- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:315.31-316.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大考察了亚里士多德关于Β通过相反关系与Θ等同的解释,指出了相反者可能共享同一属这一论证缺陷,并提出并探讨了一种替代解释,即通过Η与Δ等同而在第二格和第三格中推导得出特称否定结论。
εἰ δὲ πάντα τὰ μὴ ὑπάρχοντα τῷ Ε ἐπὶ τοῦ Θ ἐστίν, οὐχ ὑπάρχει δὲ αὐτῷ τὸ Β τῷ ἐναντίον μὲν εἶναι τῷ Η μὴ δύνασθαι δὲ τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχειν, οὐχ ὑπάρξει δῆλον ὅτι οὔτε τὸ Η τῷ Α· ἔσται οὖν ταὐτὸν τὸ Η τῷ Δ τινί· οὔτε τὸ Β τῷ Ε· ἔσται οὖν ταὐτὸν πάλιν τὸ Β τῷ Θ τινί· εἰ δὲ τοῦτο, ἔσται ταὐτόν τινι τῶν ἐπὶ τοῦ Θ. δύναται καὶ τοιαύτη ἡ δεῖξις εἶναι εἰλημμένου τοῦ Β τῷ Η ἀντικεῖσθαι·1 ἐπεὶ τὸ Β τῷ Η ἀντίκειται, οὐδενὶ αὐτῷ ὑπάρξει· ἀλλὰ καὶ τὸ Β τῷ Α παντί· οὐδενὶ ἄρα τῷ Η τὸ Α· εἰ δὲ τοῦτο, ἔσται τὸ Η τινὶ τῶν Δ ταὐτόν, οἷς οὐχ ὑπάρχει τὸ Α· ἔσται δὴ τὸ Α τῷ Η οὐδενί, τὸ δὲ Ε τῷ Η παντί· συναχθήσεται ἐκ τούτων ἐν τρίτῳ σχήματι τὸ Α τινὶ τῷ Ε μὴ ὑπάρχειν. δεήσει δὲ γεγράφθαι τὸ γὰρ Β τῷ μὲν Α παντὶ τῷ δὲ Η οὐδενί.2 ἢ οὖν τὸ Η ταὐτὸν ἔσται τινὶ τῶν Δ, ὡς εἶπον, ἢ τὸ Β τινὶ τῶν Θ, ὡς αὐτὸς λέγει. εἰ γὰρ τὸ Β ληφθείη μηδενὶ τῶν Ε,3 δῆλον ὡς τὸ αὐτὸ ἔσται τινὶ τῶν Θ· ταῦτα γὰρ ἦν τὰ μὴ ὑπάρχοντα τῷ Ε. τὸ γὰρ Β τῷ μὲν Α παντὶ τῷ δὲ Ε οὐδενί. δύναται τὸ Β τῷ Ε οὐδενί, διότι, εἰ ἐναντίον ἐστὶ τῷ Η, ᾧ παντὶ τὸ Ε, οὐδενὶ αὐτῷ τὸ Ε ὑπάρξει· εἰ δὲ τὸ Ε τῷ Β μηδενί, καὶ τὸ Β τῷ Ε οὐδενί. εἰ δὲ τὸ Β οὐδενὶ τῷ Ε, ταὐτὸν ἔσται τινὶ τῷ Θ. οὕτως δὲ ἐχουσῶν τῶν προτάσεων καθόλου ἀποφατικὸν ἀλλ’ οὐκ ἐπὶ μέρους γίνεται τὸ συμπέρασμα. ἢ οὐκ ἀληθὲς τὸ ληφθὲν τὸ εἰ ἐναντίον ἐστὶ τῷ Η τὸ Β, εἰ τῷ Η παντὶ τὸ Ε, τῷ Β οὐδενὶ τὸ Ε. οὐδὲ γὰρ ἐπεὶ ἐναντίον ἐστὶ τὸ μέλαν τῷ λευκῷ, ᾧ παντὶ ὑπάρχει τὸ χρῶμα, διὰ τοῦτο τὸ χρῶμα οὐδενὶ μέλανι· τῶν γὰρ ἐναντίων ταὐτὸν εἶναι γένος οὐ κεκώλυται. μήποτ’ οὖν ἐκ τῶν κειμένων οὐ τὸ Β ταὐτὸν γίνεται4 τινὶ τῶν Θ τῶν μὴ ὑπαρχόντων τῷ Ε, ἀλλὰ τὸ Η τινὶ τῶν Δ, ἃ οὐχ ὑπῆρχε τῷ Α. εἰ γὰρ τὸ Β παντὶ μὲν τῷ Α οὐδενὶ δὲ τῷ Η, τὸ Α οὐδενὶ τῷ Η· οὐδὲ τὸ Η ἄρα οὐδενὶ τῷ Α· ἦν δὲ τὰ μὴ ὑπάρχοντα τῷ Α τὰ Δ. οὕτως δὲ καὶ πρὸ ὀλίγου ἐδείχθη τὸ Α τινὶ τῷ Ε μὴ ὑπάρχον τῷ τινὶ τῶν Δ ταὐτὸν ληφθῆναι τὸ Η. οὕτως δὲ τὸ μὲν Α μηδενὶ τῷ Η διὰ τοῦ δευτέρου δειχθήσεται σχήματος· ὅτι μέντοι τινὶ τῷ Ε οὐχ ὑπάρχει, διὰ τρίτου. τὸ μὲν γὰρ Α οὐδενὶ τῷ Η, τὸ δὲ Ε παντὶ τῷ Η· εἰ δὲ τοῦτο, καὶ τὸ Η τινὶ τῷ Ε.
