← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§316.27-317.22

从相反性推论的不可能与同一性的必要性

亚历山大阐释了亚里士多德在45a17–20中的论述,即仅凭极端项属性之间的相反或对立无法产生推论,中项的同一性不可或缺;若忽视Β与Θ的同一性而依赖相反性,则会走入不必要的弯路。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.208

" Φανερὸν οὖν, ὅτι ἐξ αὐτῶν μὲν τούτων τῶν ἐπιβλέψεων οὐδεὶς γίνεται συλλογισμός." Δείκνυσιν ἡμῖν, ὅτι οὐκ ἂν ἐναντία ἢ ἀντικείμενα ἀλλήλοις εἶναι λάβωμέν τινα τῶν περὶ ἑκατέρου 〈τῶν〉 ἄκρων ἐκλελεγμένων, οὐ διὰ τοῦτο συλλογισμὸς ἔσται1 τῶν ἄκρων πρὸς ἀλλήλους· οὐδὲ γὰρ μέσος τις ὅρος γίνεται ἐκ τούτων· τὰ γὰρ ἐναντία ἢ ἀντικείμενα οὐχ ἕν· ἀλλὰ διὰ τοῦ καὶ τότε ταὐτά τινα ἀλλήλοις εὑρίσκεσθαι γίνεται συλλογισμός. καὶ γὰρ ὅταν ἐναντία τινὰ ἀλλήλοις τούτων ληφθῇ, ἔσται συλλογισμός, ὅτι ἔστιν, ὅταν ἑκάτερον αὐτῶν ἄλλῳ τινὶ ταὐτὸν ᾖ, μεθ’ οὗ γινόμενον καὶ ἑνωθὲν αὐτῷ μέσος ὅρος ἔσται, καθ’ ἃ προειρήκαμεν. ταῦτα δὲ ἐπέξεισι δεικνὺς ἡμῖν, ὅτι πρὸς τὸ συλλογίζεσθαί τι τῶν ἐκκειμένων προβλημάτων μόνη χρήσιμος, ἣν εἰρήκαμεν, τῶν περὶ ἑκατέρου ἐκλελεγμένων λῆψις, καθ’ ἣν ταὐτά τινα ἀλλήλοις ὄντα ἐλαμβάνομεν ἀλλ’ οὐκ ἐναντία ἢ ἀντικείμενα. γίνεται μέντοι ἐκ τῆς ἐκείνων ἐπιβλέψεώς τε καὶ ἐκλογῆς γνώριμα, καὶ τίνα ἐστὶν ἐναντία καὶ ἀντικείμενα ἀλλήλοις.

“因此显而易见,仅凭这些考察本身不能产生任何推论。” 他向我们指出,即使我们假定围绕各个极端项所选取的某些事物互为相反或对立,推论也不会因此就在极端项相互之间产生;因为从中不会产生任何中项,既然相反者或对立者不是同一的;相反,即便在此时,推论也是通过某些事物被发现彼此相同而产生的。因为甚至当这些事物中的某些被假定为互为相反时,推论也将产生,这是因为每当它们中的每一个与某个其他事物相同,与该事物结合并化为一体而成为中项时,〔推论〕便存在,正如我们此前所说。他详述这些,向我们指出:为了推导所提出的任何论题,唯有我们所说的那种对围绕各项所选取的事物的把握才有用,依照这种把握,我们假定某些事物彼此相同,而不是相反或对立。然而,从对那些事物的考察和选取中,何者彼此相反和对立也会变得为人所知。

