- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:31.1-32.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德在25a14中提出的全称否定前提的换位证明,亚历山大将其与泰奥弗拉斯托斯等人基于分离概念的证明相对比,阐明了归谬法的结构,并驳斥了指责其进行循环证明的观点,指出该证明是基于“对一切”和“在整体中”的定义的有效论证。
" Πρῶτον μὲν οὖν ἔστω στερητικὴ καθόλου ἡ ΑΒ πρότασις. εἰ οὖν μηδενὶ τῷ Β τὸ Α ὑπάρχει, οὐδὲ τῷ Α οὐδενὶ ὑπάρξει τὸ Β." Θεόφραστος μὲν καὶ Εὔδημος ἁπλούστερον ἔδειξαν τὴν καθόλου ἀποφατικὴν ἀντιστρέφουσαν ἑαυτῇ· τὴν γὰρ καθόλου ἀποφατικὴν ὠνόμασε καθόλου στερητικήν. τὴν δὲ δεῖξιν οὕτως ποιοῦνται· κείσθω τὸ Α κατὰ μηδενὸς τοῦ Β· εἰ κατὰ μηδενός, ἀπέζευκται τοῦ Β τὸ Α καὶ κεχώρισται· τὸ δὲ ἀπεζευγμένον ἀπεζευγμένου ἀπέζευκται· καὶ τὸ Β ἄρα παντὸς ἀπέζευκται τοῦ Α· εἰ δὲ τοῦτο, κατὰ μηδενὸς αὐτοῦ. οὕτως μὲν οὖν ἐκεῖνοι. ὁ δὲ Ἀριστοτέλης δοκεῖ προσχρώμενος τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἀντιστρέφουσαν αὐτὴν δεικνύναι. γίνεται δὲ ἡ εἰς ἀδύνατον ἀπαγωγή, ὅταν, οὗ βουλόμεθα δεῖξαι, τὸ ἀντικείμενον ὑποθέμενοι καὶ προσλαμβάνοντες αὐτῷ τι τῶν ὁμολογουμένων καὶ κειμένων ἀναιρῶμεν ἕν τι τῶν ἐναργῶς συλλογιστικῶν· δι’ ὃ γὰρ ὑποτεθὲν ἀναιρεῖται τὸ ἐναργὲς καὶ ὁμολογούμενον,1 τοῦτο ἐλέγχεται ψεῦδος ὂν διὰ τῆς τοιαύτης ἀπαγωγῆς· τούτου δὲ δειχθέντος ψευδοῦς τὸ ἀντικείμενον αὐτῷ ἀληθὲς ὂν εὑρίσκεται, ἐπειδὴ ἐπὶ παντὸς θάτερον μόριον τῆς ἀντιφάσεως ἀληθές, θάτερον δὲ ψεῦδος, ὅπερ ἦν τὸ προκείμενον καὶ δεικνύμενον. τούτῳ τῷ τρόπῳ πλείστῳ μὲν καὶ οἱ γεωμέτραι χρῶνται· οὐ μὴν ἀλλὰ καὶ οἱ διαλεκτικοί. δοκεῖ δὲ καὶ ὁ Ἀριστοτέλης νῦν αὐτῷ προσχρῆσθαι· φησὶ γάρ, ὅτι, εἰ μηδενὶ τῷ Β τὸ Α ὑπάρχει, οὐδὲ τῷ Α οὐδενὶ ὑπάρξει τὸ Β, ὃ βούλεται δεῖξαι· εἰ γὰρ μὴ συγχωροίη τις τοῦτο, δῆλον ὡς τὸ ἀντικείμενον τούτῳ ἀληθὲς φήσει τὸ τὸ Β τινὶ τῷ Α ὑπάρχειν· τῷ γὰρ μηδενὶ τὸ τινὶ ἀντίκειται