← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§315.1-315.31

不相容项推导否定结论与第二格结构

亚历山大注解《前分析篇》45a9,论证当随顺于Α的Β与Ε所随顺的Η互不相容时,特称否定结论的得出并非仅仅由于相反性,而是通过第二格推论结构(Β属于一切Α而不属于某些Ε),随后提出了将其理解为全称否定的另一种解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.207#1

" Πάλιν εἰ τὸ Β καὶ τὸ Η μὴ ἐγχωρεῖ τῷ αὐτῷ παρεῖναι, ὅτι τινὶ οὐχ ὑπάρξει τῷ Ε τὸ Α." Δείξας ἐπὶ τῶν ἀμφοτέροις ἑπομένων, τῷ τε Α καὶ τῷ Ε, εἰ ἐναντία ταῦτα εἴη καὶ μὴ ἐνδεχόμενα ἅμα τῷ αὐτῷ, τὸ Α μηδενὶ τῷ Ε ὑπάρχον, οὐ μὴν διὰ τὸ ἐναντία τὰ Β, Ζ ἀλλήλοις εἶναι ἀλλὰ διὰ τὸ ἢ τὸ Β ταὐτὸν εἶναι τῷ Θ, ὃ οὐχ ὑπῆρχε τῷ Ε, ἢ τὸ Ζ τῷ Δ, ὃ πάλιν οὐδὲ αὐτὸ ὑπῆρχε τῷ Α, νῦν δείκνυσιν, ὅτι, κἂν ληφθῇ τὸ Β τὸ ἑπόμενον τῷ Α ἐναντίον εἶναι1 τῷ Η, ᾧ εἵπετο τὸ Ε, ὅτι τινὶ μὲν οὐχ ὑπάρχει τὸ Α τῷ Ε, οὐ μὴν διὰ τὸ ἐναντία μὲν εἶναι τὸ Β καὶ τὸ Η ἕπεσθαι δὲ τῷ μὲν Α τὸ Β τῷ δὲ Η τὸ Ε· οὐ γὰρ συλλογιστικὴ ἡ τοιαύτη λῆψις τῶν προτάσεων τῷ μηδένα μέσον καὶ κοινὸν ὅρον εἰλῆφθαι· ἀλλ’ ἔσται συναγόμενον τὸ Α τινὶ μὴ ὑπάρχον τῷ Ε ἐν δευτέρῳ σχήματι τῷ τὸ Β τῷ μὲν Α παντὶ ὑπάρχειν τῷ δὲ Ε τινὶ μή. ᾧ γὰρ ὑπῆρχε τὸ Η τοῦ Ε, τούτῳ τὸ Β ἐναντίον 〈ὂν〉 τῷ Η οὐχ ὑπάρξει· τινὶ δὲ τῷ Ε τὸ Η ὑπῆρχεν· οὕτω γὰρ ἀντιστρέφει τὸ καθόλου καταφατικόν· ὥστε καὶ τὸ Β τινὶ αὐτῷ οὐχ ὑπάρχει· ἐναντίον γὰρ τῷ Η ἐλήφθη. ἐπεὶ δὲ ἀληθές ἐστι τὸ ἐπὶ μέρους ἀποφατικὸν καὶ διὰ τὸ καθόλου ἀποφατικόν (κἂν γὰρ μηδενί) καὶ τὸ μηδενὶ ὑπάρχον τινὶ μὴ ὑπάρχειν, ἂν ληφθῇ τὸ Β τῷ Θ τινὶ ταὐτόν, καὶ τὸ Β οὐδενὶ τῷ Ε ὑπάρξει· οὕτω δὲ καὶ τὸ Α οὐδενὶ τῷ Ε ὑπάρχει· εἰ δὲ οὐδενὶ αὐτῷ, ὑπάρξει καὶ τινὶ οὔ. κειμένου δὴ τοῦ Β τῷ μὲν Α παντὶ τῷ δὲ Ε τινὶ μή, γίνεται συζυγία ἐν δευτέρῳ σχήματι ἡ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεικνύουσα τὸ Α τινὶ τῷ Ε μὴ ὑπάρχον. αὐτὸς δὲ ἀντὶ τοῦ ‘τινὶ μή’ τὸ ‘μηδενί’ ἔλαβε διὰ τὰ εἰρημένα. ἢ τὸ λεγόμενον τοιοῦτόν ἐστιν· εἰ εἴη κείμενον, ᾧ τὸ Η τινὶ ὑπάρχει, τούτῳ μηδενὶ τὸ Β, ἔσται τὸ μὲν Β τῷ Θ ταὐτόν, καὶ καθόλου τε ἀποφατικὴ ἡ Β πρότασις καὶ τὸ συμπέρασμα ὁμοίως τὸ Α καθόλου ἀποφατικόν. τὸ δὲ ὅτι τινὶ οὐχ ὑπάρξει τὸ Α οὐκ ἂν εἴη εἰρημένον ὡς ἐπὶ μέρους ἀποφατικοῦ συναχθησομένου, ἀλλ’ ἀντὶ τοῦ ‘ὅτι οὐ τινὶ ὑπάρξει τὸ Α’·2 τῷ γὰρ Ε οὐχ ὑπάρχει τὸ Α. ὅτι δὲ τὸ Β, εἰ μὴ τῷ Ε ὑπάρχοι, ταὐτὸν ἔσται τινὶ τῶν Θ, ἔδειξεν εἰπὼν πάντα γὰρ εἴληπται τὰ μὴ ἐνδεχόμενα τῷ Ε ὑπάρχειν, δῆλον ὅτι ἐπὶ τοῦ Θ· τοῦτο γὰρ οὐ προσέθηκεν ὡς ὂν δῆλον.