§2.209

"Συμβαίνει δὴ τοῖς οὕτως ἐπισκοποῦσι προσεπιβλέπειν ἄλλην ὁδὸν τῆς ἀναγκαίας διὰ τὸ λανθάνειν τὴν ταὐτότητα τῶν Β καὶ τῶν Θ." Τοῖς ἐναντία εἶναί τινα τῶν περὶ ἑκατέρου ἐκλελεγμένων ἢ ἀντικείμενα λαμβάνουσι καὶ διὰ τῆς τῶν τοιούτων λήψεως βουλομένοις τινὰ τῶν ἄκρων συναγωγὴν ποιεῖσθαι, οἷον καθόλου ἀποφατικὸν δεικνύναι διὰ τοῦ λαβεῖν ἐναντία εἶναι τὸ Β καὶ τὸ Ζ, συμβαίνει, φησίν, ἄλλην τινὰ καὶ πρὸ τῆς ἀναγκαίας καὶ συλλογιστικῆς ὁδοῦ πρῶτον ἐπιβλέπειν. οἱ γὰρ τὸ Β τῷ Ζ ἐναντίον λαμβάνοντες εἶναι πρὸς τὸ δεῖξαι τὸ Α μηδενὶ τῷ Ε ὑπάρχον τὸ ἀναγκαῖον παρέντες ζητεῖν τε καὶ λαμβάνειν, δι’ οὗ ὁ τοῦ προκειμένου γίνεται συλλογισμός (ἔστι δὲ τοῦτο τὸ λαβεῖν τὸ Β τῷ Θ ταὐτὸν ἢ τὸ Ζ τῷ Δ· ὁ γὰρ αὐτὸς λόγος), ἐπὶ ἄλλην τινὰ πρὸ ταύτης οὐδαμῶς δεικτικὴν τοῦ προκειμένου καθ’ αὑτὴν ὁδὸν τρέπονται,2 ἧς οὐδὲν ὄφελος, εἰ μὴ ληφθείη τὰ προσεχῶς δεικτικὰ τοῦ προκειμένου συμπεράσματα. ἔστι δέ, ἃ προειρήκαμεν· διὰ γὰρ τὸ τινὰ λαμβάνεσθαι ταὐτὰ κἀκεῖνα δοκεῖ δεικνύναι τι. τοῦτο δὲ πάσχουσι διὰ τὸ λανθάνειν αὐτούς, ἢ τίνα τίσιν ἔσται ταὐτά, ἢ τίνα τίσι δεῖ ζητεῖν, εἰ ἔστι τὰ αὐτά.

“因此,对于这样考察的人来说,由于忽视了Β与Θ的同一性,结果便在必要的路径之外附带考察了另一条路径。” 他说,对于那些假定围绕各个极端项所选取的某些事物相反或对立、并希望通过对此类事物的把握在极端项之间得出某种推论的人(例如通过假定Β与Ζ相反来证明全称否定命题),结果便是在必要的且具有推论性的路径之前,首先考察了另一条路径。因为那些为了证明Α不属于任何Ε而假定Β与Ζ相反的人,放过了寻找并假定那件能产生所提出论题之推论的必要之事(这就是假定Β与Θ相同,或者Ζ与Δ相同;因为道理是一样的),反而转向了在此之前的另一条路径,这条路径本身绝不能证明所提出的论题,并且若不假定那些直接证明所提出论题的结论,它就毫无用处。这些就是我们此前所说的事物;因为正是通过某些事物被假定为相同,那些事物才似乎也证明了某种东西。他们之所以陷入这种境地,是由于他们忽视了究竟何者将与何者相同,或者应当就何者与何者探求它们是否相同。

语法注2 条
  1. 2.208οὐκ ἂν ἐναντία ἢ ἀντικείμενα ἀλλήλοις εἶναι λάβωμέν τινα τῶν περὶ ἑκατέρου 〈τῶν〉 ἄκρων ἐκλελεγμένων, οὐ διὰ τοῦτο συλλογισμὸς ἔσται

    句首的 οὐκ 预先呼应了后方主句中的否定词(οὐ διὰ τοῦτο),越过条件从句 ἂν ... λάβωμεν(= ἐὰν λάβωμεν)来否定整个主句(“即使我们假定……,推论也不会因此……”)。这两个 οὐ 并不构成双重否定以表示肯定,而是形成单一的否定判断框架。

  2. 2.209οἱ γὰρ τὸ Β τῷ Ζ ἐναντίον λαμβάνοντες εἶναι ... τὸ ἀναγκαῖον παρέντες ζητεῖν τε καὶ λαμβάνειν ... ἐπὶ ἄλλην τινὰ ... ὁδὸν τρέπονται

    整句的骨干结构是:作为主语的分词短语 οἱ ... λαμβάνοντες 与伴随分词短语 τὸ ἀναγκαῖον παρέντες 先行,最终连接到主要动词 ἐπὶ ἄλλην τινὰ ... ὁδὸν τρέπονται。不定式 ζητεῖν τε καὶ λαμβάνειν 同格修饰 παρέντες 的宾语 τὸ ἀναγκαῖον,括号内的解释(ἔστι δὲ τοῦτο...)进一步拉开了主语与主要动词之间的距离。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:316.27-317.22