← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§313.11-314.6

对立项的筛选与对亚里士多德文本的省略解释

亚历山大整理了字母项(Ζ、Γ、Δ、Θ、Η)之间的对立关系,并对亚里士多德关于不同或相反项的表述进行解释,指出原文具有省略性,其实质在于说明相反项的筛选对于发现中项并无直接用处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.205#2

εἰ μὲν γὰρ τὰ Ζ, Γ τὰ αὐτά, δῆλον ὡς ἀντικείμενα γίνεται τὸ μὲν Ζ τὸ ἑπόμενον τῷ Ε τῷ Δ, ᾧ οὐχ ὑπάρχει τὸ Α (ὡς γὰρ τῷ Α τὸ Δ οὐχ ὑπάρχει, οὕτως οὐδὲ τῷ Γ, ᾧ ἕπεται τὸ Α· ὡς οὖν τὸ Γ τῷ Δ ἀντίκειται, οὕτως καὶ τὸ Ζ ἐστὶν αὐτῷ ἀντικείμενον ταὐτὸν ὂν τῷ Γ· τῷ μὲν γὰρ Γ ἕπεται τὸ Α, τῷ δὲ Δ οὔ, διὸ ἀντίκειται· οὕτως καὶ τὸ Ζ ἔσται τῷ Δ ἀντικείμενον), ἀλλὰ καὶ τὸ Γ τῷ Θ διὰ τὸ αὐτό. εἰ δὲ τὰ Γ, Η πάλιν εἴη τὰ αὐτά, ἔσται ἀντικείμενα τὸ μὲν Γ τῷ Θ τὸ δὲ Η τῷ Δ. Δύναται τὸ εἰρημένον διὰ τῆς λέξεως τῆς δῆλον δὲ καὶ ὁποῖα ταὐτὰ ληπτέον κατὰ τὴν ἐπίσκεψιν καὶ ὁποῖα ἕτερα ἢ ἐναντία ὡς ἴσον εἰρῆσθαι τῷ ‘δῆλον δὲ ἐκ τῶν εἰρημένων καὶ τίνα χρείαν παρέχεται τά τε ταὐτὰ ἐκ τῶν ἐκλεγομένων ληφθέντα, καθ’ ὃν ὑφηγήμεθα τρόπον, καὶ εἰ ἐξ αὐτῶν λαμβάνοιτο τὰ ἐναντία ἀλλήλοις ἢ τὰ ἀντικείμενα’. οὐ γὰρ συλλογιστικὴ ἡ τῶν τοιούτων ἐκλογή, ὡς δείκνυσι διά τε τοῦ παραστῆσαι, ὅτι1 τῆς τοῦ μέσου ὅρου εὑρέσεως χάριν ἡ ἐπίσκεψις γίνεται, δεῖ δὲ τὸν μέσον ὅρον ἕνα καὶ τὸν αὐτὸν εἶναι, οὐ γίνεται δὲ τὰ ἐναντία ἀλλήλοις ἕν, καὶ διὰ τοῦτο, ὅτι καὶ ἐν οἷς συμβαίνει γίνεσθαί τινα συλλογισμὸν ληφθέντων τινῶν ἐναντίων εἶναι ἀλλήλοις ἐκ τῶν περὶ ἑκατέρου ἐκλελεγμένων, καθ’ ὃν πεποιήμεθα τὴν ἐκλογὴν τρόπον, ἢ μὴ ἐνδεχομένων τῷ αὐτῷ ὑπάρχειν, τοῦτ’ ἔστιν ἀντικειμένων, ἃ εἶπεν ἐν τοῖς ἐπάνω ἕτερα ἢ ἐναντία, ὑποπίπτει καὶ ταῦτα τῇ προειρημένῃ ὑφ’ ἡμῶν ἐκλογῇ, καθ’ ἣν ἐδείκνυμεν καὶ ἐλαμβάνομεν ταὐτά τινα τῶν περὶ ἑκάτερον ἐκλελεγμένων· καὶ γὰρ ταῦτα οὐ δι’ ἄλλο τι εὑρεθήσεται συνάγοντα καὶ συλλογιζόμενά τι ἢ διά τινα τῶν προειρημένων ἡμῖν ἐκλογῶν. ἡ δὲ λέξις ἐνδεῶς ἔχει· λείπειν γὰρ δοκεῖ τῷ καὶ ὁποῖα ἕτερα ἢ ἐναντία τὸ μὴ εἶναι μέντοι τὴν τούτων ἐκλογὴν χρήσιμον2 προηγουμένως πρὸς τὴν εὕρεσιν τῶν προτάσεων. τὸ γὰρ ἐπιφερόμενον τῇ λέξει ἔλεγε τὸ εἶτα ἐν ὅσοις καὶ συμβαίνει γίνεσθαι συλλογισμὸν τῷ ληφθῆναι ἐναντία ἢ μὴ ἐνδεχόμενα τῷ αὐτῷ ὑπάρχειν, εἰς τοὺς προειρημένους ἅπαντα ἀναχθήσεται τρόπους. αὕτη γὰρ ἡ λέξις μηνύει, ὅτι τοιοῦτον λείπει τῇ προειρημένῃ λέξει τῇ δῆλον δὲ καὶ ὁποῖα ταὐτὰ ληπτέον κατὰ τὴν ἐπίσκεψιν καὶ ὁποῖα ἕτερα ἢ ἐναντία, τὸ μὴ εἶναι μέντοι τὴν τούτων ἐκλογὴν χρήσιμον. καὶ εἴη ἂν οὕτως τὸ κατάλληλον σώζουσα·3 δῆλον δὲ καὶ ὅτι ὁποῖα ταὐτὰ ληπτέον κατὰ τὴν ἐπίσκεψιν, καὶ οὐχ ὁποῖα ἕτερα ἢ ἐναντία.

