← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§312.17-313.11

作为中项的同一项与相反项的选取

亚历山大就《前分析篇》44b38进行注释,解释了亚里士多德为何不仅提及选取同一项的标准,还提及认识不同与相反的项;他说明对相反项的把握伴随着对同一项的认识,而构成推论的首要目标仍在于选取同一之项以确立统一的中项。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.205#1

" Δῆλον δέ, ὅτι καὶ ὁποῖα ταὐτὰ ληπτέον κατὰ τὴν ἐπίσκεψιν καὶ ὁποῖα ἕτερα ἢ ἐναντία." Δείξας, τίνα οὐ χρὴ συγκρίνειν ἀλλήλοις καὶ ὡς ταὐτὰ λαμβάνοντας συντιθέναι διὰ τὸ μηδένα ἐξ αὐτῶν οὕτως ληφθέντων γίνεσθαι συλλογισμόν, φησίν, ὅτι καὶ τίνα χρὴ ταὐτὰ ἀλλήλοις πρὸς τὸ συλλογίζεσθαι τῶν προβλημάτων τι, δῆλον1 ἡμῖν ἐγένετο. προστίθησι δὲ τὸ καὶ ὁποῖα ἕτερα ἢ ἐναντία, ὧν οὐδαμοῦ ἐμνημόνευσεν ἐν τοῖς προειρημένοις. ὃ δὲ λέγει, τοιοῦτον ἂν εἴη· ἐξ ὧν, φησίν, εἰρήκαμεν (εἰρήκαμεν δὲ περὶ τοῦ ποῖα δεῖ ταὐτὰ λαμβάνοντα καθ’ ἕκαστον πρόβλημα τὸν τοῦ προειρημένου δεικτικὸν συλλογισμὸν ποιεῖν), ἔστι δὴ ἐκ τούτων δῆλον καὶ ὁποῖα δεῖ τῶν ἐκλελεγμένων ἕτερα ἀλλήλων λαμβάνειν ἢ καὶ ἐναντία· ἕπεται γὰρ τῇ γνώσει τῶν ὁμοίων τε καὶ τῶν αὐτῶν καὶ ἡ τῶν ἑτέρων τε καὶ ἐναντίων γνῶσις. ὅταν γὰρ ᾖ τὸ ἑπόμενόν τινι ταὐτὸν τῶν μὴ ὑπαρχόντων τινί, δῆλον ὡς τοῦτο ἅμα καὶ ἐναντίον ἐστί τινι τῶν ἑπομένων ἐκείνῳ. οἷον εἰ τὸ Β τὸ ἑπόμενον τῷ Α ταὐτόν ἐστί τινι τῶν Θ, ἃ οὐχ ὑπάρχει τῷ Ε, δῆλον ὡς καὶ τῶν Ζ τῶν ἑπομένων τῷ Ε τινὶ ἢ ἀντίκειται ἢ ἐναντίον ἐστὶ τὸ Β ὡς καὶ τὸ Θ, εἴ γε τὰ μὲν ἑπόμενά τινι τοῖς μὴ ὑπάρχουσι τῷ αὐτῷ ἐναντία ἐστὶν ἢ ἀντικείμενα· τούτοις δὲ τοῖς μὴ ὑπάρχουσι τῷ Ε ταὐτόν ἐστι τὸ Β τὸ τῷ Α ἑπόμενον· τοῖς Ζ ἄρα τοῖς ἑπομένοις τῷ Ε τὸ Β τὸ ἑπόμενον τῷ Α ἢ ἐναντίον ἢ ἀντικείμενόν ἐστιν. ἐπεὶ ταὐτόν ἐστί τινι τῶν Θ τῶν μὴ ἑπομένων τῷ Ε. τὸ μὲν οὖν προηγούμενόν ἐστι τὸ λαβεῖν τινα τῶν ἐκλεγομένων ταὐτὰ ἀλλήλοις. οὗ τὴν αἰτίαν παρέθετο, ὅτι2 τὴν ἐπίβλεψιν τῶν ἐκλεγομένων ποιούμεθα οὐ δι’ ἄλλο τι ἢ τὸν μέσον ὅρον εὑρεῖν τε καὶ λαβεῖν βουλόμενοι, δι’ οὗ τοὺς ἄκρους συνάξομεν. τὸν δὲ μέσον τὸν αὐτὸν καὶ ἕνα δεῖ εἶναι· γίνεται δὲ οὗτος, ἂν δείξωμέν τινα τῶν ἐξ ἑκατέρου ἐκλελεγμένων ταὐτὰ ὄντα ἀλλήλοις· οὕτω γὰρ ἔσται τὰ δύο ἕν τε καὶ μέσος ὅρος. ὥστε τὸ προηγούμενόν ἐστι τὸ λαβεῖν τινα ταὐτὰ ἀλλήλοις ὄντα. ἐκ δὲ τῆς τούτων λήψεως δῆλον γίνεται, καὶ τίνα ἕτερα τῶν περὶ ἑκατέρου ἐκλεγομένων ἀλλήλων ἔσται καὶ τίνα ἐναντία.