ἀντιφατικῶς, ὡς ἐν τῷ Περὶ ἑρμηνείας δέδειχεν. ὑποθέμενος δὲ τὸ Β τινὶ τῷ Α ὑπάρχειν λαμβάνει, τινι τοῦ Α2 τὸ Β ὑπάρχει, τὸ Γ μόριόν τι ὂν τοῦ Α καὶ διὰ τοῦτο δείκνυσιν, ὅτι καὶ τὸ Α τινὶ τῷ Β ὑπάρξει. Πάνυ δὲ διὰ βραχέων τὸ προκείμενον ἔδειξε· διὸ καί τινες αὐτὸν οἴονται διὰ τῆς ἐπὶ μέρους καταφατικῆς ὡς ἀντιστρεφούσης τὴν δεῖξιν πεποιῆσθαι, οἳ καὶ ἐπεγκαλοῦσιν αὐτῷ ὡς χρωμένῳ τῇ δι’ ἀλλήλων δείξει· θέλων μὲν γὰρ δεῖξαι τὴν καθόλου ἀποφατικὴν ἀντιστρέφουσαν προσχρῆται εἰς τὴν τοῦδε δεῖξιν τῇ ἐπὶ μέρους καταφατικῇ, ὥς φασι, καὶ τῇ ταύτης ἀντιστροφῇ, δεικνὺς δὲ μετ’ ὀλίγον πάλιν τὴν ἐπὶ μέρους καταφατικὴν ἀντιστρέφουσαν τῇ καθόλου ἀποφατικῇ προσχρῆται ὡς ἀντιστρεφούσῃ. ὁ δὲ τοιοῦτος τρόπος τῆς δείξεως μοχθηρὸς ὁμολογουμένως. οὐ μὴν τοῦτο Ἀριστοτέλης πεποίηκεν, ὡς οἴονται· τὴν μὲν γὰρ ἐπὶ μέρους καταφατικὴν ὁμολογουμένως δείξει διὰ τῆς καθόλου ἀποφατικῆς ἀντιστρέφουσαν, τὴν δὲ καθόλου ἀποφατικὴν οὐ δείκνυσι νῦν διὰ τοῦ τὴν ἐπὶ μέρους καταφατικὴν λαβεῖν ἀντιστρέφουσαν· δείκνυσι μὲν γὰρ τὸ προκείμενον, ἀλλ’ οὐ χρῆται αὐτῷ ὡς ὁμολογουμένῳ καὶ κειμένῳ. δείκνυσι δὲ διὰ τῶν ἐφθακότων δεδεῖχθαί τε καὶ κεῖσθαι· ἔστι δὲ ταῦτα τό τε κατὰ παντὸς καὶ τὸ κατὰ μηδενὸς καὶ ἐν ὅλῳ καὶ ἐν μηδενί· τούτοις γὰρ προσχρώμενος δείκνυσι τὴν τῆς καθόλου ἀποφατικῆς ὑπαρχούσης ἀντιστροφήν. κειμένου γὰρ τοῦ Α μηδενὶ τῷ Β φησὶν ἕπεσθαι τούτῳ τὸ καὶ τὸ Β μηδενὶ τῷ Α· εἰ γὰρ τὸ Β τινὶ τῷ Α ὑπάρχει (τοῦτο γὰρ ἔστι τὸ ἀντικείμενον τῷ κειμένῳ, καὶ δεῖ τὸ ἕτερον αὐτῶν ἀληθὲς εἶναι), ὑπαρχέτω τῷ Γ· ἔστω γὰρ τοῦτο τὶ τοῦ Α, ᾧ ὑπάρχει τὸ Β. ἔσται δὴ τὸ Γ ἐν ὅλῳ τῷ Β καὶ τὶ αὐτοῦ, καὶ τὸ Β κατὰ παντὸς τοῦ Γ· ταὐτὸν γὰρ τὸ ἐν ὅλῳ καὶ τὸ κατὰ παντός. ἀλλ’ ἦν τὸ Γ τὶ τοῦ Α· ἐν ὅλῳ ἄρα καὶ τῷ Α τὸ Γ ἐστίν· εἰ δὲ ἐν ὅλῳ, κατὰ παντὸς αὐτοῦ ῥηθήσεται τὸ Α.
