← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§317.23-318.29

归谬推论的构成与直言证明的换元

亚历山大注释45a23,阐明归谬推论与直言推论一样由各项的选取与结合构成,并考察了关于所有归谬推论是否也都能直言证明这一疑难的两种解决方案。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.210

" Τὸν αὐτὸν δὲ τρόπον ἔχουσι καὶ οἱ εἰς τὸ ἀδύνατον ἀπάγοντες συλλογισμοὶ τοῖς δεικτικοῖς." Δείξας, πῶς καθ’ ἕκαστον πρόβλημα τῶν οἰκείων τοῦ συμπεράσματος προτάσεων εὐπορήσομεν, ὃ προηγουμένως δείκνυται καὶ συνάγεται (διὸ καὶ δεικτικοὶ οἱ τοιοῦτοι συλλογισμοί) ἐκ τῆς τῶν ἐκλελεγμένων περὶ ἑκάστου τῶν ὅρων τῶν ἐν τῷ προβλήματι ἐπιβλέψεώς τε καὶ συνθέσεως, ὁμοίως φησὶ τούτοις καὶ διὰ τῶν αὐτῶν ἔσεσθαι καὶ τοὺς διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεικνύντας τι συλλογισμούς, οὓς μέρος εἶπεν εἶναι τῶν ἐξ ὑποθέσεως. τοῦ δὲ ὁμοίως καὶ διὰ τῶν αὐτῶν καὶ τούτους γίνεσθαι ἡ αἰτία, ὅτι ἐστὶν αὐτοῖς ἡ διαφορὰ πρὸς τοὺς δεικτικῶς δεικνύντας οὐ κατὰ τὸν συλλογισμὸν αὐτόν (ὅμοιοι γὰρ καὶ ἐξ ὁμοίων δεικνύμενοι· δεικτικοὶ γὰρ ὁμοίως ἐκείνοις καὶ οὗτοι), ἀλλ’ ὅτι συμπεραίνονται καὶ συνάγουσιν οὐ τὸ προκείμενον ἀλλὰ ψεῦδός τι, ὃ τῷ ἀδύνατον εἶναι ἀνελόντες, ὃ ὑπέθεντο, τὸ ἀντικείμενον αὐτῷ, ὃ συνελογίσαντο, τιθέασιν.1 τοῦ οὖν ἀδυνάτου δεικνυμένου ἐστὶν ὁ συλλογισμός, 〈ὃς〉 ἐπεὶ ὁμοίως γίνεται2 (δεικτικῶς γάρ), καὶ διὰ τῶν αὐτῶν ἔσται τοῖς προειρημένοις. τὸ δὲ ἀδύνατον εὑρίσκεται τε καὶ συλλογίζεται διὰ τοῦ εἰλῆφθαι, τίνα τίσιν ἐστὶ τὰ αὐτὰ τῶν τε ἑπομένων καὶ τῶν, οἷς ἕπονται οἱ ἐν τῷ προβλήματι ὅροι, καὶ τῶν μὴ ὑπαρχόντων αὐτοῖς. διὸ καὶ αὐτὸς δείκνυσιν ὁμοίως γίνεσθαι αὐτοὺς τοῖς δεικτικοῖς. ἔτι ἔστιν, ὃ δεικτικῶς δείκνυται, καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεῖξαι διὰ τῶν αὐτῶν ὅρων καὶ πάλιν, ὃ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, καὶ δεικτικῶς. Ἐπιζητήσαι δ’ ἄν τις, πῶς ἀληθὲς τὸ τοὺς δι’ ἀδυνάτου δεικνυμένους πάντας συλλογισμοὺς καὶ δεικτικῶς δείκνυσθαι· δοκεῖ γὰρ ψεῦδος εἶναι τοῦτο. τοὺς μὲν γὰρ δεικτικῶς οἷόν τε καὶ δι’ ἀδυνάτου (ἐπισκεπτέον δ’, εἰ καὶ τοὺς ἐν ταῖς μίξεσι πάντας), οὐ μὴν ἀνάπαλιν· εἷς γὰρ ἐν τῷ δευτέρῳ σχήματι καὶ εἷς ἐν τῷ τρίτῳ, οἱ ἔχοντες τὰς συζυγίας ἐκ καθόλου καταφατικῆς καὶ ἐπὶ μέρους ἀποφατικῆς, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυνται μόνης, οὐκέτι δὲ καὶ δεικτικῶς. ἢ καὶ ἐπὶ τούτων εἴη ἂν μετὰ τὴν πίστιν τὴν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τοῦ συλλογιστικὴν εἶναι τὴν συμπλοκὴν καὶ ἐκ τῶν κειμένων προτάσεων δεικτικῶς δεικνύμενον τὸ προκείμενον. εἰ γὰρ τὸ Α παντὶ μὲν τῷ Β, τινὶ δὲ οὐ τῷ Γ, καὶ τὸ Β τινὶ οὐ τῷ Γ δεικτικῶς· πίστις δὲ τοῦ δεικτικῶς τοῦτο συνάγεσθαι ἡ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ὡς ἐπὶ τῶν ἄλλων προτάσεων ἡ ἀντιστροφή. φασὶ δέ τινες μὴ τοῦτο εἶναι τὸ λεγόμενον, ἀλλ’ ὅτι ταὐτὰ [τὰ] προβλήματα καὶ δεικτικῶς δείκνυται καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ διὰ τῶν αὐτῶν ὅρων καὶ οὐκ ἄλλα τινά ἐστι τὰ δεικνύμενα. ἢ γὰρ καθόλου καταφατικὸν ἢ καθόλου ἀποφατικὸν ἢ ἐπὶ μέρους καταφατικὸν ἢ ἀποφατικὸν καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἐστι τὸ δεικνύμενον· ταῦτα δέ, δι’ ὧν πεποιήμεθα ἐπιβλέψεών τε καὶ συνθέσεων, δείκνυται, ὥστε τὸ διὰ τῶν αὐτῶν ὅρων τοῦτο σημαίνειν.

