δι’ ἣν διὰ τῶν αὐτῶν ὅρων ἀμφότεροι γίνονται οἱ συλλογισμοί, καὶ πῶς διὰ τῶν αὐτῶν ὅ τε δεικτικὸς καὶ δι’ ἀδυνάτου γίνεται συλλογισμός, διδάσκει. ἐν ἅπασι γάρ φησι τοῖς δι’ ἀδυνάτου δεικνύουσί τι (περὶ τούτων γὰρ λέγει), ὅτι ἀνάγκη κοινόν τινα λαβεῖν ὅρον ἔξωθεν ἄλλον τῶν ὑποκειμένων ἐν τῇ ὑποθέσει, ἥτις ἐστὶ τὸ ἀντικείμενον, οὗ βουλόμεθα δεῖξαι, κοινὸν λέγων νῦν οὐ τὸν ὡς μέσον ἀμφοτέροις τοῖς ἐν τῇ ὑποθέσει ὅροις συντιθέμενον, ἀλλὰ πρὸς μὲν τὸν ἕτερον τῶν ἐν τῇ ὑποθέσει ὅρων συντασσόμενον καὶ ποιοῦντα πρότασιν ἀληθῆ συντελοῦσαν εἰς τὴν δεῖξιν τοῦ ἀδυνάτου συμπεράσματος πρὸς δὲ τὸν ἕτερον ἐν τῷ συμπεράσματι τῷ ἀδυνάτῳ τῷ γινομένῳ διὰ τὴν ὑπόθεσιν συντασσόμενον ψευδῶς.1 ἐν γὰρ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ παρὰ τοὺς ὅρους τοὺς ἐν τῇ ὑποθέσει εἰλημμένους, ἧς βουλόμεθα τὸ ἀντικείμενον δεῖξαι συναγόμενον, τρίτος τις ὅρος ἔξωθεν προσλαμβάνεται, ὃς πρὸς μὲν τὸν ἕτερον τῶν ὅρων τῶν ἐν τῇ ὑποθέσει ἀληθῶς συντάσσεται καὶ πρότασιν ἀληθῆ ποιεῖ, λαμβάνεται δὲ 〈καὶ〉 ἐν τῷ συμπεράσματι τῷ ψευδεῖ. τὸ γὰρ δεικνύμενον συμπέρασμα τὸ ἀδύνατον ἐξ αὐτοῦ τέ ἐστι καὶ τοῦ ἑτέρου τῶν ὅρων 〈τῶν〉 εἰλημμένων ἐν τῇ ὑποθέσει· πρὸς γὰρ τὸν ὅρον τὸν προσληφθέντα γίνεται τὸ τοῦ ψεύδους καὶ ἀδυνάτου συμπέρασμα. οὗ συμπεράσματος εἰς τὸ ἀληθὲς μεταληφθέντος καὶ ἀληθοῦς τῆς προτάσεως γενομένης, τῆς δὲ ἑτέρας οὐ τῆς ὑποτεθείσης, ἀλλὰ ἐν ᾗ ἦν ὁ προσληφθεὶς ὅρος, τῆς αὐτῆς μενούσης τε καὶ προσληφθείσης (ἦν γὰρ ἀληθής) μέσος μὲν ὅρος γίνεται τότε ὁ προσληφθεὶς ἔξωθεν,2 ὃν ἴσως καὶ διὰ τοῦτο κοινὸν εἶπεν ὡς γινόμενον κοινόν τε καὶ μέσον ἐν τῷ δεικτικῷ συλλογισμῷ· ἀμφότεραι γὰρ αἱ προτάσεις τότε γίνονται πρὸς τοῦτον συνάγουσαι ἀληθές, ὅταν γένηται δεικτικὸς ὁ συλλογισμός. ἂν γὰρ θέλοντες δεῖξαι τὸ Α τῷ Ε παντὶ ὑπάρχον τὸ ἀντικείμενον λάβωμεν τὸ τὸ Α τινὶ τῷ Ε μὴ ὑπάρχειν, εἶτα ἔξωθεν ὅρον προσλάβωμεν τὸν Ζ καὶ λάβωμεν ἀληθῆ πρότασιν τὴν τὸ Α παντὶ τῷ Ζʹ, συναχθήσεται τὸ Ζ τινὶ τῷ Ε μὴ ὑπάρχον, ὅ ἐστιν ἀδύνατον· ἦν γὰρ ἑπόμενον αὐτῷ. τοιαύτη μὲν ἡ δι’ ἀδυνάτου δεῖξις. ἂν δὴ μεταλάβωμεν τὸ συναχθὲν ἀδύνατον τὸ Ζ τινὶ τῷ Ε μὴ ὑπάρχειν εἰς ἀληθὲς ὂν τὸ τὸ Ζ παντὶ τῷ Ε καὶ ποιήσωμεν ἀληθῆ πρότασιν τὸ Ζ παντὶ τῷ Ε ὑπάρχειν τιθεῖσαν καὶ προσλάβωμεν τὴν ἑτέραν πρότασιν τῶν, δι’ ὧν ἡ εἰς ἀδύνατον ἀπαγωγὴ ἐγένετο, μὴ τὴν ὑποτεθεῖσαν, ἧς τὸ ἀντικείμενον ἐδείκνυμεν, ἀλλὰ τὴν προτέραν τὴν ἀληθῆ τὴν τὸ Α παντὶ τῷ Ζ λέγουσαν, ἔσται μὲν ὁ Ζ ὅρος ὁ ἔξωθεν προσληφθεὶς μέσος· δεικτικῶς δὲ συναχθήσεται τὸ τὸ Α παντὶ τῷ Ε, ὃ καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἐδείχθη.