“再次,如果Β与Η不能同属于一物,那么Α将不属于某些Ε。” 在指明了就随顺于两端项(即Α与Ε)的项而言,如果它们是相反的且不能同时属于同一物,则Α不属于任何Ε——然而这绝不是因为Β与Ζ彼此相反,而是因为或者Β与不曾属于Ε的Θ相同,或者Ζ与自身同样不曾属于Α的Δ相同——之后,他现在指明,即使取随顺于Α的Β与Ε所随顺的Η相反,Α固然不属于某些Ε,但这绝不是因为Β与Η相反且Β随顺于Α而Ε随顺于Η;因为由于没有选取任何中项和共同项,这样选取前提并不能构成推论;而是,Α不属于某些Ε将在第二格中被推导出来,其根据在于Β属于一切Α而不属于某些Ε。因为对于Ε中Η所属于的那部分,作为与Η相反者的Β将不属于它;而Η属于某些Ε(因为全称肯定命题是以这种方式换位的);从而Β也不属于它的某些部分;因为Β被假定为与Η相反。但是,由于特称否定命题也能由于全称否定命题而为真(因为即使属于无一物),且属于无一物者亦不属于某些,所以如果取Β与某一个Θ相同,则Β也将不属于任何Ε;这样一来,Α也不属于任何Ε;而如果它不属于它的任何部分,它也将不属于某些。因此,当设定Β属于一切Α而不属于某些Ε时,在第二格中便形成了一个通过归谬法证明Α不属于某些Ε的组合。但是,由于上述原因,他本人用了“不属于任何”来代替“不属于某些”。或者,所说的话是这个意思:如果设定凡是Η属于其某些的事物,Β都不属于其任何部分,那么Β将与Θ相同,从而Β前提是全称否定的,而结论Α也同样是全称否定的。至于“Α将不属于某些”,并不是作为将要推导出的特称否定命题而被说出的,而是用来代替“Α将不属于任何一个”;因为Α根本不属于Ε。至于如果Β不属于Ε,它就将与Θ中的某一个相同,这是他通过说“因为不能属于Ε的一切事物都已被选取”指明了的,显而易见这是指关于Θ而言;因为他并未补充这一点,乃是由于它是显而易见的。

语法注2 条
  1. 2.207νῦν δείκνυσιν, ὅτι, κἂν ληφθῇ τὸ Β τὸ ἑπόμενον τῷ Α ἐναντίον εἶναι τῷ Η, ᾧ εἵπετο τὸ Ε, ὅτι τινὶ μὲν οὐχ ὑπάρχει τὸ Α τῷ Ε, οὐ μὴν διὰ τὸ ἐναντία μὲν εἶναι

    在主要动词 δείκνυσιν 之后由 ὅτι 引导的名词性从句,在插入了一个条件句(κἂν ληφθῇ...)之后,通过重复的 ὅτι(ὅτι τινὶ μὲν οὐχ ὑπάρχει...)得以恢复。第二个 ὅτι 并不引导新的从属从句,而是对前面 ὅτι 从句主要内容的复述与接续。

  2. 2.207ἀλλ’ ἀντὶ τοῦ ‘ὅτι οὐ τινὶ ὑπάρξει τὸ Α’

    否定词 οὐ 紧置于不定代词 τινί 之前,通过对不定代词本身的否定表达全称否定(“不属于任何一个”= οὐδενί)。此处提出了一个替代解释,将亚里士多德原文中常规的特称否定表述(τινὶ οὐχ ὑπάρξει,“将不属于某些”)理解为代替了具有全称否定含义的语序(οὐ τινί = μηδενί)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:315.1-315.31