← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§29.1-30.31

换位的多重含义与各前提换位规则概述

在亚里士多德于《前分析篇》卷一第二章探讨前提换位之际,亚历山大梳理了换位的多种含义,并概述了保持真值的词项换位的逻辑规则(E和I的单纯换位、A的限制换位,以及O的不换位)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13

" Τῶν μὲν ἐν τῷ ὑπάρχειν τὴν μὲν καθόλου στερητικὴν ἀνάγκη τοῖς ὅροις ἀντιστρέφειν." Ἐφεξῆς τοῖς εἰρημένοις περὶ ἀντιστροφῶν προτάσεων ποιεῖται τὸν λόγον· χρήσιμος γὰρ αὐτῷ ἡ τοῦδε τοῦ θεωρήματος διδασκαλία πρὸς τοὺς ἀτελεῖς συλλογισμοὺς τοὺς ἔν τε τῷ δευτέρῳ καὶ τρίτῳ σχήματι συνισταμένους, ὡς ἔφαμεν· οἱ γὰρ πλεῖστοι αὐτῶν δείκνυνται συλλογιστικοὶ δι’ ἀντιστροφῆς ἢ δι’ ἀντιστροφῶν. λέγεται δὲ πλεοναχῶς ἡ ἀντιστροφή· καὶ γὰρ ἐπὶ συλλογισμῶν ἀντιστροφὴ γίνεται, καὶ λέγονται συλλογισμοὶ ἀντιστρέφειν· λέγεται γοῦν ὁ τῷ συλλογιστικῷ λόγῳ ἀντιστρέφων συλλογιστικὸς καὶ αὐτὸς εἶναι. ἀλλ’ οὗτοι μὲν σὺν ἀντιθέσει ἀντιστρέφουσιν· ὅταν γὰρ τὸ ἀντικείμενον τοῦ συμπεράσματος λαβόντες τὴν ἑτέραν τῶν προτάσεων προσλάβωμεν, συλλογιστικῶς τὸ ἀντικείμενον τῇ ἑτέρᾳ προτάσει συνάγομεν· τὸ γὰρ τῷ συλλογιστικῷ τρόπῳ ἀντιστρέφον οὕτω καὶ αὐτὸ συλλογιστικόν ἐστιν. ἀλλὰ περὶ μὲν τῆς τῶν συλλογισμῶν ἀντιστροφῆς διδάξει ἡμᾶς ἐν τῷ δευτέρῳ τῆσδε τῆς πραγματείας. ἔστι δὲ καὶ ἐν προτάσεσιν ἀντιστροφὴ σὺν ἀντιθέσει· ἀντιστρέφει γὰρ τῇ ‘ἄνθρωπος ζῷόν ἐστιν’ ἡ λέγουσα ‘τὸ μὴ ζῷον οὐδὲ ἄνθρωπός ἐστιν’. ἐν προτάσεσιν ἀντιστροφή, καὶ ὅταν ἡ καταφατικὴ τῇ ἀποφατικῇ τῇ ὁμοίως λαμβανομένῃ συναληθεύῃ· οὕτως λέγεται ἀντιστρέφειν ἡ ἐνδεχομένη καταφατικὴ τῇ ἐνδεχομένῃ ἀποφατικῇ, οἷον εἰ ἀληθές ἐστι τὸ ‘ἐνδέχεται πάντα ἄνθρωπον περιπατεῖν’ ὡς ἐνδεχόμενον, ἀληθές ἐστι καὶ τὸ ἐνδέχεσθαι μηδένα ἄνθρωπον περιπατεῖν. λέγεται προτάσεων ἀντιστροφὴ καὶ ἡ ἀντιστροφὴ τῶν ὅρων μετὰ τοῦ συναληθεύειν. ἀντιστροφὴ δὲ ὅρων ἐστίν, ὅταν ἐναλλάξαντες τὸν μὲν ὑποκείμενον τῶν ὅρων κατηγορούμενον ποιήσωμεν, τὸν δέ πως κατηγορούμενον ὑποκείμενον ποιῶμεν, τηροῦντες τῆς ἀντιστρεφομένης προτάσεως τὴν ποιότητα. ἁπλῶς μὲν οὖν ἡ ἐναλλαγὴ τῶν ὅρων κατὰ τὸν προειρημένον τρόπον ἀντιστροφὴ καλεῖται, οἷον πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον ἄνθρωπος· ἀντεστράφησαν γὰρ οἱ ὅροι. ὅταν δὲ πρὸς τῇ ἀντιστροφῇ καὶ συναληθεύωσιν ἀλλήλαις αἱ ἀντιστρεφόμεναι ὁμοίως λαμβανόμεναι, ἀντιστρέφειν ἑαυταῖς αἱ προτάσεις αὗται λέγονται. Περὶ τῆς τοιαύτης τῶν