← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§32.18-34.2

驳全称否定换位论证中的循环论证指责

亚历山大反驳了关于亚里士多德依赖特称肯定前提换位来证明全称否定前提换位(陷入循环论证)的指责,阐明该证明并非基于特称肯定换位,而是基于“对一切/在整体中”的定义,或更确切地说,基于析出法(ekthesis)及感觉直观。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14#2

ἦν δὲ τὸ Γ τὶ τοῦ Β· καὶ τὸ Α ἄρα κατὰ τινὸς τοῦ Β κατηγορηθήσεται· ἀλλ’ ἔκειτο κατὰ μηδενὸς τὸ Α τοῦ Β· ἦν δὲ κατὰ μηδενὸς τὸ μηδὲν εἶναι τοῦ Β, καθ’ οὗ τὸ Α κατηγορηθήσεται. Ὅτι δὲ μὴ διὰ τῆς ἐπὶ μέρους καταφατικῆς ὡς ἀντιστρεφούσης τὴν δεῖξιν πεποίηται, δῆλον καὶ ἐξ αὐτῆς τῆς λέξεως· οὐ γὰρ εἶπεν ‘εἰ γὰρ τινὶ τὸ Β τῷ Α, καὶ τὸ Α τῷ Β τινί’· τοῦτο γὰρ ἦν τὸ διὰ τῆς ἐπὶ μέρους καταφατικῆς δεῖξαι. τὴν γοῦν ἐπὶ μέρους καταφατικὴν δεικνὺς ἐν τοῖς ἑξῆς ἀντιστρέφουσαν προσχρώμενος τῇ τῆς καθόλου ἀποφατικῆς ἀντιστροφῇ οὕτως ἐχρήσατο εἰπών· εἰ γὰρ μηδενί, οὐδὲ τὸ Α οὐδενὶ τῷ Β· τοῦτο γάρ ἐστι τὸ ὡς ὁμολογουμένῳ χρῆσθαι. ὁ δὲ οὐ λαμβάνει μὲν ὡς ὁμολογούμενον τὸ τὴν ἐπὶ μέρους καταφατικὴν ἀντιστρέφειν, ἐκθέμενος δὲ τοῦ Α τὶ τὸ Γ ἐπὶ τούτου τὴν δεῖξιν ποιεῖται, καθ’ οὗ οὐκέτι τὸ Β κατὰ τινός.1 διὸ οὐ τῇ ἐπὶ μέρους ἀντιστροφῇ ἀλλὰ τῷ κατὰ παντὸς καὶ ἐν ὅλῳ ῥητέον αὐτὸν κεχρῆσθαι πρὸς τὴν δεῖξιν. ἢ ἄμεινόν ἐστι καὶ οἰκειότατον τοῖς λεγομένοις τὸ δι’ ἐκθέσεως καὶ αἰσθητικῶς λέγειν τὴν δεῖξιν γεγονέναι, ἀλλὰ μὴ τὸν εἰρημένον τρόπον μηδὲ συλλογιστικῶς· ὁ γὰρ διὰ τῆς ἐκθέσεως τρόπος δι’ αἰσθήσεως γίνεται καὶ οὐ συλλογιστικῶς· τοιοῦτον γάρ τι λαμβάνεται τὸ Γ τὸ ἐκτιθέμενον, ὃ αἰσθητὸν ὂν μόριόν ἐστι τοῦ Α· εἰ γὰρ κατὰ μορίου τοῦ Α ὄντος τοῦ Γ αἰσθητοῦ τινος καὶ καθ’ ἕκαστα λέγοιτο τὸ Β, εἴη ἂν καὶ τοῦ Β μόριον τὸ αὐτὸ Γ ὄν γε ἐν αὐτῷ· ὥστε τὸ Γ εἴη ἂν ἀμφοτέρων μόριον καὶ ἐν ἀμφοτέροις αὐτοῖς. κατηγορούμενον δὴ τὸ Α τοῦ Γ ὄντος ἰδίου μορίου κατὰ τινὸς ἂν τοῦ Β