因为如果Ζ与Γ是同一的,显而易见,随顺于Ε的Ζ便与Α所不属于的Δ成为对立的(因为正如Δ不属于Α,它同样也不属于Α所随顺的Γ;因此正如Γ与Δ对立,与Γ同一的Ζ也同样与Δ对立;因为Α随顺于Γ,但不随顺于Δ,所以是对立的;如此一来,Ζ也将与Δ对立),而且基于同样的原因,Γ也与Θ对立。如果Γ与Η又是同一的,那么Γ将与Θ对立,而Η将与Δ对立。通过“同样显然的是,在考察中应当将哪些种类的事物取为同一,以及哪些种类是不同的或相反的”这一文句所表达的意思,可以等同于说:“从前述诸事中也显然可知,按照我们所指示的方式从所筛选出的各项中取为同一的事物提供了何种用处,以及若从中取彼此相反或对立的事物又提供了何种用处”。因为选取此类事物并不能产生推论,正如他所指明的那样:一方面是通过指明考察是为了发现中项而进行的,而中项必须是唯一且同一的,但彼此相反的事物不能成为一体;另一方面则是通过这一点:即哪怕在某些情况下,按照我们进行筛选的方式,通过从关于各极端项筛选出的项中选取某些彼此相反或不能同属于一物的事物——即对立的事物,他在上文称之为不同的或相反的事物——而碰巧产生了某种推论,这些情况也归属于我们此前所述的筛选法之下,按照该方法我们证明并选取了关于各极端项筛选出的某些项作为同一项;因为这些情况也绝不会因别的缘故、而正是通过我们此前所述的某种筛选法,才会被发现能够得出结论并进行推论。但这一文句是有所缺失的;因为在“以及哪些种类是不同的或相反的”之后,似乎缺少了“然而对这些项的选取对于发现前提并不是首要地有用的”。因为紧接在该文句之后的文字说道:“其次,在所有因选取相反的或不能同属于一物的事物而碰巧产生推论的情况下,一切都将被还原为前述各格”。因为这段文字表明,在前述文句“同样显然的是,在考察中应当将哪些种类的事物取为同一,以及哪些种类是不同的或相反的”之中,缺少了诸如“然而对这些项的选取并不是有用的”这样的表述。这样一来,它便能保持符合结构的连贯性:“同样显然的是,在考察中应当取同一的那类事物,而不〔应当取〕不同的或相反的那类事物”。

语法注3 条
  1. 2.205οὐ γὰρ συλλογιστικὴ ἡ τῶν τοιούτων ἐκλογή, ὡς δείκνυσι διά τε τοῦ παραστῆσαι ... καὶ διὰ τοῦτο, ὅτι

    主句断言“此类项的筛选不能产生推论”,随后由 ὡς δείκνυσι 引出的证明理由通过 διά τε τοῦ παραστῆσαι 与 καὶ διὰ τοῦτο, ὅτι 两个平行的介词短语展开。在后一个 ὅτι 从句中,经过长串条件性背景(καὶ ἐν οἷς συμβαίνει ...)后,核心句归结为主句动词 ὑποπίπτει καὶ ταῦτα。

  2. 2.205λείπειν γὰρ δοκεῖ τῷ καὶ ὁποῖα ἕτερα ἢ ἐναντία τὸ μὴ εἶναι μέντοι τὴν τούτων ἐκλογὴν χρήσιμον

    在依从于非人称动词 δοκεῖ 的不定式结构中,引用语 τῷ καὶ ὁποῖα ἕτερα ἢ ἐναντία 作 λείπειν 的与格补足语,带冠词不定式短语 τὸ μὴ εἶναι ... χρήσιμον 则作其真正主语,结构为“在X短语中似乎缺少了Y这一内容”。

  3. 2.205καὶ εἴη ἂν οὕτως τὸ κατάλληλον σώζουσα

    主语为前文提及的 λέξις(文句)。εἴη ἂν ... σώζουσα 是由祈愿语气与分词构成的迂回潜在结构(“将保持……”),直接宾语 τὸ κατάλληλον 为语法与修辞学术语,指“句法上的呼应连贯”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:313.11-314.6