← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§308.5-309.9

后随项的优先选取与规则调和

亚历山大阐明了亚里士多德在《前分析篇》卷一第28章(44b3)中的教导,即对于主项自身所随顺的事物也必须优先选取更为普遍者,解释了这在探求特称肯定三段论中的应用,并提出了两种解决方案以化解此说与前述筛选规则之间的表面矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.200#1

" Ὁμοίως δὲ καὶ ἐφ’ ὧν αὐτὸ ἀκολουθεῖ." Τοῦτ’ ἔστιν ‘ὁμοίως δὲ ζητητέον καὶ ἐπὶ τῶν, οἷς αὐτὸ ἀκολουθεῖ’. ἔστι δέ, ὃ λέγει, ὅτι οὐ μόνον δεῖ λαμβάνειν ἐπὶ τῶν ἑπομένων τῷ Ε τὰ καθολικώτερα πρῶτον καὶ τῶν, οἷς ἕπεται τὸ Α, τὰ καθόλου καὶ ταῦτα πρῶτον ζητεῖν, εἰ ἔστιν ἀλλήλοις ταὐτά, εἶτα, εἰ μὴ ἐν τούτοις εὑρίσκοιτο, ἐπὶ τὰ προσεχέστερα καὶ μὴ ὁμοίως ἔτι κοινὰ μετιτέον· ταῦτα δὲ ἐποιοῦμεν καὶ συνεκρίνομεν τὸ καθόλου καταφατικὸν θέλοντες δεῖξαι. οὐκ ἐπὶ τούτου οὖν μόνου φησὶ δεῖν οὕτως ποιεῖν, ἀλλὰ καὶ ἐπὶ τῶν, οἷς τὸ Ε ἀκολουθεῖ, ὁμοίως ποιητέον· ἦν δὲ ταῦτα τὰ ἐπὶ τοῦ Η. καὶ γὰρ ἐπὶ τούτων φησὶ τὰ καθολικώτερα δεῖν πρῶτον τῶν, οἷς ἕπεται τὸ Ε, λαμβάνοντας συγκρίνειν αὐτὰ τοῖς καθολικωτέροις τῶν, οἷς εἵπετο τὸ Α, ἃ ἦν ἐπὶ τοῦ Γ, ἃ εἶπε πρὸ ὀλίγου Κ Γ. ἡ δὲ τούτων σύγκρισις γίνεται, ὅτε τὸ ἐπὶ μέρους καταφατικὸν ζητεῖται· τότε γὰρ ἡ σύγκρισις αὐτῶν ἐκ τούτων γίνεται, οἷς ἀμφότερα ἕπεται, ἃ ἦν Γ, Η. τὸ δὲ εἰ μὲν γὰρ τοῖς πρώτοις, καὶ τοῖς ὑπ’ ἐκεῖνα εἴρηκε1 περί τε τοῦ Α, ὃ ἐστιν ἑπόμενον τοῖς Γ, ὁμοίως καὶ περὶ τοῦ Ε, ὃ ἕπεται τοῖς Η· τὸ γὰρ ἑπόμενον, εἰ μὲν ἕποιτο τοῖς πρώτοις καὶ καθολικωτέροις, ἕποιτο ἂν καὶ τοῖς ὑπ’ ἐκείνων περιεχομένοις. εἰ δὲ μὴ τοῖς καθολικωτέροις ἕποιτο, οὐδὲν κεκώλυται τῶν ὑπ’ ἐκεῖνα ἕπεσθαί τινι, οἷον ὁ ἄνθρωπος εἰ μὴ ἕπεται τῷ δίποδι, ἀλλὰ τῷ πεζῷ δίποδι οὐδὲν κεκώλυται ἕπεσθαι. οὐ λέγει δέ, ὅτι τὸ τῷ καθόλου 〈μὴ〉 ἑπόμενον πᾶσι τοῖς ὑπ’ αὐτὸ ἐνδέχεται ἀκολουθεῖν,2 ἀλλ’ ὅτι τισὶ τῶν ὑπ’ αὐτὸ ἐγχωρεῖ ἕπεσθαι αὐτό. Ἐπισκεπτέον δέ, πῶς τοῦτο συνᾴδει τῷ πρὸ ὀλίγου εἰρημένῳ τῷ “οὐδὲ δὴ τῷ καθόλου ἐκλεκτέον, οἷς ἕπεται τὸ περιεχόμενον”. ἢ δι’ ἐκείνου οὐ παρῃτεῖτο τὸ πρῶτον δεῖν τὰ καθολικώτερα λαμβάνειν τῶν, οἷς ἕπεται ὁ κείμενος ὅρος, ἀλλὰ τὸν τρόπον τῆς ἐκλογῆς·3 διὰ γὰρ τοῦ δεικνύναι τὸ καθολικώτερον τῶν, οἷς ἕπεταί τι, ἑπόμενόν τισι, διὰ τούτου ἔλεγε δεῖν δεικνύναι τὸ ἕπεσθαι καὶ οἷς τὸ καθολικώτερον εἵπετο, ἀλλ’ οὐχ ὡς τούτῳ ἑπόμενον αὐτὸ ἀπ’ ἀρχῆς τιθέναι. καὶ λέγοι ἂν δεῖν πρῶτον ἐκεῖνα ἐν τῇ ἐκλογῇ τῶν, οἷς ἕπεται τὸ προκείμενον, λαμβάνειν· οὕτως γὰρ οὐ δὶς ταὐτὰ ληψόμεθα. ὁ μὲν γὰρ λαβὼν τῷ αἱρετῷ ἕπεσθαι τὸ ἀγαθὸν λήψεται, ὅτι καὶ τῇ ἀρετῇ καὶ τῇ ὑγείᾳ, ὁ δὲ πρῶτον λαβὼν τὴν ἀρετὴν ἔπειτα τὸ αἱρετὸν δὶς ταὐτὸν ἔσται λαμβάνων. ἐν γὰρ τῇ ἀρετῇ τὸ αἱρετόν· οὐκέτι δὲ ἕπεται τῷ αἱρετῷ καὶ ἡ ἀρετή· ὥστε λαμβάνοι ἄν, οἷς ἕπεται τὸ περιεχόμενον ὑπὸ τοῦ ἀγαθοῦ, τούτοις ἕπεσθαι καὶ τὸ ἀγαθόν. ἢ καὶ τῶν αὐτῷ τῷ προκειμένῳ ἑπομένων τὰ μὲν κοινότερά ἐστι, τὰ δ’ οὔ. τῷ γὰρ ἀνθρώπῳ ἕπεται τὸ ζῷον, ἕπεται καὶ τὸ λογικόν· ἀλλὰ κοινότερον τὸ ζῷον τοῦ λογικοῦ, ὥστε καὶ χωρὶς τοῦ λαμβάνειν τὰ τῷ ζῴῳ ἑπόμενα ἕπεσθαι τῷ ἀνθρώπῳ ἔστι τῶν ἑπομένων αὐτῷ τὰ μὲν κοινότερα τὰ δὲ ὑπ’ ἐκεῖνα.