κατηγοροῖτο, ἐπεὶ τοῦ Β τὸ Γ μόριόν ἐστιν ὄν γε ἐν αὐτῷ. οἷον εἰ κείμενον εἴη τὸν ἄνθρωπον μηδενὶ ἵππῳ ὑπάρχειν καὶ μὴ συγχωροίη τις τούτῳ τὸν ἵππον μηδενὶ ἀνθρώπῳ, λέγοι ἂν τινὶ αὐτὸν ἀνθρώπῳ ὑπάρχειν. ἂν δὴ ληφθῇ οὗτος, οἷον Θέων, ἔσται καὶ ὁ ἄνθρωπος τινὶ ἵππῳ ὑπάρχων, ἐπειδὴ ὁ Θέων καὶ ἄνθρωπος καὶ ἵππος εἶναι ἐλήφθη. ἀδύνατον δὲ τοῦτο· ὡμολόγητο γὰρ τὸ τὸν ἄνθρωπον μηδενὶ ἵππῳ ὑπάρχειν. ἄντικρυς δὲ ἐπὶ τοῦ τρίτου σχήματος χρώμενος τῇ δι’ ἐκθέσεως δείξει οὕτως κέχρηται ὡς οὔσῃ αἰσθητικῇ ἀλλ’ οὐ συλλογιστικῇ. διὸ καὶ ἐνταῦθα κέχρηται αὐτῇ· οὐδέπω γὰρ περὶ τῶν συλλογιστικῶν δείξεων γνώριμον. ἐπεὶ δὲ ταύτῃ τῇ δείξει προσχρώμενον ἔνεστι καὶ τὴν ἐπὶ μέρους καταφατικὴν ἀντιστρέφουσαν δεικνύναι τῷ ἕπεσθαι τοῖς προειρημένοις κἀκεῖνο,2 ἡγοῦνταί τινες διὰ τῆς ἀντιστροφῆς τῆς ἐπὶ μέρους καταφατικῆς πεποιῆσθαι τὴν δεῖξιν αὐτόν. οὐ μὴν καὶ πεποίηκεν οὕτως· οὐ γὰρ προσκέχρηται τῇ ἀντιστροφῇ τῆς ἐπὶ μέρους καταφατικῆς· τὸ γὰρ Α λαμβάνει τινὶ τῷ Β ὑπάρχειν, οὐχ ὅτι ἀντιστρέφει, ἀλλ’ ὅτι τὸ Γ μόριον ὂν τοῦ Α καὶ τοῦ Β μόριόν ἐστιν· ἐπήνεγκε γοῦν τὸ γὰρ Γ τοῦ Β τί ἐστιν. ᾧ εἵπετο καὶ τὸ ἀντιστρέφειν· ἀλλ’ αὐτός γε οὐ προσεχρῆτο αὐτῷ. ἐπεὶ τῇ αὐτῇ γε δείξει ἔνεστι χρησαμένους δεῖξαι καὶ τῇ καθόλου καταφατικῇ τὴν ἐπὶ μέρους ἀντιστρέφουσαν· ἀλλ’ οὐ διὰ τοῦτο καὶ Ἀριστοτέλης αὐτῇ νῦν κέχρηται. ὅτι γὰρ ἄλλη τῆς δι’ ἀντιστροφῆς δείξεως ἡ δι’ ἐκθέσεως, φανερώτατα ἐπὶ τοῦ τρίτου σχήματος δέδειχεν· λαβὼν γὰρ συζυγίαν, ἐν ᾗ τὰ ἄκρα ἀμφότερα κατὰ παντὸς τοῦ μέσου κατηγορεῖται, καὶ δείξας πρῶτον δι’ ἀντιστροφῆς τῆς ἑτέρας τῶν προτάσεων τὸ συναγόμενον συλλογιστικῶς μετὰ ταῦτα καὶ δι’ ἐκθέσεως τὴν δεῖξιν ποιεῖται ὡς ἄλλης οὔσης παρὰ τὴν δι’ ἀντιστροφῆς. ὁμοιοτάτη δὲ τῇ δι’ ἐκθέσεως ἐκεῖ δείξει, ᾗ νῦν ἐπὶ τῆς ἀντιστροφῆς κέχρηται.

