- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:314.7-314.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解亚里士多德45a4,论证即使通过选取随顺于极端项的相反项得出推论,推论的成立也并非基于相反关系本身,而是还原为第二格的项筛选方式(中项的一致)。
" Οἷον εἰ τὸ Β καὶ τὸ Ζ ἢ ἐναντία ἢ μὴ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν." Δείκνυσιν, ὅτι καὶ ὅταν ἐναντία λαβόντες τινὰ ἀλλήλοις εἶναι1 τῶν περὶ ἑκατέρου τῶν ἄκρων ἐκλελεγμένων ἢ ὅλως ἀντικείμενα δεικνύωμέν τι καὶ συλλογιζώμεθα, ὅτι καὶ τότε οὐ διὰ τὸ τὰ ἐναντία ἢ ἀντικείμενα εἰλῆφθαι ὁ συλλογισμὸς ἀλλὰ διὰ τὸ τινά, ὧν προειρήκαμεν ἡμεῖς ἐκλογῶν, ἀληθῆ εἶναι. εἰ γάρ τις λαβὼν τὸ Β (τοῦτο δ’ ἦν ἑπόμενον τῷ Α)2 ἐναντίον εἶναι τῷ Ζ, ὃ ἦν τῷ Ε ἑπόμενον, δεικνύοι, ὅτι μηδενὶ τῷ Ε τὸ Α ὑπάρχει, οὐ δι’ ἄλλο τι τοῦτο δείξει συναγόμενον ἢ δι’ ὃν ἡμεῖς εἰρήκαμεν τρόπον. εἰ γὰρ τὸ Ζ καὶ τὸ Β εἴη ἐναντία, ἀμφοτέροις, τῷ τε Ε καὶ τῷ Α, ἑπόμενα, ἀδύνατα ἂν εἴη ἀμφότερα τῷ αὐτῷ, ἢ τῷ Α ἢ τῷ Ε, ὑπάρχειν· δῆλον γὰρ ὡς τὸ Β τῷ μὲν Α παντὶ ὑπάρξει, τῷ δὲ Ε οὐκ ἂν ἐνδέχοιτο αὐτὸ ὑπάρχειν ἐναντίον γε ὂν τοῖς ἑπομένοις αὐτῷ· ταῦτα δ’ ἦν τὰ Ζ· ἀλλὰ μὴν τὰ μὴ ὑπάρχοντα τῷ Ε τὰ Θ ἦν· τὸ ἄρα Β τινὶ τῶν Θ ἔσται ταὐτόν. οὕτως γὰρ παντὶ μὲν τῷ Α τὸ Β τῷ Θ ὂν ταὐτόν, τῷ δὲ Ε οὐδενὶ τὸ Θ ὑπάρξει· οὗτος δέ ἐστιν εἷς τῆς ἐκλογῆς τῶν προειρημένων ὑφ’ ἡμῶν τρόπος. ἐπεὶ ἄν γε ληφθῇ τὸ μὲν Β παντὶ τῷ Α τὸ δὲ Ζ παντὶ τῷ Ε, ἐναντίον δὲ ᾖ τὸ Β τῷ Ζ, ἐκ τούτων οὐδὲν οἷόν τε προσεχῶς συναχθῆναι· οὐδὲ γὰρ μέσος τις ὅρος ἐν ταῖς προτάσεσιν εἴληπται. εἰ γὰρ τὸ μὲν λευκὸν χιόνι τὸ δὲ μέλαν ἐναντίον ὂν τῷ λευκῷ πίττῃ, χιὼν μὲν οὐδεμία πίττῃ, οὐ μὴν ἐκ τῶν κειμένων, ἐπειδὴ μὴ εἴληπταί τι κοινόν, ἀλλὰ τῷ τὸ Β τὸ ἑπόμενον τῷ Α ταὐτὸν εἶναι τῷ Θ, ὃ οὐχ οἷόν τε ὑπάρχειν τῷ Ε, ἢ πάλιν τὸ Ζ, ὃ ἦν ἑπόμενον τῷ Ε, ταὐτὸν εἶναι τῷ Δ, ὃ μὴ ἐνδέχεται τῷ Α. οὕτω γὰρ τὸ αὐτὸ τῷ μὲν ἑτέρῳ αὐτῶν ὑπάρξει παντὶ τῷ δὲ ἑτέρῳ οὐδενί, καὶ ἔσται συλλογισμός, καθ’ ὃν τρόπον εἰρήκαμεν, ἐν δευτέρῳ σχήματι· δεῖ γὰρ τὸ λευκὸν ταὐτόν τινι εἶναι τῶν μὴ ἐνδεχομένων πίττῃ ὑπάρχειν, ἵν’ οὕτως ᾖ συλλογισμός, ἀλλ’ οὐχ ἁπλῶς [ὡς] ἐναντίον τῷ μέλανι, ὃ ὑπάρχει τῇ πίττῃ.
