← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§310.6-311.6

通过三个项与两个前提的推论成立

亚历山大首先解释了亚里士多德在44b3处使用单数形式的意图,随后针对44b6具体阐明了各论题(全称肯定、特称肯定、全称否定、特称否定)的推论如何依据各项的对应关系,通过三个项、两个前提以及三种格得以成立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.201

" Ὁμοίως δὲ καὶ ἐφ’ ὧν αὐτὸ ἀκολουθεῖ σκεπτέον." Αὐτὸ εἶπεν ἀντὶ τοῦ ‘αὐτά’·1 ἔστι γάρ, ὃ λέγει, ‘ὁμοίως δὲ σκεπτέον καὶ ἐπὶ τῶν, οἷς αὐτὰ ἀκολουθεῖ’, δῆλον ὅτι τὸ Α καὶ τὸ Ε. εἰ μὲν γὰρ τῶν κοινοτέρων, οἷς ἀκολουθεῖ ταῦτα, εὑρίσκοιτό τι ταὐτόν, ᾧ ἀμφότερα ἀκολουθεῖ, εὑρίσκοιτο ἂν καὶ ἐν τοῖς ὑπὸ ταῦτα· εἰ δὲ μὴ ἐν τοῖς κοινοτέροις καὶ καθολικωτέροις εὑρίσκοιτό τι ταὐτόν, δυνήσεται εὑρεθῆναι ἐν τοῖς ὑπὸ ταῦτα.

“在它自身所随顺的事物上也同样应当考察。” 他说“它自身”是用以代替“它们自身”;因为他所说的乃是:“在它们自身所随顺的事物上也同样应当考察”,显然是指Α与Ε。因为设若在这些项所随顺的较为普遍的各项中,发现了两者都随顺的某个同一之项,那么在隶属于这些项之下的各项中也会被发现;而设若在较为普遍且全称的各项中没有发现某个同一之项,也能够在隶属于这些项之下的各项中被发现。

§2.202

"Δῆλον δέ, ὅτι καὶ διὰ τῶν τριῶν ὅρων καὶ τῶν δύο προτάσεων ἡ σκέψις." Δείξας, πῶς οἷόν τε γίνεσθαι τοὺς συλλογισμοὺς καθ’ ἕκαστον πρόβλημα, φανερόν φησι καὶ ἐκ τούτων εἶναι, ὅτι πᾶς συλλογισμὸς ἁπλοῦς διὰ τριῶν ὅρων καὶ διὰ δύο γίνεται προτάσεων καὶ διὰ τῶν τριῶν σχημάτων, ἃ φθάσας ἔδειξεν ἤδη. καὶ πῶς δῆλον καὶ ἐκ τούτων, δείκνυσιν. ὑπάρχειν μὲν γὰρ παντὶ δείκνυται τὸ Α τῷ Ε, εἰ εἶεν τὸ Γ καὶ τὸ Ζ τὰ αὐτὰ καὶ εἷς ὅρος ἐξ αὐτῶν γένοιτο· τοῦτον γὰρ μέσον ὅρον λαβόντες δείκνυμεν τὸ Α τῷ Ε παντὶ ὑπάρχον διὰ προτάσεων δύο καθόλου καταφατικῶν ἐν πρώτῳ σχήματι. πάλιν δ’ αὖ, ἄν τινὶ δεικνύωμεν τὸ Α τῷ Ε, λαμβάνομεν τὸ Γ καὶ Η ταὐτά, οἷς εἵπετο τὸ Α καὶ τὸ Ε· ἐὰν γὰρ ἕνα ὅρον ταῦτα ποιήσωμεν καὶ θῶμεν μέσον, συνάγεται τὸ Α τῷ Ε τινὶ ὑπάρχον διὰ τοῦ τεθέντος μέσου ἐν τρίτῳ σχήματι. ὅταν δὲ δεικνύωμεν τὸ Α τῷ Ε μηδενί, πάλιν λαμβάνομεν τὸ Δ καὶ τὸ Ζ ταὐτὰ καὶ ἐξ αὐτῶν ἕνα ποιοῦμεν ὅρον τὸν μέσον. γίνεται δὲ ἡ δεῖξις τούτου οὕτως ληφθέντος καὶ ἐν τῷ πρώτῳ σχήματι καὶ ἐν τῷ δευτέρῳ, καὶ ἐν μὲν τῷ πρώτῳ, ἂν λάβωμεν, ἐπεὶ τὸ Ζ ταὐτὸν [ὂν] τῷ Δ, ὃ οὐδενὶ ὑπάρχει τῷ Α, καὶ τὸ Α τῷ Ζ μηδενί2 (ἀντιστρέφει γὰρ ἡ καθόλου ἀποφατική), τὸ δέ γε Ζ παντὶ τῷ Ε (εἵπετο γὰρ αὐτῷ), ἐν δὲ τῷ μέσῳ σχήματι, ὅτι τὸ Δ, ὅ ἐστι ταὐτὸν τῷ Ζ, τῷ μὲν Α οὐδενὶ ὑπάρχει τῷ δὲ Ε παντί. οὐκέτι δὲ ἐνταῦθα τῆς ἑτέρας ἐκλογῆς ἐμνημόνευσε, καθ’ ἣν ἐν δευτέρῳ σχήματι μόνον ἡ συναγωγὴ γίνεται, εἰ τῶν Β τῶν ἑπομένων τῷ Α ταὐτόν 〈τί〉 τινι εἴη τῶν Θ, ἃ οὐχ ὑπάρχει τῷ Ε, ὅτι ὁμοία καὶ ἐπὶ τούτου ἡ δεῖξις· εἴρηκε δὲ περὶ αὐτῆς ἐν τοῖς πρώτοις. ἐπὶ μέρους δέ γε ἀποφατικὸν συνάγοντες ἀπὸ τοῦ Α πρὸς τὸ Ε λαμβάνομεν τὸ Δ καὶ τὸ Η ταὐτά, καὶ ἕνα μέσον ὅρον ποιήσαντες ἐξ αὐτῶν ἐν τρίτῳ σχήματι διὰ δύο προτάσεων συνάγομεν τὸ ἐπὶ μέρους ἀποφατικόν· τὸ μὲν γὰρ Α οὐδενὶ τῷ Δ, ὅ ἐστι ταὐτὸν τῷ Η, τὸ δὲ Ε παντὶ τῷ Η, ὅ ἐστι ταὐτὸν τῷ Δ.