“再次,如果直言地推导出Α不属于任何Ε。” 他此前已经说过这一点:直言证明的事物也能通过不可能来证明,反之亦然。因为如果通过Β与Θ相同已直言地证明了“Α不属于任何Ε”,那么如果我们假设它属于某个Ε,并附加地取Β属于它的全部——我是指属于所有Α——,同样的结论也将通过化归于不可能而被证明;因为[Β]曾跟随它[Α]。于是Β将属于某个Ε,这是不可能的;因为Β与Θ相同,而Θ不属于任何Ε。证明在其他问题上也是类似的,无论是全称肯定命题还是两个特称命题。但现在他又补充了两个推论为何通过同样的项产生的理由,并教导直言推论与通过不可能的推论是如何通过同样的事物产生的。因为他说,在所有通过不可能来证明某事的推论中(因为他谈论的正是这些),必然要从外部取某个不同于假设中所设定的各项的公共项,而这个假设就是我们所希望证明的命题的相反命题;他现在所说的“公共的”,并不是指作为中项与假设中的两项结合的那种项,而是指与假设中的一项相结合并构成有助于证明不可能结论的真前提,而与另一项则在因假设而产生的不可能结论中以虚假的方式相结合的项。因为在化归于不可能中,除了在假设中被选取的那些项——我们希望证明其相反命题被推导出来——之外,还会从外部附加地取某个第三项,它与假设中的一项以真实的方式相结合并构成真前提,但也包含在虚假的结论中。因为所证明的不可能结论正是由它〔该项〕以及在假设中被选取的另一项组成的;因为虚假和不可能的结论正是针对这附加取得的项而产生的。当这个结论被转换为真,前提变为真,而另一前提——不是被假设的前提,而是包含附加取得的项的前提——保持相同并被附加地取用时(因为它是真的),从外部附加取得的项那时就成为了中项,这或许就是为什么他称它为“公共的”,因为它在直言推论中变成了既是公共的又是中介的项;因为当推论成为直言推论时,两个前提那时都相对于该项而推导出真理。因为如果我们希望证明“Α属于所有Ε”,而取相反的命题“Α不属于某个Ε”,然后从外部附加地取项Ζ,并取真前提“Α属于所有Ζ”,那么将推导出“Ζ不属于某个Ε”,这是不可能的;因为[Ζ]曾跟随它[Ε]。通过不可能的证明就是这样的。因此,如果我们把所推导出的不可能的结论“Ζ不属于某个Ε”转换为真理“Ζ属于所有Ε”,构成设定“Ζ属于所有Ε”的真前提,并附加地取产生化归于不可能的那些前提中的另一前提——不是我们此前证明其相反命题的那个被假设的前提,而是陈述“Α属于所有Ζ”的在先的真前提——,那么从外部附加取得的项Ζ就将成为中项;而“Α属于所有Ε”——这也就是通过化归于不可能所证明的——将直言地被推导出来。
- 2.212κοινὸν λέγων νῦν οὐ τὸν ὡς μέσον ἀμφοτέροις τοῖς ἐν τῇ ὑποθέσει ὅροις συντιθέμενον, ἀλλὰ πρὸς μὲν τὸν ἕτερον τῶν ἐν τῇ ὑποθέσει ὅρων συντασσόμενον καὶ ποιοῦντα πρότασιν ἀληθῆ συντελοῦσαν εἰς τὴν δεῖξιν τοῦ ἀδυνάτου συμπεράσματος πρὸς δὲ τὸν ἕτερον ἐν τῷ συμπεράσματι τῷ ἀδυνάτῳ τῷ γινομένῳ διὰ τὴν ὑπόθεσιν συντασσόμενον ψευδῶς
分词 λέγων 的宾语与补足语结构。κοινόν 是对前句 κοινόν τινα λαβεῖν ὅρον 的先导性引用,其实际宾语由带冠词分词短语构成的对照(οὐ τὸν... συντιθέμενον, ἀλλὰ... συντασσόμενον)展开,理解为“称‘公共的’并非指……而是指……”。
- 2.212οὗ συμπεράσματος εἰς τὸ ἀληθὲς μεταληφθέντος καὶ ἀληθοῦς τῆς προτάσεως γενομένης, τῆς δὲ ἑτέρας οὐ τῆς ὑποτεθείσης, ἀλλὰ ἐν ᾗ ἦν ὁ προσληφθεὶς ὅρος, τῆς αὐτῆς μενούσης τε καὶ προσληφθείσης (ἦν γὰρ ἀληθής) μέσος μὲν ὅρος γίνεται τότε ὁ προσληφθεὶς ἔξωθεν
长句结构中,多个独立属格从句叠置于主句 μέσος μὲν ὅρος γίνεται τότε ὁ προσληφθεὶς ἔξωθεν 之前。属格短语 οὗ συμπεράσματος... μεταληφθέντος、ἀληθοῦς τῆς προτάσεως γενομένης 以及 τῆς δὲ ἑτέρας... τῆς αὐτῆς μενούσης τε καὶ προσληφθείσης 并列充当主句动词 γίνεται 成立的条件前提。
