← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§309.9-310.5

普遍项规则与寻找中项的探索步骤

亚历山大提出了将关于普遍项与其所包含项的规则重新解释为寻找中项而非筛选词项的简易理解方案,并具体阐述了在第一格与第三格中构建推论的步骤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.200#2

ὁμοίως καὶ ἐπὶ τῶν, οἷς ἕπεται αὐτά· κοινότερον γὰρ τὸ ἐπιστήμην ἔχειν τοῦ γραμματικὴν ἔχειν, καὶ ἕπεται ἀμφοτέροις ὁ ἄνθρωπος. δύναται καὶ ἁπλούστερόν τις ἀκοῦσαι τοῦ “δεῖ δὲ καὶ τῶν ἑπομένων καὶ οἷς ἕπεται ἕκαστον εἰς τὰ πρῶτα καὶ τὰ καθόλου μάλιστα βλέπειν”.1 λέγοι γὰρ ἂν δι’ αὐτῶν οὐκέτι περὶ τῆς ἐκλογῆς (εἴρηκε γὰρ περὶ ἐκείνης, πῶς αὐτὴν χρὴ ποιεῖσθαι) ἀλλὰ περὶ τῆς λήψεως τῶν μέσων ὅρων, ἣ γίνεται ἐκ τοῦ ἄλλο ἄλλῳ ταὐτὸν εὑρίσκεσθαι. ἐπεὶ γὰρ τῶν ἑπομένων τισὶ καὶ τῶν, οἷς ἕπεται, τὰ μὲν κοινότερά ἐστιν τὰ δὲ προσεχέστερά τε καὶ ὑπ’ ἐκεῖνα (οὐ γὰρ δὴ πάντα ἴσα), ἀξιοῖ τοὺς βουλομένους τὸν μέσον ὅρον λαβεῖν διὰ τοῦ τῶν ἐκλεγομένων τινὰ ταὐτὰ ἀλλήλοις εὑρεῖν πρῶτον ἐπίβλεψιν τῶν κοινοτέρων ποιεῖσθαι ζητοῦντας, εἴ τινα τούτων ἀλλήλοις ἐστὶ τὰ αὐτά, εἰ δὲ μὴ ἐν τούτοις εὑρίσκοιτο, τότε ἐπὶ τὰ μερικώτερα μεταβαίνειν.2 ὁ μὲν γὰρ τὰ κοινότερα τὰ αὐτὰ δείξας καὶ διὰ τούτων τι συλλογισάμενος ἔχει τὸ αὐτὸ δεικνύναι καὶ διὰ τῶν ὑπὸ τὸ κοινότερον, ὥστε πλείους οἱ συλλογισμοί· εἰ δὲ μὴ δυνηθείη διὰ τῶν κοινοτέρων, οὐκ ἀφῄρηται τὸ δύνασθαι εὑρεῖν τὸ προκείμενον ἐπὶ τῶν μερικωτέρων. δεῖξαι γάρ τις βουλόμενος τὸ Α τῷ Ε ὑπάρχον, ἂν ᾖ τῷ Ε ἑπόμενα καθολικώτερον μὲν τὸ Κ Ζ ὑπὸ τοῦτο δὲ ὂν τὸ Ζ, τὸ δὲ Α ἑπόμενον αὐτὸ πάλιν καθολικώτερον μὲν τῷ Κ Γ ὑπὸ τοῦτο δὲ ὄντι τῷ Γ, δείξας μὲν ἢ τὸ Κ Γ ἢ τὸ Γ ταὐτὸν τῷ Κ Ζ ἔχει δεῖξαι3 δι’ αὐτοῦ τὸ Α καὶ τῷ Ζ ὑπάρχειν, ὃ ἦν ὑπὸ τὸ Κ Ζ, καὶ τῷ Ε, ὃ ἦν τὸ προκείμενον· εἰ δὲ μὴ τούτῳ εἴη ταὐτὸν ἐκείνων τι, ὑπολείπεται τὸ ἐπὶ τοῦ Ζ πάλιν ποιεῖσθαι τὸν λόγον. ὥστε ἐν πλείοσιν ἂν ἡ ζήτησις καὶ ἐν τάξει γένοιτο. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν Κ Γ καὶ Γ, οἷς εἵπετο τὸ Α. καὶ γὰρ τούτων πρῶτον μὲν τὸ Κ Γ τὸ καθολικώτερον εἰ δειχθείη τῷ Κ Ζ ὄντι καθόλου ταὐτόν, διὰ τούτου δειχθήσεται τὸ Α τῷ Ε ὑπάρχον· εἰ δὲ μὴ τοῦτο εἴη ταὐτόν τινι ἐκείνων, καταλείπεται ζητεῖν περὶ τοῦ Γ, εἰ τοῦτό ἐστί τινι ταὐτὸν ἐκείνων. δύναται τὸ ὁμοίως δὲ καὶ ἐφ’ ὧν αὐτὸ ἀκολουθεῖ σκεπτέον καὶ αὐτὸ περὶ τοῦ Ε λέγειν. ἄν γὰρ βουλόμενοι δεῖξαι τὸ Α τινὶ τῷ Ε ὑπάρχειν ζητῶμεν, τί τῶν, οἷς ἕπεται τὸ Α, τινὶ τῶν, οἷς ἕπεται τὸ Ε, ταὐτόν ἐστι (τούτου γὰρ εὑρεθέντος διὰ τοῦ τρίτου σχήματος τὸ προκείμενον δείκνυται), πάλιν δεῖ πρῶτον τὰ καθολικώτερα τῶν, οἷς ἕπεται τὸ Ε, ζητεῖν, εἰ ταὐτά ἐστί τισι τῶν, οἷς ἕπεται τὸ Α, καθολικωτέροις· ἂν γὰρ μὴ τούτων τι εὑρεθῇ, ὑπολείπεται τὸ ἐπὶ τῶν μερικωτέρων πάλιν ζήτησιν ποιήσασθαι.