“在它自身所随顺的事物上也是同样。” 这就是说,“在它自身所随顺的各项上,也同样应当探究”。而他的意思是:不仅应当在Ε的随顺项中首先选取较为普遍者,在Α所随顺的各项中首先选取全称者,并首先探究这些项是否彼此相同,然后如果未能在这些项中找到,再转向更为邻近且不再同样普遍的项(我们此前为了证明全称肯定命题,正是这样操作并加以比较的)。因此他说,不仅在这种情况中必须这样操作,而且在Ε所随顺的各项上,也应当同样进行;而这些就是Η下的各项。因为他说,在这些项上,也同样应当首先选取Ε所随顺的各项中较为普遍者,将它们与Α所随顺的各项中较为普遍者进行比较,后者隶属于Γ之下,即他不久前称作ΚΓ的那些项。而对这些项的比较是在探求特称肯定命题时进行的;因为那时,对它们的比较是从两者都随顺的各项中进行的,这些项就是Γ和Η。至于“因为如果属于第一者,也就属于其下者”这句话,他是既针对作为随顺Γ各项的Α而言的,同样也是针对随顺Η各项的Ε而言的。因为随顺者如果随顺第一的以及较为普遍的各项,它也会随顺被那些项所包含的各项。但如果它并不随顺较为普遍的各项,并不妨碍它随顺其下的某些项;例如,如果“人”并不随顺“二足的”,却丝毫不妨碍它随顺“陆行的二足的”。然而,他并不是说,不随顺普遍者的项可以随顺其下的所有项,而是说,它有可能随顺其下的某些项。 但必须考察的是,这如何与不久前所说的“也不应为全称者筛选被包含者所随顺的各项”相一致。或者[可以回答说],通过那句话,他并不是在否定必须首先选取设定项所随顺的各项中较为普遍者,而是在否定筛选的方式;因为他的意思是,通过证明某物所随顺的各项中较为普遍者随顺于某些项,通过这一证明来说明它也随顺那较为普遍者所随顺的各项,而不是从一开始就把设定项自身设定为随顺于此项。而且他会说,在设定项所随顺的各项之筛选中,必须首先选取那些项;因为这样我们便不会重复选取相同的事物。因为,选取了“善”随顺“合意者”的人,也将选取善随顺“德性”与“健康”,但首先选取了“德性”然后选取“合意者”的人,将会重复选取相同的事物。因为在德性之中就有合意者;但“合意者”却不再被“德性”所随顺。因此,他便会假定,凡被包含在善之下的项所随顺的各项,善也随顺它们。或者也可以说,在设定项自身的随顺项中,有些更为普遍,有些则不是。因为“动物”随顺“人”,“理性的”也随顺人;但“动物”比“理性的”更为普遍,因此即使不选取随顺动物的各项作为随顺人的项,在人的随顺项中也有些更为普遍,有些则隶属于其下。