然而Γ原是B的某物;因此A也将述说B的某些。但原定立的是A不述说任何B;而“不述说任何”是指不存在任何属于B的事物,使得A述说它。 至于他并非通过特称肯定前提的换位来做出证明,这从文字本身也是清楚的;因为他并没有说“因为如果B属于某些A,则A也属于某些B”;因为这才是通过特称肯定前提来证明。至少他在接下来的部分中证明特称肯定前提换位时,运用了全称否定前提的换位,并这样说道:“因为如果不属于任何,则A也不属于任何B”;因为这才是把它当作公认的事情来使用。但他现在并没有把特称肯定前提换位当作公认的事情来接受,而是在析出Γ作为A的某物之后,是在它之上做出证明的,而对于它,B不再是述说“某些”。因此应当说,他用来进行证明的不是特称前提的换位,而是“对一切”和“在整体中”。 或者,更好的且最切合所说之事的说法是,证明是通过析出法且依感觉做出的,而不是以所述的方式或三段论方式做出的;因为通过析出法的方式是依感觉成立的,而不是三段论式的;因为被析出的Γ被取为这样一种东西,它作为可感者是A的一部分;因为如果B被述说于作为A的一部分且是某个可感个体的Γ,那么同一个Γ既然在B之内,也就会是B的一部分;从而Γ将是两者的部分,并存在于它们两者之中。因此,A既然被述说于作为其自身部分的Γ,也将被述说于B的某些,因为Γ既然在B之内,就是B的一部分。例如,若定立人属于任何马都不成立,而有人对此不承认马属于任何人都不成立,他就会说马属于某些人。那么,如果这一个人被取定,比如塞翁,人也将属于某些马,因为塞翁被取为既是人又是马。但这不可能;因为先前公认人属于任何马都不成立。而且,在第三格中运用通过析出法的证明时,他是直截了当地把它当作感觉性的而非三段论式的来使用的。因此他在这里也运用了它;因为关于三段论式的证明此时尚未为人所知。 然而,既然运用这一证明时,由于前述各点也推导得出那一结论,从而也能够证明特称肯定前提换位,因而有些人便认为他是通过特称肯定前提的换位来做出证明的。但这绝不是他所做的;因为他并未连带使用特称肯定前提的换位;因为他接受A属于某些B,并不是由于它换位,而是由于Γ既然是A的一部分,也是B的一部分;至少他接着补充说“因为Γ是B的某物”。换位虽然也由此推导得出;但他本人至少并没有运用它。因为运用同一证明固然也能够对全称肯定前提证明特称前提换位,但亚里士多德现在并不是因此而运用了它。因为通过析出法的证明不同于通过换位的证明,这一点他在第三格中极其明显地证明了;因为在取了一组两端项都述说全部中项的前提配对,并首先通过其中一个前提的换位三段论式地证明了推导出的结论之后,在此之后他也通过析出法做出了证明,将其作为有别于通过换位的证明。而他现在在换位中所运用的〔证明〕,与那里通过析出法的证明是极其相似的。

语法注2 条
  1. 1.14ἐκθέμενος δὲ τοῦ Α τὶ τὸ Γ ἐπὶ τούτου τὴν δεῖξιν ποιεῖται, καθ’ οὗ οὐκέτι τὸ Β κατὰ τινός

    分词 ἐκθέμενος(“析出、列出”)所支配的宾语是 τὸ Γ,与 τοῦ Α τὶ(“A的某物”)构成同位关系。关系从句 καθ’ οὗ οὐκέτι τὸ Β κατὰ τινός 中省略了述谓动词(需补出 κατηγορεῖται 等):对于被析出的个别项 Γ,B 不再是作为特称量化(κατὰ τινός,“述说某些”)而被述说的,而是直接述说的。

  2. 1.14τῷ ἕπεσθαι τοῖς προειρημένοις κἀκεῖνο

    带冠词不定词与格 τῷ ἕπεσθαι 在此表示原因,修饰 ἔνεστι ... δεικνύναι。τοῖς προειρημένοις 是 ἕπεσθαι 所要求的与格补足语(“跟从于前述各点”),而 κἀκεῖνο(καὶ ἐκεῖνο 的缩合)则是不定词的逻辑主语(宾格,“那一结论也”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:32.18-34.2