“首先,设AB前提为全称剥夺前提。因此,如果A不属于任何B,B也不会属于任何A。” 泰奥弗拉斯托斯和欧德谟更简明地证明了全称否定前提与自身换位;因为他把全称否定前提称为全称剥夺前提。他们是这样进行证明的:设A不述说任何B;如果不述说任何B,则A与B脱离并分离;但脱离者与脱离者相脱离;因此B也与所有的A相脱离;如果是这样,则B不述说任何A。他们便是这样证明的。然而亚里士多德似乎是通过运用归谬法来证明它换位的。归谬法发生在以下情况:当我们假设了我们想要证明者的对立命题,并给它附加取了某些公认且已定立的事情时,否定了显明具有三段论性质的事情之一;因为正是由于其被假设而使显明且公认的事情被否定的那个假设,通过这种归谬被揭露为假;而当这被证明为假时,与其矛盾对立的命题便被发现为真,因为在任何情况下矛盾命题的两肢必有一真一假,而这正是所提出且要证明的。几何学家最常使用这种方法,但辩证家也同样使用。亚里士多德现在似乎也运用了它;因为他说,如果A不属于任何B,B也不会属于任何A,而这正是他想要证明的;因为如果有人不承认这一点,显然他会说与其对立的命题为真,即B属于某些A;因为与“不属于任何”相矛盾对立的是“属于某些”,正如他在《解释篇》中所证明的那样。在假设了B属于某些A之后,他把B所属于的A的某物取为Γ,它是A的某个部分,并通过这一点证明A也将属于某些B。 他极其简短地证明了提出的论点;因此有些人认为他是通过特称肯定前提的换位来做出证明的,他们甚至指责他使用了相互证明;因为据他们说,他为了证明全称否定前提换位,在对此的证明中使用了特称肯定前提及其换位,而稍后在证明特称肯定前提换位时,又反过来把全称否定前提作为换位前提来使用。这种证明方式公认是有缺陷的。然而亚里士多德并不像他们所认为的那样做了这件事;因为公认的是,他将通过全称否定前提来证明特称肯定前提换位,但他现在并不是通过把特称肯定前提设定为换位前提来证明全称否定前提的;因为他证明了提出的论点,但并未把它当作公认且已定立的事情来使用。相反,他是通过先前已经被证明且定立的事情来做出证明的;这些就是“对一切”和“不对任何”,以及“在整体中”和“不在任何中”;因为他正是运用这些来证明实然全称否定前提的换位的。因为在A不属于任何B被定立时,他说由此得出B也不属于任何A;因为如果B属于某些A(因为这是与已定立者相对立的命题,且它们之中必有一真),设它属于Γ;因为设这是B所属于的A的某物。那么Γ就将在B的整体中并且是它的一部分,而B将述说所有的Γ;因为“在整体中”和“对一切”是同一的。但Γ原是A的某物;因此Γ也在A的整体中;如果在整体中,A就将被述说于它的全部。
- 1.14δι’ ὃ γὰρ ὑποτεθὲν ἀναιρεῖται τὸ ἐναργὲς καὶ ὁμολογούμενον
带关系代词的介词短语 δι’ ὃ 与中性单数分词 ὑποτεθέν 一致,意为“由于其被假设,显明且公认的事情便遭否定的那个事物”。它作为后文主句代词 τοῦτο 的先行词而前置。
- 1.14λαμβάνει, τινι τοῦ Α τὸ Β ὑπάρχει, τὸ Γ μόριόν τι ὂν τοῦ Α
主要动词 λαμβάνει 的直接宾语是后置的 τὸ Γ。插入句 τινι τοῦ Α τὸ Β ὑπάρχει(起间接疑问或关系从句作用:“作为B所属于的A的某物”)与同位语分词短语 μόριόν τι ὂν τοῦ Α 共同构成结构,即“把B所属于的A的某物取为作为A的一部分的Γ”。