在它们自身所随顺的各项上也是同样;因为拥有知识比拥有文法知识更为普遍,而人随顺于两者。人们也可以更单纯地理解“无论对于随顺项,还是对于各项所随顺的事物,都必须最着眼于第一者与全称者”这句话。因为通过这些话,他所谈论的可以被认为已不再是关于筛选(因为关于筛选,他已经说明了应当如何进行),而是关于中项的获取,而这种获取是由于发现一者与另一者同一而发生的。因为在随顺某些项的事物以及这些项所随顺的事物中,有些更为普遍,有些则更为邻近且隶属于其下(因为绝非一切都相等),所以他要求那些希望通过发现筛选出来的某些项彼此同一来获取中项的人,首先对较为普遍的各项进行考察,探求这些项中是否有彼此同一者,如果未能在这些项中发现,然后再转向较为特殊的项。因为指明了较为普遍的项彼此同一并通过它们推导出了某结论的人,也能通过较为普遍者之下的各项指明同样的事情,从而推论更为繁多;但如果他不能通过较为普遍的项进行推导,在较为特殊的项上找到所设定结论的能力也并未被剥夺。因为设若某人希望证明Α属于Ε,如果Ε的随顺项中,较为普遍的是ΚΖ,其下的则是Ζ,而Α自身所随顺的各项中,再次较为普遍的是ΚΓ,其下的则是Γ,那么在指明了ΚΓ或Γ与ΚΖ同一之后,他便能够通过这一项证明Α既属于隶属于ΚΖ之下的Ζ,也属于作为设定项的Ε;但如果那些项中没有哪一个是与此项同一的,便留待再次针对Ζ展开论述。因此,探求将在更多情形中并有序地展开。同样的道理也适用于Α所随顺的ΚΓ与Γ。因为在这些项中,如果较为普遍的ΚΓ首先被证明与全称的ΚΖ同一,那么通过这一证明,Α属于Ε便得到了指明;但如果此项并不与那些项中的任何一个同一,便留待针对Γ进行探求,看它是否与那些项中的某一个同一。“在它自身所随顺的事物上也同样应当考察”这句话本身也可能是在谈论Ε。因为如果我们希望证明Α属于某个Ε,并探求Α所随顺的各项中哪一项与Ε所随顺的某一项同一(因为一旦发现了这一点,所设定的结论便通过第三格得到了证明),那么我们再次必须首先探求,Ε所随顺的各项中较为普遍者,是否与Α所随顺的各项中较为普遍的某一项同一;因为如果这些项中没有哪一个被发现,便留待在较为特殊的各项上再次进行探求。

语法注3 条
  1. 2.200δύναται καὶ ἁπλούστερόν τις ἀκοῦσαι τοῦ “δεῖ δὲ καὶ τῶν ἑπομένων καὶ οἷς ἕπεται ἕκαστον εἰς τὰ πρῶτα καὶ τὰ καθόλου μάλιστα βλέπειν”

    不定词 ἀκοῦσαι 支配后接引语的属格,意为“将……的说法理解/解释为”。不定代词主语 τις 与 δύναται 结合,引出了一种更为简明的替代性诠释方案。

  2. 2.200ἐπεὶ γὰρ τῶν ἑπομένων τισὶ ... ἀξιοῖ τοὺς βουλομένους ... μεταβαίνειν

    主句的主干为 ἀξιοῖ(主语为亚里士多德)支配宾格加不定词结构(τοὺς βουλομένους ... ἐπίβλεψιν ποιεῖσθαι ... μεταβαίνειν),紧承原因从句 ἐπεὶ γὰρ ... ἴσα,表明亚里士多德要求寻找中项者应当首先从更具普遍性的项着手考察。

  3. 2.200δείξας μὲν ἢ τὸ Κ Γ ἢ τὸ Γ ταὐτὸν τῷ Κ Ζ ἔχει δεῖξαι

    结构 ἔχει + 不定词 δεῖξαι 等同于 δύναται + 不定词,表示能力(“能够证明”)。前面的分词 δείξας 具有条件含义(“在证明了……之后 / 若证明了”),其主格与前文 τις βουλόμενος 保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:309.9-310.5