προτάσεων ἀντιστροφῆς τὸν λόγον ποιεῖται νῦν καὶ δείκνυσι, τίνες μὲν τῶν προειρημένων προτάσεων ἀντιστρέφουσιν ἀλλήλαις, τίνες δὲ οὔ. δειχθήσεται δέ, ὅτι, ὧν μὲν αἱ ἀντικείμεναι ἀντιστρέφουσιν1 ἀλλήλαις, καὶ αὐταὶ ἀντιστρέφουσιν, ὧν δὲ αἱ ἀντικείμεναι μὴ ἀντιστρέφουσιν, οὐδὲ αὐταὶ ἀντιστρέφουσιν, οἷον ἀντίκειται ἀντιφατικῶς τῇ μὲν καθόλου ἀποφατικῇ ἡ ἐπὶ μέρους καταφατική, τῇ δὲ καθόλου καταφατικῇ ἡ ἐπὶ μέρους ἀποφατική. ἡ μὲν οὖν καθόλου ἀποφατικὴ ἑαυτῇ ἀντιστρέφει, ὡς δείξει· ἀληθοῦς γὰρ οὔσης τῆς καθόλου ἀποφατικῆς ἀληθὴς γίνεται καὶ ἡ ἀνάπαλιν κατὰ τοὺς ὅρους ὁμοίως λαμβανομένη, οἷον ‘οὐδεὶς ἄνθρωπος ἵππος’ ἀληθὴς καὶ ‘οὐδεὶς ἵππος ἄνθρωπος’ ἀληθής. καὶ ἡ ἐπὶ μέρους δὴ καταφατική, ἥτις ἀντίκειται τῇ καθόλου ἀποφατικῇ, ἀντιστρέψει καὶ αὐτή· ἀληθοῦς γὰρ ληφθείσης τῆς ἐπὶ μέρους καταφατικῆς ἀληθὴς γίνεται καὶ ἡ ἀνάπαλιν κατὰ τοὺς ὅρους ταύτῃ λαμβανομένη, οἷον ‘τὶς ἄνθρωπος μουσικός’ ἀληθής, ἀληθὴς καὶ ἡ λέγουσα ‘τὶ μουσικὸν ἄνθρωπος’. καὶ αὗται μὲν οὖν ἀντιστρέφουσιν ἑαυταῖς. ἡ δὲ καθόλου καταφατικὴ οὐκ ἀντιστρέφει ἑαυτῇ· οὐδὲ γὰρ εἰ ἀληθές ἐστι τὸ πάντα ἄνθρωπον ζῷον εἶναι, ἤδη ἀληθὴς γίνεται καὶ ἡ τὸ πᾶν ζῷον εἶναι ἄνθρωπον λέγουσα· οὕτως γὰρ ἂν ἀντέστρεφεν ἑαυτῇ· ἀντιστρέφει δὲ αὐτῇ ἡ ἐπὶ μέρους καταφατικὴ ἡ λέγουσα ‘τὶ ζῷον ἄνθρωπος’, ὥστε ἡ ἐπὶ μέρους καταφατικὴ καὶ πρὸς ἑαυτὴν ἀντιστρέφει καὶ πρὸς τὴν καθόλου καταφατικήν. ὡς μέντοι ἡ καθόλου καταφατικὴ οὐκ ἀντιστρέφει ἑαυτῇ, οὕτως οὐδ’ ἡ ἀντικειμένη τῇ καθόλου καταφατικῇ ἡ ἐπὶ μέρους ἀποφατικὴ οὐδὲ ἑαυτῇ ἀντιστρέφει· οὐ γὰρ εἰ ἀληθές ἐστι τὸ τὶ ζῷον μὴ εἶναι ἄνθρωπον, ἀληθὲς γίνεται καὶ τὸ τινὰ ἄνθρωπον μὴ εἶναι ζῷον. οὐκ εἴ τινες δέ ποτε ἐν αὐταῖς συναληθευόμεναι ληφθεῖεν ἐν ταῖς ἀντιστροφαῖς, διὰ τοῦτο τὸ εἰρημένον ὑφ’ ἡμῶν διαβάλλεται·2 ἱκανὸν γὰρ ἐπὶ πάντων τῶν τοιούτων πρὸς ἀναίρεσιν τοῦ καθόλου καὶ τὸ ἐπί τινὸς δεῖξαι μὴ οὕτως ἔχον· τὰ γὰρ μὴ ἐπὶ πάντων συναληθευόμενα οὐ παρὰ τῆς οἰκείας φύσεως τὸ ἀντιστρέφειν ἔχει ἀλλὰ παρὰ τὴν τινὸς ὕλης ἰδιότητα. λέγει δὴ περὶ τῶν τοιούτων κατὰ τὰς προτάσεις ἀντιστροφῶν καὶ πειρᾶται μὴ ἐκ τοῦ ἐναργοῦς μόνον ἀλλὰ καὶ λόγοις τισὶ καθολικοῖς προσχρώμενος τὰς ἐν αὐταῖς ἀντιστροφὰς δεικνύναι. περὶ δὲ τῶν ἀδιορίστων οὐ λέγει, ὅτι μηδὲ χρήσιμοι πρὸς συλλογισμούς εἰσιν αὗται, καὶ ὅτι ἴσον ταῖς ἐπὶ μέρους δύνανται.