“同样显然的是,考察是通过三个项和两个前提来进行的。” 在指明了就每个论题而言推论如何可能产生之后,他说由此也显而易见,一切单纯推论都是通过三个项和两个前提,以及通过他此前已经指明的三种格而产生的。并且他也指明了这一点是如何由此显明的。因为如果Γ与Ζ是同一的,并且由它们形成了一个项,那么Α属于一切Ε便得到了证明;因为将此项取作中项,我们便在第一格中通过两个全称肯定前提证明了Α属于一切Ε。另一方面,如果我们证明Α属于某个Ε,我们便将Α和Ε所随顺的Γ与Η取为同一;因为设若我们使这些项成为一个项并将其置为中项,便通过所设置的中项在第三格中推导出Α属于某个Ε。而当我们证明Α不属于任何Ε时,我们再次将Δ与Ζ取为同一,并由它们形成一个作为中项的项。当如此选取时,对此的证明既在第一格中产生,也在第二格中产生:在第一格中,设若我们认定,既然Ζ与不属于任何Α的Δ是同一的,那么Α也不属于任何Ζ(因为全称否定命题是可以换位的),而Ζ属于一切Ε(因为Ζ随顺于Ε);而在中格中,则在于与Ζ同一的Δ不属于任何Α,却属于一切Ε。在这里,他不再提及另一类筛选——按照这种筛选,如果随顺于Α的诸Β中的某项与不属于Ε的诸Θ中的某项同一,推导便只在第二格中产生——因为在这种情况下的证明也是类似的;关于这一点,他已经在前面的章节中讲过了。而在推导从Α到Ε的特称否定命题时,我们将Δ与Η取为同一,并由它们构成一个中项,在第三格中通过两个前提推导出特称否定结论;因为Α不属于任何与Η同一的Δ,而Ε属于一切与Δ同一的Η。

语法注2 条
  1. 2.201Αὐτὸ εἶπεν ἀντὶ τοῦ ‘αὐτά’

    此处指出了一个句法解释,即中性单数 αὐτό 被用以指代中性复数 αὐτά,在语境中意指两个项(Α与Ε),从而保持与前文论述的一致性。

  2. 2.202ἐπεὶ τὸ Ζ ταὐτὸν [ὂν] τῷ Δ, ὃ οὐδενὶ ὑπάρχει τῷ Α, καὶ τὸ Α τῷ Ζ μηδενί

    此句为复合句结构,条件分句 ἂν λάβωμεν 统摄两个前提(“Α不属于任何Ζ”与“Ζ属于一切Ε”)作为其宾语。表示原因的从属从句 ἐπεὶ... 先行并引出大前提 τὸ Α τῷ Ζ μηδενί[ὑπάρχειν],随后再连接小前提 τὸ δέ γε Ζ παντὶ τῷ Ε[ὑπάρχειν]。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:310.6-311.6