← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§311.7-312.16

排除随顺一切的项与无效前提的选择

亚历山大注释亚里士多德《前分析篇》44b19–44b25,阐释了为何必须排除随顺于一切项者,并解释了其他筛选组合为何对构成推论无效,指出这些组合会导致第二格中的两肯定前提、第一或第三格中的否定小前提,或是出现两否定前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.203

" Φανερὸν οὖν, ὅτι διὰ τῶν προειρημένων σχημάτων οἱ συλλογισμοί, καὶ ὅτι οὐκ ἐκλεκτέον, ἃ πᾶσιν ἕπεται." Ὅτι μὲν πάντες οἱ συλλογισμοὶ καὶ πάντα τὰ προβλήματα διὰ τῶν τριῶν σχημάτων, καὶ ἐν τούτοις ἔδειξεν. ὑπομιμνήσκει δὲ ἡμᾶς καὶ οὗ εἶπε μέν, ὑπερέθετο δὲ αὐτοῦ τὴν αἰτίαν ἐρεῖν,1 ἣν νῦν λέγει· ἦν δέ, ὅτι μὴ δεῖ ἐκλέγειν τὰ πᾶσιν ἑπόμενα, τοῦτ’ ἔστιν, ὅτι οὐκ εἴ τινα τὰ αὐτὰ ἀμφοτέροις ἕπεται, ταῦτα ἐκλεκτέον. αἰτίαν δὲ τούτου ἀποδίδωσιν, ὅτι μηδεὶς γίνεται συλλογισμὸς τοῦ ἀμφοτέροις τοῖς ἄκροις ἑπομένου ληφθέντος· εἰ δὲ τοῦτο, ἄχρηστος ἂν εἴη πρὸς συλλογισμῶν εὕρεσιν ἡ τούτων ἐκλογή. ὅτι δὲ μὴ γίνεται συλλογισμός τις, ἔδειξε καθόλου. οὔτε γὰρ κατασκευαστικὸς καὶ καταφατικὸς οὔτε ἀνασκευαστικὸς καὶ ἀποφατικός, καταφατικὸς μέν, ὅτι ἐκ τῶν ἑπομένων ἀμφοτέροις οὐδὲν συνάγεται συλλογιστικῶς (διὰ τοῦτο γὰρ ἐν δευτέρῳ σχήματι ἀσυλλόγιστοι αἱ ἐκ δύο καταφατικῶν ἐδείχθησαν οὖσαι συζυγίαι), ἀποστερεῖν δ’ οὐκ ἐνδέχεται, τοῦτ’ ἔστι ‘στερητικὸν δὲ καὶ ἀποφατικὸν συλλογισμὸν οὐκ ἐνδέχεται γενέσθαι ἐξ ἀμφοτέρων καταφατικῶν’· τὸ γὰρ ἑπόμενον ἀμφοτέροις καταφάσκεται ἀμφοτέρων· ἐν δὲ τοῖς ἀποφατικὸν συνάγουσι καὶ δεικνύουσιν ἐξ ἀνάγκης δεῖ τὴν ἑτέραν πρότασιν ἀποφατικὴν εἶναι.

“因此显而易见,推论是通过前述诸格进行的,并且不应当筛选随顺于一切项者。” 一切推论与一切论题都是通过这三种格来进行的,这一点他在这些段落中也指明了。他还提醒我们注意他此前虽然说过、却推迟陈述其原因的那件事,而他现在正陈述其原因;这件事就是:不应当筛选随顺于一切项者,也就是说,即便有某些同一之项随顺于两者,也不应当筛选这些项。他给出此事的原因为:如果选取随顺于两个极端项之项,便不会产生任何推论;若是如此,筛选这些项对于发现推论而言将是无用的。而至于不会产生任何推论,他已经作了普遍的证明。因为既不会产生建设性的、肯定的推论,也不会产生反驳性的、否定的推论:就肯定推论而言,是因为从随顺于两者的项中不能以推论方式得出任何结论(正是因此,在第二格中由两个肯定前提组成的组合已被证明为是无推论的);而“否定是不可能的”,即“由两个肯定前提不可能产生剥夺性的、否定的推论”。因为随顺于两者的项是对两者都肯定的;但在推导并证明否定结论的推论中,必然要求其中一个前提是否定的。

