← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§318.30-320.7

四种命题形式中反证法与直言证明的项的同一性

亚历山大就亚里士多德在45a28中主张的化归于不可能与直言证明借助同样的项进行这一论断展开注解,具体展示了四种命题形式(全称否定、特称肯定、全称肯定、特称否定)在反证法与直言法中如何依赖于相同的项的选取与结合,并进一步阐明反证法也可以反向转化为直言证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.211

" Οἷον ὅτι τὸ Α οὐδενὶ τῷ Ε ὑπάρχει· κείσθω γὰρ τινί." Ὅτι δὲ ταὐτά ἐστι τὰ προβλήματα ὡς δεικνύμενα δεικτικῶς τε καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ “διὰ τῶν αὐτῶν ὅρων”, τοῦτ’ ἔστι διὰ τῆς προειρημένης ἐκλογῆς τῶν ὅρων, ἑξῆς παρατίθεται. καὶ πρῶτόν γε, πῶς τὸ καθόλου ἀποφατικὸν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεικνύμενον, δι’ ἧς πεποιήμεθα ἐπιβλέψεως, δείκνυται καὶ διὰ τῶν αὐτῶν ὅρων, δι’ ὧν καὶ δεικτικῶς, λέγει. ὁ γὰρ βουλόμενος δι’ ἀδυνάτου δεῖξαι μηδενὶ τῷ Ε ὑπάρχον τὸ Α, ὃ δέδεικται δεικτικῶς διὰ τοῦ τὸ Β ταὐτὸν κεῖσθαι τῷ Θ (τὸ γὰρ Β παντὶ μὲν τῷ Α οὐδενὶ δὲ τῷ Ε, ἐξ ὧν συνάγεται τὸ Α οὐδενὶ τῷ Ε), ὑποτίθεται δῆλον ὅτι τινὶ ὑπάρχειν αὐτό. ἀλλὰ καὶ τὸ Β ἔχει παντὶ τῷ Α ὑπάρχον· ἦν γὰρ ἑπόμενον αὐτῷ. γίνεται οὖν ὁ συλλογισμὸς ‘τὸ Β παντὶ τῷ Α, τὸ Α τινὶ τῷ Ε’· ὑπόκειται γάρ· ἐξ ὧν συνάγεται τὸ Β τινὶ τῷ Ε, ὃ ἀδύνατον. ἀδύνατον δ’ ἐστίν, ὅτι ἦν τινὶ τῶν Θ ταὐτὸν τὸ Β κείμενον· ὥστε διὰ τῆς τῶν αὐτῶν ἐκλογῆς τε καὶ συνθέσεως ἡ δεῖξις ἐγένετο τοῦ τὸ Α μηδενὶ τῷ Ε· διὰ γὰρ τοῦ τὸ Β τῷ Θ ταὐτὸν εἰλῆφθαι τὸ ἀδύνατον πέφηνεν. πάλιν ἂν δεικνύῃ τις δι’ ἀδυνάτου τὸ Α τινὶ τῷ Ε ὑπάρχον, ἦν μὲν δεικτικῶς συναγόμενον ἐκ τοῦ τὸ Γ καὶ τὸ Η ταὐτὰ ἀλλήλοις εἶναι. ὁ δὲ δι’ ἀδυνάτου δεικνὺς ὑποτίθεται αὐτὸ μηδενὶ ὑπάρχειν· ἀλλὰ μὴν τὸ Ε παντὶ τῷ Η ὑπάρχει· ἕπεται γὰρ αὐτῷ· συναχθήσεται ἄρα τὸ Α μηδενὶ τῷ Η. ἀλλὰ παντὶ ὑπῆρχεν αὐτῷ, εἴ γε καὶ τῷ Γ, ᾧ ταὐτόν ἐστι τὸ Η. πάλιν οὖν ἡ δεῖξις διὰ τῶν αὐτῶν. εἰπὼν δὲ περί τε τοῦ καθόλου ἀποφατικοῦ προβλήματος καὶ περὶ τοῦ ἐπὶ μέρους καταφατικοῦ καὶ δείξας, δι’ ὧν τὰ δεικτικὰ ἐγίνετο συμπεράσματα, διὰ τούτων καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεικνύμενα αὐτά, φησίν, ὅτι ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων προβλημάτων ἔχει· ἔστι δὲ τό τε καθόλου καταφατικὸν καὶ τὸ ἐπὶ μέρους ἀποφατικόν. τὸ γὰρ καθόλου καταφατικὸν δείκνυται μὲν δεικτικῶς διὰ τοῦ τὸ Γ ταὐτὸν κεῖσθαι τῷ Ζ. ἂν δὲ τὸ ἀντικείμενον ὑποτεθῇ τὸ Α τινὶ τῷ Ε μὴ ὑπάρχειν, κεῖται δὲ καὶ τῷ Ζ τὸ Α παντὶ ὑπάρχειν (ταὐτὸν γὰρ ἦν τὸ Ζ τῷ Γ, ᾧ εἵπετο τὸ Α), ἔσται τὸ Ζ οὐ παντὶ τῷ Ε, ὃ ἀδύνατον· εἵπετο γὰρ αὐτῷ καὶ παντὶ ὑπῆρχεν. ἀλλὰ καὶ τὸ ἐπὶ μέρους ἀποφατικόν, εἰ δι’ ἀδυνάτου δεικνύοιτο, ὁμοίως δειχθήσεται. ἐδείχθη μὲν γὰρ δεικτικῶς τὸ Α τινὶ τῷ Ε μὴ ὑπάρχον διὰ τοῦ τὸ Δ ταὐτὸν εἶναι τῷ Η· τὸ μὲν γὰρ Α οὐδενὶ τῷ Η, τὸ δὲ Ε παντὶ τῷ Η· εἵπετο γὰρ αὐτῷ. ἂν δὴ ὑποθώμεθα δι’ ἀδυνάτου δεικνύντες τὸ Α παντὶ τῷ Ε, ἔκειτο δὲ καὶ τὸ Α μηδενὶ τῷ Η, τὸ Η συναχθήσεται μηδενὶ τῷ Ε κατὰ τὸν πρῶτον τρόπον ὑπάρχον.1 ἀλλ’ ἀδύνατον· κεῖται γὰρ τινὶ αὐτῷ ὑπάρχειν· ἐπεὶ γὰρ τὸ Ε τῷ Η παντί, δῆλον ὡς καὶ τὸ Η τῷ Ε τινί. ἢ τὸ μὲν Α παντὶ τῷ Ε, τὸ δὲ Ε παντὶ τῷ Η· συνάγεται γὰρ τὸ Α παντὶ τῷ Η ὂν ἀδύνατον·2 ἔκειτο γὰρ αὐτῷ μηδενί, ἐπεὶ ταὐτὸν ἦν τὸ Η τῷ Δ. συνάγεται δὲ καὶ τὸ Ε μηδενὶ τῷ Η διὰ τοῦ τὸ Α παντὶ μὲν τῷ Ε οὐδενὶ δὲ τῷ Η ὂν ἀδύνατον· ἕπεται γὰρ αὐτῷ. Δείξας δὲ τοὺς δι’ ἀδυνάτου δεικνυμένους συλλογισμοὺς διὰ τῶν αὐτῶν ὅρων δεικνυμένους, δι’ ὧν καὶ οἱ δεικτικοί, πάλιν ἀνάπαλιν δείκνυσι, δι’ ὧν οἱ δι’ ἀδυνάτου, διὰ τούτων καὶ τοὺς δεικτικούς, ἀποδεικνύς, ὅτι διὰ τῶν αὐτῶν ἀμφότεραι αἱ δείξεις. εἰ γὰρ δέδεικται διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τὸ Α μηδενὶ τῷ Ε, διότι συνέβαινε τινὶ τῷ Ε τοῦ Α ὑπάρχειν ὑποτεθέντος καὶ τὸ Β τινὶ τῷ Ε ὑπάρχειν, ὅτι παντὶ τῷ Α ὑπῆρχε τὸ Β, ἀδύνατον δὲ ἦν τὸ Β τινὶ τῷ Ε ὑπάρχειν τὸ αὐτὸ ὂν τῷ Θ, τοῦτο δεικτικῶς δειχθήσεται, ἐὰν ληφθῇ τὸ Β τῷ μὲν Α παντὶ τῷ δὲ Ε μηδενὶ ὑπάρχον· ληφθήσεται δὲ οὕτως ἔχειν, ἂν ᾖ ταὐτὸν τὸ Β τῷ Θ.