“在关于实然属于的前提中,全称否定前提必然在词项上换位。” 紧随前述内容之后,他展开了关于前提换位的论述;因为正如我们所言,这一定理的传授对于在第二格和第三格中所构成的那些不完全三段论来说对他是有用的;因为它们中的大多数正是通过一个换位或多个换位而被表明具有三段论性质的。然而,换位是在多种意义上被述说的;因为在三段论上也会发生换位,且三段论也被说成是换位的;至少,与具有三段论性质的论证相换位的论证,其自身也被称为具有三段论性质的。但这些三段论是带有对立而换位的;因为每当我们取结论的对立命题,并附加取其中一个前提时,我们便以三段论的方式推导出与另一前提相对立的命题;因为以此种方式与三段论式相换位者,其自身也是具有三段论性质的。不过,关于三段论的换位,他将在本论著的第二卷中教导我们。在前提中也存在带有对立的换位;因为与“人是动物”相换位的是那句说“非动物亦非人”的前提。当肯定前提与以同样方式被取的否定前提同真时,前提中也会产生换位;依此方式,可能肯定前提被说成与可能否定前提相换位,例如,若“一切人皆可能散步”作为可能前提是真,则“没有人散步是可能的”也是真。词项的换位伴随着同真,也被称为前提的换位。而词项的换位是指:当我们互换词项,把词项中的主项变成谓项,且把在某种意义上作为谓项的变成主项时,同时保持被换位前提的质。因此,单纯依前述方式对词项进行的互换被称为换位(例如“所有人皆是动物”,“所有动物皆是人”;因为词项被换位了)。而当在换位之外,以同样方式被取的被换位前提彼此还一同为真时,这些前提便被说成与自身相换位。 关于前提的此类换位,他现在展开论述,并指出在前述前提中,哪些彼此换位,哪些不换位。并且将要表明的是,凡对立命题彼此换位的前提,它们自身也换位;而凡对立命题不换位的前提,它们自身也不换位。例如,与全称否定前提相矛盾对立的是特称肯定前提,而与全称肯定前提相对立的是特称否定前提。因此,全称否定前提与自身换位,正如他将要指出的;因为在全称否定前提为真时,就词项而言反向且以同样方式被取的前提也成为真,例如“没有任何人是马”是真,“没有任何马是人”也是真。而与全称否定前提相对立的特称肯定前提自身也同样将换位;因为当特称肯定前提被取为真时,就词项而言与此反向被取的前提也成为真,例如“有人是懂音乐的”是真,那句说“有些懂音乐的是人”的前提也是真。因此,这些前提与自身换位。但全称肯定前提并不与自身换位;因为即使所有人皆是动物为真,那句说所有动物皆是人的前提并不由此就成为真;因为若如此它便会与自身换位了;然而与它相换位的是那句说“有些动物是人”的特称肯定前提,因此特称肯定前提既与自身换位,也与全称肯定前提相换位。然而,正如全称肯定前提不与自身换位一样,与全称肯定前提相对立的特称否定前提同样也不与自身换位;因为即使有些动物不是人为真,有些人不是动物也并不成为真。但是,即使它们当中有时在换位中被取为同真,我们所说的话也并不因此就被驳倒;因为在所有此类情形中,只要指出在某种情况下并非如此,便足以否定全称命题;因为那些并非在所有情况下都同真的前提,其换位并非出自其固有的本性,而是出自某种质料的特性。因此,他就关于前提的此类换位进行论述,并试图不仅从显明的事实出发,而且还运用某些全称论证来证明它们之中的换位。至于不定前提,他则没有谈及,因为它们对三段论没有用处,且它们具有与特称前提均等的能力。

语法注2 条
  1. 1.13ὧν μὲν αἱ ἀντικείμεναι ἀντιστρέφουσιν ἀλλήλαις, καὶ αὐταὶ ἀντιστρέφουσιν

    关系代词 ὧν 省略了先行词(隐含 τούτων),用作表示限定或范围的属格(“凡……的那些前提”)。主句中的 καὶ αὐταί 意为“它们自身也……”,表明对立前提的换位性与原前提自身的换位性在此处构成了对应关系。

  2. 1.13οὐκ εἴ τινες δέ ποτε ἐν αὐταῖς συναληθευόμεναι ληφθεῖεν ἐν ταῖς ἀντιστροφαῖς, διὰ τοῦτο τὸ εἰρημένον ὑφ’ ἡμῶν διαβάλλεται

    句首的否定词 οὐκ 并非直接否定紧随其后的条件从句(εἴ τινες... ληφθεῖεν),而是跨过条件从句否定主句的谓语部分 διὰ τοῦτο... διαβάλλεται(否定词超前置/离隔)。整个句式表达论辩中的常见逻辑反驳:“并不因为存在……情形,我们所说的观点便因此被驳倒”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:29.1-30.31