而如果不属于Ε的一切事物都在Θ列中,并且Β由于与Η相反且相反者不能同属于一物而不属于它,那么显然Η也不属于Α;因此Η将与某一个Δ相同;Β也不属于Ε;因此Β又将与某一个Θ相同;而如果这样,它将与Θ列中的某一个相同。如果假定Β与Η对立,证明也可以是这样的:既然Β与Η对立,它将不属于它的任何部分;但Β也属于一切Α;所以Α不属于任何Η;如果这样,Η将与Α所不属于的Δ中的某一个相同;这样,Α将不属于任何Η,而Ε属于一切Η;根据这些,将在第三格中推导得出Α不属于某些Ε。但是需要写成:“因为Β属于一切Α,而不属于任何Η。”因此,或者如我所说,Η将与Δ中的某一个相同,或者如他本人所说,Β将与Θ中的某一个相同。因为如果假定Β不属于Ε中的任何事物,显而易见它将与Θ中的某一个相同;因为这些就是不属于Ε的事物。因为Β属于一切Α,而不属于任何Ε。Β能够不属于任何Ε,这是因为,如果它与Ε所属于其全部的Η相反,那么Ε将不属于它[=Β]的任何部分;而如果Ε不属于任何Β,Β也不属于任何Ε。如果Β不属于任何Ε,它将与某一个Θ相同。但在前提处于这种情况下,结论成为全称否定而不是特称的。或者,所假定的并不真实,即“如果Β与Η相反,且Ε属于一切Η,则Ε不属于任何Β”。因为,并不是由于黑与白(颜色属于其全部)相反,颜色就因此而不属于任何黑;因为并不妨碍相反者拥有同一属。那么,莫非由所设定的前提得出的,并不是Β与不属于Ε的Θ中的某一个相同,而是Η与不曾属于Α的Δ中的某一个相同吗?因为如果Β属于一切Α而不属于任何Η,则Α不属于任何Η;因此Η也不属于任何Α;而不属于Α的事物就是Δ。这样,在不久之前,通过取Η与Δ中的某一个相同,也指明了Α不属于某些Ε。而通过这种方式,Α不属于任何Η将通过第二格得到证明;但是,它不属于某些Ε,则将通过第三格得到证明。因为Α不属于任何Η,而Ε属于一切Η;如果这样,Η也属于某些Ε。
- 2.207δύναται καὶ τοιαύτη ἡ δεῖξις εἶναι εἰλημμένου τοῦ Β τῷ Η ἀντικεῖσθαι
短语 εἰλημμένου τοῦ Β... 是独立属格结构,在此作状语表示条件或前提(“一旦假定……”)。主句的主语是 ἡ δεῖξις,谓语是 δύναται εἶναι。
- 2.207δεήσει δὲ γεγράφθαι τὸ γὰρ Β τῷ μὲν Α παντὶ τῷ δὲ Η οὐδενί
无人称动词 δεήσει 带完成时被动不定式 γεγράφθαι 作其主语。紧随的引用性短语 τὸ γὰρ Β... 是名词化的短句,指示文本中理应写出的内容。
- 2.207ἢ οὐκ ἀληθὲς τὸ ληφθὲν τὸ εἰ ἐναντίον ἐστὶ τῷ Η τὸ Β, εἰ τῷ Η παντὶ τὸ Ε, τῷ Β οὐδενὶ τὸ Ε
名词化分词 τὸ ληφθέν 作主语,与表语形容词 οὐκ ἀληθές 搭配。第二个定冠词 τὸ 将紧随其后的整个条件句(εἰ ἐναντίον ἐστὶ...)名词化,作为 τὸ ληφθέν 的同位语。
- 2.207μήποτ’ οὖν ἐκ τῶν κειμένων οὐ τὸ Β ταὐτὸν γίνεται
小词 μήποτε 用于表达委婉的质疑或推测性主张(“难道不是……”)。否定词 οὐ 直接否定 τὸ Β...,与后文的 ἀλλὰ τὸ Η...(“而是Η……”)构成对举。
