← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§306.22-308.4

优先选取更为普遍的项与属

针对《前分析篇》44a38,亚历山大阐述了在筛选随顺项与所随顺项时为何必须优先考察更为普遍的项与属而非邻近项,并通过包含关系及中项发现的便利性(结合全称肯定推论以及快与善的实例)说明了这如何扩展论证的手段。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.199

" Δεῖ δὲ καὶ τῶν ἑπομένων καὶ οἷς ἕπεται ἕκαστον εἰς τὰ πρῶτα καὶ τὰ καθόλου μάλιστα βλέπειν." Δεῖν φησιν ἐν ταῖς ἐκλογαῖς τῶν ἑπομένων ἑκατέρῳ τῶν κειμένων ὅρων καὶ οἷς ἑκάτερος αὐτῶν ἕπεται μήτε τὰ προσεχῆ εὐθὺς ἑπόμενα λαμβάνειν μήτε τά, οἷς ἕπεται, ἀλλὰ τὰ πρῶτα καὶ καθολικώτερα, ὑφ’ ἃ τέτακται καὶ τὰ προσεχῆ τοῖς κειμένοις πρῶτα,1 ἐπισκοπεῖν. λέγει δὲ τῶν ἑπομένων οὐ τὰ ἴδια καὶ τοὺς ὁρισμούς (ταῦτα γὰρ οἰκεῖά τε τῶν κειμένων, καὶ οὐχ οἷόν τε ὁρισμόν τινος ἢ ἴδιον ἔτι εἶναι τὸ καθολικώτερον καὶ πλείοσιν ὑπάρχον) ἀλλὰ τὰ γένη καὶ τὰς διαφορὰς καὶ ὅσα οὕτως ἕπεται. οἷον εἰ ἄνθρωπος εἴη ὁ κείμενος ὅρος, μὴ ζῷον πεζὸν εὐθέως λαμβάνειν ἑπόμενον αὐτῷ ἀλλὰ ζῷον (καθολικώτερον γάρ), καὶ ἔτι πρὸ τοῦ ζῴου τὴν ἔμψυχον οὐσίαν, καὶ ἔτι πρὸ τούτου τὴν οὐσίαν· καὶ εἰ μέλιττα εἴη, μὴ τὸ ὁλόπτερον ἀλλὰ μᾶλλον τὸ πτηνόν (καθολικώτερον γὰρ τοῦτο), καὶ ἔτι μᾶλλον τὸ ζῷον, καὶ ἔτι πρῶτον τὴν οὐσίαν. λέγει δὲ τὸ μὲν προσεχῶς τῷ Ε ἑπόμενον (ἔστω δὲ τοῦτο ἡ μέλιττα) τὸ Ζ, τοῦτ’ ἔστι τὸ ὁλόπτερον, τὸ δὲ καθολικώτερον τοῦ Ζ τὸ Κ Ζ, ὅπερ ἐστὶ τὸ πτηνόν· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ Α (ἔστω δὲ τοῦτο ἄνθρωπος) τὰ μέν, προσεχῶς οἷς ἕπεται, τὸ Γ, τοῦτ’ ἔστι τὸ γραμματικόν, τὸ δὲ καθολικώτερον τὸ Κ Γ, τοῦτ’ ἔστι τὸ ἐπιστῆμον. τῇ δὲ τοῦ Κ προσθέσει πρός τε τὸ Ζ, ὃ ἦν ἑπόμενον τῷ Ε, καὶ πρὸς τὸ Γ, ᾧ εἵπετο τὸ Α, ἐχρήσατο διὰ τούτου τὸ καθολικώτερον προσσημαίνων. ἔθηκε δὲ ταῦτα, δι’ ὧν τὸ καθόλου καταφατικὸν συνάγεται. τοῦ δὲ δεῖν οὕτως ποιεῖσθαι τὴν ἐπίβλεψιν αἰτίαν ἀποδίδωσιν, ὅτι εὐπορώτερον καὶ ἐν πλείοσιν ἡμῖν ἡ ἐκλογὴ τῶν προτάσεων ἔσται καὶ ἡ ζήτησις τοῦ καθολικωτέρου πρῶτον λαμβανομένου· ὁ γὰρ τὸ καθολικώτερον