“例如,如果Β与Ζ或是相反的,或是不能同属于一物。” 他指明,即使当我们通过选取关于两个极端项各自所筛选出的项中某些彼此相反的项,或者完全是对立的项,来证明某种结论并进行推论时,推论的成立哪怕在那时也绝不是因为选取了相反项或对立项,而是因为我们此前所述的筛选法中的某一种是真实的。因为,如果某人通过选取Β(这是随顺于Α的项)与Ζ(这是随顺于Ε的项)相反,来证明Α不属于任何Ε,那么他证明这一结论被推导出来,绝不是通过别的途径,而只能是通过我们所说的方式。因为如果Ζ与Β是相反的,分别随顺于Ε和Α二者,那么二者就不可能同属于一物,无论是属于Α还是属于Ε;因为显而易见的是,Β将属于一切Α,但它绝不可能属于Ε,至少因为它与随顺于Ε的项相反,而这些项就是Ζ;然而不属于Ε的项乃是Θ;因此Β将与Θ中的某一项相同。因为这样一来,Β与Θ相同并属于一切Α,而Θ则不属于任何Ε;而这正是我们此前所述的筛选方式之一。因为如果至少把Β取为属于一切Α,把Ζ取为属于一切Ε,且Β与Ζ相反,那么从这些前提出发是不可能直接推导得出任何结论的;因为在前提中并未选取任何中项。因为如果白属于雪,而与白相反的黑属于沥青,那么虽然没有任何雪属于沥青,但这绝非从既定前提出发得出的(因为并未选取任何共同项),而是由于随顺于Α的Β与不能属于Ε的Θ相同,或者反过来,随顺于Ε的Ζ与不能属于Α的Δ相同。因为这样一来,同一项将属于它们之中的一方的全部,而不属于另一方的任何部分,从而按照我们所说的方式在第二格中形成推论;因为白必须与不能属于沥青的事物中的某一个相同,才能以此方式形成推论,而绝不仅仅是因为它与属于沥青的黑相反。
- 2.206Δείκνυσιν, ὅτι καὶ ὅταν ἐναντία λαβόντες τινὰ ἀλλήλοις εἶναι τῶν περὶ ἑκατέρου τῶν ἄκρων ἐκλελεγμένων ἢ ὅλως ἀντικείμενα δεικνύωμέν τι καὶ συλλογιζώμεθα, ὅτι καὶ τότε οὐ διὰ τὸ τὰ ἐναντία ἢ ἀντικείμενα εἰλῆφθαι ὁ συλλογισμὸς ἀλλὰ διὰ τὸ τινά, ὧν προειρήκαμεν ἡμεῖς ἐκλογῶν, ἀληθῆ εἶναι.
在动词 Δείκνυσιν 之后引导宾语从句的 ὅτι 在插入的条件时间从句(καὶ ὅταν ... συλλογιζώμεθα)之后被重复使用(ὅτι καὶ τότε...,即赘语性复出)。在后半句 διὰ τὸ τινά, ὧν προειρήκαμεν ἡμεῖς ἐκλογῶν, ἀληθῆ εἶναι 中,ὧν 与先行词 ἐκλογῶν 发生了格同化(包含先行词于关系节内),意思是“因为我们此前所述的筛选法之中的某些项是真实的”。
- 2.206οὐ μὴν ἐκ τῶν κειμένων, ἐπειδὴ μὴ εἴληπταί τι κοινόν, ἀλλὰ τῷ τὸ Β τὸ ἑπόμενον τῷ Α ταὐτὸν εἶναι τῷ Θ, ὃ οὐχ οἷόν τε ὑπάρχειν τῷ Ε, ἢ πάλιν τὸ Ζ, ὃ ἦν ἑπόμενον τῷ Ε, ταὐτὸν εἶναι τῷ Δ, ὃ μὴ ἐνδέχεται τῷ Α.
在省略句 οὐ μὴν ἐκ τῶν κειμένων 中省略了推导的动词(“但并非从给定的前提出发得出”)。随后的 ἀλλὰ τῷ ... ταὐτὸν εἶναι 是表示原因或手段的带冠词与格不定式短语,与介词短语 ἐκ τῶν κειμένων 形成并列对比(“并非由于前提,而是由于……是同一的”)。