“同样显然的是,在考察中应当将哪些种类的事物取为同一,以及哪些种类是不同的或相反的。” 在指明了不应当将哪些事物彼此对比并取为同一而加以组合——这是由于以这种方式选取它们便不会产生任何推论——之后,他说,为了推论各个论题中的某一个,应当将哪些事物取为彼此同一,对我们而言也已经变得显而易见了。但他补充道“以及哪些种类是不同的或相反的”,而对于这些,他在前文所说的各项中未曾提及。他所说的意思大概是这样:他说,从我们所说过的事情中(我们所讨论的是关于为了针对每个论题构成证明前述命题的推论而必须将哪些事物取为同一),确实从这些事情中也可以清楚地知道,应当在所筛选出的各项中将哪些取为彼此不同乃至相反;因为对于相似与同一事物的认知,必然伴随着对于不同与相反事物的认知。因为每当随顺于某物的事物与不属于某物的各项中的某项同一时,显而易见,此事物同时也就与随顺于后者的各项中的某项相反。例如,如果随顺于Α的Β与不属于Ε的诸Θ中的某项同一,显然Β与Θ一样,也与随顺于Ε的诸Ζ中的某项相对立或相反,如果随顺于某物的事物确实与不属于同一事物的事物相反或对立的话;而与这些不属于Ε的事物,随顺于Α的Β是同一的;因此,对于随顺于Ε的诸Ζ而言,随顺于Α的Β或是相反的或是对立的,既然它与不随顺于[即不属于]Ε的诸Θ中的某项是同一的。因此,首要的目标是将所筛选出的各项中的某些取为彼此同一。对此他给出的原因是:我们对所筛选出的各项进行审视,完全不是为了别的,而正是因为想要发现并取得用以联结两极端项的中项。而中项必须是同一且唯一的;如果我们表明从两者各自筛选出的各项中的某些是彼此同一的,这一中项便得以产生;因为如此一来,这两者就会成为一体并构成中项。所以首要的目标是将某些彼此同一的项选取出来。而通过对这些项的选取,关于两者各自筛选出的各项中,哪些彼此不同,哪些相反,也就变得显而易见了。

语法注2 条
  1. 2.205ἐξ ὧν, φησίν, εἰρήκαμεν (εἰρήκαμεν δὲ περὶ τοῦ ποῖα δεῖ ταὐτὰ λαμβάνοντα καθ’ ἕκαστον πρόβλημα τὸν τοῦ προειρημένου δεικτικὸν συλλογισμὸν ποιεῖν), ἔστι δὴ ἐκ τούτων δῆλον

    这是一个相关结构(correlative structure),由关系代词短语 ἐξ ὧν... εἰρήκαμεν 与指示副词短语 ἐκ τούτων 相呼应,其间插入了括号式的解释句(εἰρήκαμεν δὲ...),造成了语序的离隔(hyperbaton)。此外,宾格分词 λαμβάνοντα 作为不定式 ποιεῖν 的逻辑主语,指代泛指的人(“人们在选取……时构成……”)。

  2. 2.205οὗ τὴν αἰτίαν παρέθετο, ὅτι

    关系代名词 οὗ 为中性单数属格,以前面整句话的内容(“将所筛选出的某些项取为彼此同一乃是首要目标”这一事态)为先行词。接下来的 ὅτι 从句与 αἰτίαν 构成同位语关系,具体阐述其原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:312.17-313.11