τῶν ἑπομένων τινὶ λαβὼν ἔχει καὶ τὰ ὑπ’ ἐκείνου περιεχόμενα καὶ προσεχέστερον ἑπόμενα τῷ κειμένῳ καὶ αὐτὰ λαμβάνειν, ὁ δὲ τὰ προσεχῆ λαβὼν μόνα οὐκέτ’ ἔχει καὶ τὰ καθολικώτερα τῷ ἐν τοῖς φθάνουσιν εἰλῆφθαι τοῖς προσεχῶς ἑπομένοις κἀκεῖνα τὰ καθολικώτερα περιέχεσθαι.2 ὁ μὲν γὰρ λαβὼν τῷ ἀνθρώπῳ τὸ ζῷον ἕπεσθαι ἀποκέκλεισται τοῦ τὴν οὐσίαν ἔτι λαβεῖν3 τῷ ἐν τῷ ζῴῳ καὶ τὴν οὐσίαν περιέχεσθαι, ὁ δὲ τὴν οὐσίαν πρώτην λαβὼν ἔχει καὶ τὸ ζῷον ἐν τοῖς ἑπομένοις τῷ ἀνθρώπῳ λαβεῖν ἔτι. πλειόνων δὲ ὄντων τῶν κειμένων εὐπορωτέρα ἡ τοῦ μέσου εὕρεσις· ῥᾷον γὰρ ἐν πλείοσιν εὑρεῖν, ὃ ζητεῖ τις. ἂν γὰρ δέῃ δεῖξαι τὸ Α τῷ Ε ὑπάρχον, ἐπεὶ ἕπεται τῷ Ε οὐ μόνον τὸ Ζ ἀλλὰ καὶ τὸ Κ Ζ, πρῶτον ἐπισκεψώμεθα, εἴ τι τῶν, οἷς ἕπεται τὸ Α, τοῦτ’ ἔστι τῶν Γ ἢ Κ Γ, ταὐτόν ἐστι τῷ Κ Ζ. κἂν μὲν εὕρωμεν τούτων τι ταὐτὸν ἐκείνων τινί, ληψόμεθα τὸ Α τῷ Κ Ζ ὑπάρχειν, τὸ δὲ Κ Ζ τῷ Ε, καὶ οὕτως τὸ Α τῷ Ε. εἰ δὲ μὴ εὑρίσκοιμεν τῶν, οἷς ἕπεται τὸ Α, ταὐτόν τι ὂν τῷ Κ Ζ τῷ καθολικωτέρῳ, καταλείπεται ἡμῖν ἡ ζήτησις ἐπὶ τοῦ Ζ· δύναται γάρ, καὶ εἰ μὴ τῷ Κ Ζ ταὐτόν4 τι εἴη τῶν Κ Γ ἢ τῶν Γ, ἀλλὰ τῷ γε Ζ [τὸ Γ Ζ] εἶναι ταὐτόν. εἰ μὲν γὰρ ὅλῳ τῷ πτηνῷ τὸ Α, ὑπάρξει καὶ τῷ ὁλοπτέρῳ καὶ τῇ μελίττῃ δῆλον ὅτι, ἥτις ἦν τὸ Ε· εἰ δὲ μὴ τῷ πτηνῷ ὅλῳ, οὐ κεκώλυται τῷ ὁλοπτέρῳ καὶ διὰ τοῦ ὁλοπτέρου τῇ μελίττῃ. πλείονες οὖν αἱ ἀφορμαὶ πρὸς τὴν ἐπιχείρησιν, καὶ ἐν πλείοσιν ἡ ζήτησις οὕτως ἔσται. καὶ ἐπεὶ τῇ ἡδονῇ ἕπεται καὶ ἡ ἐνέργεια καὶ ἡ τοιαύτη ἐνέργεια (ἡ γὰρ τῆς κατὰ φύσιν ἕξεως), ἂν μέν τι τῶν, οἷς ἕπεται τὸ ἀγαθόν, ταὐτὸν ᾖ τῇ ἐνεργείᾳ, ὃ ἦν κοινότερον τῶν ἑπομένων τῇ ἡδονῇ, διὰ τούτου ἂν δεικνύοιτο οὖσα ἀγαθόν. εἰ δὲ μὴ τοῦτο, ζητήσομεν, τί τῇ τοιαύτῃ ἐνεργείᾳ ταὐτόν ἐστι τῶν, οἷς ἕπεται τὸ ἀγαθόν· κἂν εὕρωμεν τοιοῦτον ὂν τὸ κατὰ φύσιν (δοκεῖ γὰρ πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι, τοῦτο δ’ ἦν τῇ κατὰ φύσιν ἐνεργείᾳ ἀνεμποδίστῳ ἑπόμενον), διὰ τούτου ἂν εἴη δεικνύμενον τὸ προκείμενον.