语法注3 条
  1. 2.200τὸ δὲ εἰ μὲν γὰρ τοῖς πρώτοις, καὶ τοῖς ὑπ’ ἐκεῖνα εἴρηκε

    名词化从句 τὸ δὲ εἰ μὲν γὰρ τοῖς πρώτοις, καὶ τοῖς ὑπ’ ἐκεῖνα 引用了亚里士多德的原句(44b5)作为受词或话题,与主要动词 εἴρηκε 的说明语 περί τε τοῦ Α ... ὁμοίως καὶ περὶ τοῦ Ε 结构相连(“关于Α……同样也关于Ε说了[这话]”)。

  2. 2.200οὐ λέγει δέ, ὅτι τὸ τῷ καθόλου 〈μὴ〉 ἑπόμενον πᾶσι τοῖς ὑπ’ αὐτὸ ἐνδέχεται ἀκολουθεῖν

    采纳Wallies校勘本补入的〈μὴ〉。该句表明:不随顺普遍项的项,虽有可能随顺隶属于该普遍者之下的某些特定下位项,但绝非能随顺其下的一切项。

  3. 2.200ἢ δι’ ἐκείνου οὐ παρῃτεῖτο ... ἀλλὰ τὸν τρόπον τῆς ἐκλογῆς

    连词 ἢ 引入对所提出的疑难(与43b22的一致性)的解答。动词 παρῃτεῖτο 支配带冠词的不定词短语 τὸ πρῶτον δεῖν ... λαμβάνειν,并与 ἀλλὰ τὸν τρόπον τῆς ἐκλογῆς 相对照,表示“他并非排斥必须选取……这一规则,而是排斥筛选的方式”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:308.5-309.9