“例如,Α不属于任何Ε;因为假定[Α]属于某个[Ε]。” 接下来,他陈述了同样的问题既能直言证明,也能通过化归于不可能来证明,并且是“通过同样的项”——即通过前述对项的选取——来证明的。而且,他首先说明了通过化归于不可能并借助我们所作的考察而证明的全称否定命题,是如何也通过与直言证明时同样的项来证明的。因为想要通过不可能来证明“Α不属于任何Ε”——这一命题已通过Β被设定为与Θ相同而直言证明了(因为Β属于所有Α,但不属于任何Ε,由此推导出了Α不属于任何Ε)——的人,显然会假设它[Α]属于某个[Ε]。然而[他也]具有属于所有Α的Β;因为[Β]曾跟随它[Α]。于是产生了推论:“Β属于所有Α,Α属于某个Ε”;因为这是被假设的;由此推导出了“Β属于某个Ε”,这是不可能的。而这是不可能的,是因为Β曾被设定为与Θ中的某物相同;因此,通过对同样事物的选取与结合,产生了关于“Α不属于任何Ε”的证明;因为通过把握Β与Θ相同,不可能的事情显明了。 再次,如果有人通过不可能来证明“Α属于某个Ε”,这在直言上曾是从Γ与Η彼此相同推导出来的。而通过不可能来证明的人,则假设它[Α]不属于任何[Ε];但事实上Ε属于所有Η;因为[Ε]跟随它[Η];因此将推导出“Α不属于任何Η”。然而[Α]曾属于它[Η]的全部,既然[Α]也属于Γ,而Η与Γ相同。因此,证明再次是通过同样的事物进行的。 在论述了全称否定问题和特称肯定问题,并指明了直言结论由以产生的那些事物,也就是这些结论通过化归于不可能被证明时所借助的事物之后,他说在其他问题上情况也是相同的;而这些问题就是全称肯定和特称否定。因为全称肯定命题是通过Γ被设定为与Ζ相同而直言证明的。但如果假设相反的命题,即“Α不属于某个Ε”,而且也设定了Α属于所有Ζ(因为Ζ与Α所跟随的Γ相同),那么“Ζ不属于所有Ε”将成立,这是不可能的;因为[Ζ]曾跟随它[Ε]并属于它的全部。然而特称否定命题如果通过不可能来证明,也将以类似的方式被证明。因为“Α不属于某个Ε”曾通过Δ与Η相同而直言证明;因为Α不属于任何Η,而Ε属于所有Η;因为[Ε]曾跟随它[Η]。如果我们通过不可能来证明而假设“Α属于所有Ε”,并且曾设定“Α不属于任何Η”,那么根据第一种式,Η将被推导为“不属于任何Ε”。但这是不可能的;因为已设定它[Η]属于它[Ε]的某些;因为既然Ε属于所有Η,显见Η也属于某个Ε。或者,Α属于所有Ε,而Ε属于所有Η;因为推导出了“Α属于所有Η”,这是不可能的;因为曾设定它[Α]不属于它[Η]的任何一个,既然Η与Δ相同。此外,通过Α属于所有Ε但不属于任何Η,也推导出了“Ε不属于任何Η”,这是不可能的;因为[Ε]跟随它[Η]。 在指出了通过不可能而证明的推论是借助与直言推论同样的项证明的之后,他又反过来指明:化归于不可能的推论由以证明的那些事物,直言推论也正是通过它们来证明的,从而论证了两种证明都是通过同样的事物进行的。因为如果“Α不属于任何Ε”已通过化归于不可能而被证明——这是由于在假设Α属于某个Ε时,由于Β属于所有Α而导致了Β也属于某个Ε,而Β作为与Θ相同的事物属于某个Ε是不可能的——那么如果取Β属于所有Α且不属于任何Ε,这一点也将直言地被证明;而如果Β与Θ相同,它就将被取为具有这种情况。

语法注2 条
  1. 2.211κατὰ τὸν πρῶτον τρόπον ὑπάρχον

    分词 ὑπάρχον 与主语 τὸ Η 一致,表示根据第二格的第一种式(Cesare式,大前提为全称否定,小前提为全称肯定,得出全称否定结论)推导出 Η 作为不属于任何 Ε 而存在。

  2. 2.211ὃν ἀδύνατον

    ὃν 为中性分词 ὂν 之误植,在此作为同格的中性宾格分词,修饰前面推导出的整句结论(如“Α属于所有Η”),起到评注性的同格从句作用,意为“这是不可能的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:318.30-320.7