“化归于不可能的推论也与直言推论具有同样的情况。” 在指出了对于每个问题,我们如何从对问题中各项所选取的事物的考察和结合中充分获得适合结论的前提——这一结论是首要被证明和推导出的(正因如此,此类推论才被称为直言推论)——之后,他说,通过化归于不可能而证明某事的推论(他说这类推论是假言推论的一部分)也与这些推论类似,并且是通过同样的事物进行的。这些推论同样且通过同样的事物产生的原因在于:它们与直言证明的推论之间的区别不在于推论本身(因为它们相似且由相似的事物证明;事实上,这些推论也与那些推论一样是直言的),而在于它们得出并推导出的不是所提出的问题,而是某种假命题,由于这一假命题的不可能性,他们在推翻了自己所假设的东西之后,确立了与该假设相对立的命题,即他们所推导出的结论。因此,推论是证明那个不可能的命题的;既然这一推论以类似的方式产生(因为它是直言地产生的),它也将通过与前述推论同样的事物进行。而不可能的命题,则是通过把握在跟随问题中的项的事物、各项所跟随的事物以及不属于各项的事物中,何者与何者相同而被发现和推导出来的。因此,他自己也指明了它们与直言推论类似地产生。此外,凡是直言证明的,也能够通过同样的项由化归于不可能来证明;反之,由化归于不可能证明的,也能够直言证明。 然而,有人可能会追问,所有通过不可能而证明的推论也都能直言证明,这一点怎么会是真的;因为这似乎是假的。因为直言推论固然也能够通过不可能来证明(不过必须考察在混合推论中的所有推论是否也能如此),但反过来却不然;因为第二格中的一个推论和第三格中的一个推论,即由全称肯定命题和特称否定命题组成配对的推论[Baroco和Bocardo],仅仅通过化归于不可能来证明,而不再能直言证明。或者,即使在这些推论中,在通过化归于不可能确信这种组合具有推论性之后,所提出的问题也可以说是从已设的前提中直言证明的。因为如果Α属于所有Β,但不属于某个Γ,那么直言地Β也不属于某个Γ;而对这一结论是直言推导出的确信,正是通过化归于不可能的〔确信〕,正如换位在其他前提中那样。然而有些人说,所说的并不是这个意思,而是指同样的问题既能直言证明,也能通过化归于不可能并借助同样的项来证明,被证明的事物并不是某些别的事物。因为通过化归于不可能所证明的,也要么是全称肯定,要么是全称否定,要么是特称肯定或否定;而这些正是通过我们所作的考察和结合来证明的,因此“通过同样的项”指的就是这个意思。

语法注2 条
  1. 2.210ὃ τῷ ἀδύνατον εἶναι ἀνελόντες, ὃ ὑπέθεντο, τὸ ἀντικείμενον αὐτῷ, ὃ συνελογίσαντο, τιθέασιν

    此句包含交错的关系从句与分词结构。句首的 ὃ 指代前文的 ψεῦδός τι,在语义上与表示原因的与格不定词短语 τῷ ἀδύνατον εἶναι(“由于其不可能”)相关联。分词 ἀνελόντες(推翻/废除)支配 ὃ ὑπέθεντο(“他们所假设的”)作为宾语,而主动词 τιθέασιν 的宾语是 τὸ ἀντικείμενον αὐτῷ(“与该假设相对立的”)。末尾的 ὃ συνελογίσαντο 作为关系从句,修饰通过推论最终得出并确立的对立结论,或指推导出的假命题。

  2. 2.210τοῦ οὖν ἀδυνάτου δεικνυμένου ἐστὶν ὁ συλλογισμός, 〈ὃς〉 ἐπεὶ ὁμοίως γίνεται

    τοῦ ἀδυνάτου δεικνυμένου 并非独立属格,而是作为依附于 ὁ συλλογισμός 的宾格性属格(“推论是对不可能之事的证明”)。校勘者所补充的关系代词 〈ὃς〉 以 ὁ συλλογισμός 为先行词,引导由连词 ἐπεί 统领的从属分句(“既然此推论以类似方式产生”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:317.23-318.29