§2.204

"Φανερὸν δέ, ὅτι καὶ αἱ ἄλλαι σκέψεις τῶν κατὰ τὰς ἐκλογὰς ἄχρειοι πρὸς τὸ ποιεῖν συλλογισμόν." Δείξας, ὅτι, εἰ τὰ ἀμφοτέροις ἑπόμενα ταὐτὰ ληφθείη εἶναι, οὐδεὶς ἔσται συλλογισμός, φησίν, ὅτι οὐδ’ ἂν ἄλλα τινὰ τῶν ἐκλελεγμένων ἡμῖν ταὐτὰ ἀλλήλοις λάβωμεν, παρ’ ἃ προειρήκαμεν, οὐδ’ οὕτως ἔσται συλλογισμός. πρῶτον μὲν οὖν εἶπεν, ὅτι μὴ δεῖ ἐκλέγειν τὰ πᾶσιν ἑπόμενα. νῦν δέ φησιν, ὅτι ἀλλ’ οὐδὲ τῶν ἐκλελεγμένων, ἃ ἐδόκει ἀλλήλων διαφέρειν, ληπτέον τινὰ τῶν ἀμφοτέροις ἑπομένων ὡς ἕνα ποιήσοντας ὅρον ἐξ αὐτῶν· καὶ γὰρ οὕτως γίνεται τὸ δεύτερον σχῆμα ἔχον τὰς δύο καταφατικάς. ἀλλ’ οὐδὲ τῶν Γ τι λαβόντας (τούτοις γὰρ ἕπεται τὸ Α) συγκριτέον τῶν Θ τινί,2 ἃ οὐχ ὑπῆρχε τῷ Ε· ἔσται γὰρ οὕτως τὸ πρῶτον σχῆμα τὴν ἐλάττονα πρότασιν ἀποφατικὴν ἔχον· ἔσται γὰρ τὸ μὲν Α παντὶ τῷ Γ, ὃ ἦν τὸ Θ, τὸ δὲ Θ, ὃ ἦν τὸ Γ, οὐδενὶ τῷ Ε. ἂν γὰρ ἀντιστρέψαντες ἀμφοτέρας λάβωμεν, τὸ Ε τῷ Θ οὐδενί, τοῦτ’ ἔστι τῷ Γ, τὸ δὲ Γ τινὶ τῷ Α, συναχθήσεται μὲν τὸ Ε τινὶ τῷ Α μὴ ὑπάρχειν, ἀλλ’ οὐ τὸ προκείμενον ἔτι τῷ μὴ ἀντιστρέφειν τὸ ἐπὶ μέρους ἀποφατικόν.3 κἂν ἐν τρίτῳ δὲ σχήματι τὴν συμπλοκὴν ποιήσῃ, καὶ οὕτως ἀσυλλόγιστος ἡ συμπλοκή· γίνεται γὰρ ἐν αὐτῇ ἡ ἐλάττων ἀποφατική· τὸ μὲν γὰρ Α κατὰ παντὸς τοῦ Θ, εἴ γε καὶ κατὰ παντὸς τοῦ Γ, ᾧ ταὐτόν ἐστι τὸ Θ, τὸ δὲ Ε κατ’ οὐδενὸς τοῦ Θ. ἀλλ’ οὐδὲ τῶν ἑκατέροις μὴ ὑπαρχόντων τινὰ ταὐτὰ ἀλλήλοις ληπτέον, οἷον τῶν Δ τι καὶ τῶν Θ· ἀμφότεραι γὰρ ἔσονται αἱ προτάσεις ἀποφατικαί, ἢ ἐν τῷ πρώτῳ σχήματι, εἰ ἀντιστρέψαιμεν τὴν Δ Α, ἥ ἐστιν ἴση τῇ Θ Α, ἵνα ληφθῇ τὸ Α μηδενὶ τῷ Θ, τὸ δὲ Θ μηδενὶ τῷ Ε, ἢ ἐν τῷ μέσῳ σχήματι, εἰ εἴη τὸ Δ, ὅ ἐστι ταὐτὸν τῷ Θ, μήτε τῷ Α μήτε τῷ Ε ὑπάρχον.

“同样显然的是,根据诸筛选所作的其他考察对于构成推论而言也是无用的。” 在指明了如果随顺于两者的项被取为同一便不会有任何推论之后,他说,即便我们在所筛选出的各项中,将此前所说的那些之外的其他某些项取为彼此同一,如此也不会产生推论。首先,他曾说不应当筛选随顺于一切项者。而现在他说,即便在似乎彼此有别的被筛选出的各项中,也不应当选取随顺于两者的某些项以便由它们构成一个项;因为即便如此,也会产生两个前提都是肯定的第二格。此外,也不应当选取诸Γ中的某项(因为Α随顺于这些项)而与不属于Ε的诸Θ中的某项相对比;因为如此一来,第一格的小前提将是否定的;因为Α将属于作为Θ的全部Γ,而作为Γ的Θ将不属于任何Ε。因为设若我们换位两个前提来取,即Ε不属于任何Θ(也就是Γ),而Γ属于某个Α,虽然将推导出Ε不属于某个Α,但由于特称否定命题不可换位,所预设的论题便不再被推导出来了。即便在第三格中构成组合,如此组合也是无推论的;因为在其中小前提变成了否定的;因为既然Α述说Θ与其同一的全部Γ,Α也就述说全部Θ,而Ε却不述说任何Θ。此外,也不应当将不属于两者的各项中的某些取为彼此同一,例如诸Δ中的某项与诸Θ中的某项;因为两个前提都将是否定的,无论是在第一格中——设若我们将等于ΘΑ的ΔΑ加以换位,以便取Α不属于任何Θ而Θ不属于任何Ε——还是在中格中——设若与Θ同一的Δ既不属于Α也不属于Ε。

语法注3 条
  1. 2.203οὗ εἶπε μέν, ὑπερέθετο δὲ αὐτοῦ τὴν αἰτίαν ἐρεῖν

    关系代词 οὗ 受到省略的先行词 τούτου 的格吸引而变为属格(即 τούτου ὃ εἶπε)。在随后的 μέν...δέ 对应结构中,代词 αὐτοῦ 起到了复指先行内容的作用。

  2. 2.204τῶν Γ τι λαβόντας ... συγκριτέον τῶν Θ τινί

    针对非人称动词性形容词 συγκριτέον,分词 λαβόντας 采用宾格,与该动词性形容词所隐含的泛指逻辑主语(省略的 [ἡμᾶς])保持一致。

  3. 2.204τῷ μὴ ἀντιστρέφειν τὸ ἐπὶ μέρους ἀποφατικόν

    带冠词不定式的与格结构(τῷ μὴ ἀντιστρέφειν),表原因。宾格短语 τὸ ἐπὶ μέρους ἀποφατικόν 用作不定式 ἀντιστρέφειν 的逻辑主语(“因为特称否定命题不可换位”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:311.7-312.16