“然而,无论在随顺的事物中,还是在各项所随顺的事物中,都必须最着眼于第一的以及全称的事物。” 他说,在对设定两项各自的随顺项,以及它们各自所随顺的各项进行筛选时,既不应立即选取邻近的随顺项,也不应立即选取邻近的所随顺项,而应考察第一的、更为普遍的事物,设定项邻近的第一项也隶属于这些事物之下。而他所说的“随顺项”不是指固有属性和定义(因为这些是设定项所特有的,并且更为普遍、属于更多事物者不可能再是某物的定义或固有属性),而是指类和种差,以及按这种方式随顺的一切事物。例如,如果设定的项是“人”,就不应立即选取“有足动物”作为其随顺项,而应选取“动物”(因为这更为普遍),并在“动物”之前进一步选取“有生命的实体”,在此之前进一步选取“实体”;如果设定的项是“蜜蜂”,则不应选取“全翅的”,而宁可选取“有翼的”(因为这更为普遍),再宁可选取“动物”,更第一步地选取“实体”。而他把邻近随顺Ε(设此为蜜蜂)的项称为Ζ,即“全翅的”,把比Ζ更为普遍的项称为ΚΖ,即“有翼的”;同样,对于Α(设此为人),把其邻近所随顺的各项称为Γ,即“懂语法的”,把更为普遍的称为ΚΓ,即“有学识的”。他在随顺Ε的Ζ和Α所随顺的Γ上都使用了Κ的附加,借此共同指示出更为普遍者。并且他设定了这些项,全称肯定命题即通过它们而被推导出来。对于必须这样进行考察的原因,他给出的解释是:当更为普遍者首先被选取时,对我们而言前提命题的筛选和探究将更为充裕,并在更多事物中进行。因为,选取了某物随顺项中更为普遍者的人,也有可能去选取被前者所包含且更邻近地随顺设定项的事物;而仅仅选取了邻近项的人,由于那些更为普遍的事物已被包含在预先选取的邻近随顺项之中,便不再有可能同时也选取更为普遍者。因为,选取了“动物”随顺“人”的人,由于实体也包含在动物之中,便被排除在进一步选取“实体”之外;而首先选取了“实体”的人,仍有可能在人的随顺项中进一步选取“动物”。而当设定的项更多时,中项的发现就更为充裕;因为在更多的事物中更容易找到所探求的东西。因为,如果需要证明Α属于Ε,既然不仅Ζ而且ΚΖ都随顺Ε,我们首先应当考察,在Α所随顺的各项中,即Γ或ΚΓ中,是否有任何一项与ΚΖ相同。如果我们发现这些中的某项与那些中的某项相同,我们就会假定Α属于ΚΖ,而ΚΖ属于Ε,从而Α属于Ε。但是,如果我们未能发现在Α所随顺的各项中存在与更为普遍的ΚΖ相同的项,关于Ζ的探究就留给了我们;因为即使ΚΓ或Γ中没有任何一项与ΚΖ相同,它至少与Ζ仍有可能是相同的。因为如果Α属于全部“有翼的”,它显然也属于“全翅的”以及“蜜蜂”(即Ε);但如果它不属于全部“有翼的”,并不妨碍它属于“全翅的”并通过“全翅的”而属于“蜜蜂”。因此,用于论证的手段更为丰富,探究因而也将在更多事物中展开。而且既然活动以及如此性质的活动(即顺应本性的状态之活动)都随顺快感,那么如果善所随顺的各项中有任何一项与“活动”(这是快感的随顺项中较为普遍者)相同,通过此项便可证明快感是善。但如果不是这样,我们将探究善所随顺的各项中,何者与如此性质的活动相同;而如果我们发现“顺应本性者”正是如此之物(因为一切顺应本性者似乎都是善,而这又是顺应本性且无阻碍的活动之随顺项),通过此项所设定的论题便可得到证明。

语法注4 条
  1. 2.199ὑφ’ ἃ τέτακται καὶ τὰ προσεχῆ τοῖς κειμένοις πρῶτα

    关系代词 ἃ 先行词为主句中的 τὰ πρῶτα καὶ καθολικώτερα,由介词 ὑπό(后接宾格)管辖,意为“在……之下”。被动动词 τέτακται 的主语是 τὰ προσεχῆ,πρῶτα 则作为同位补语或表语成分(“对设定项而言邻近居先者”)。

  2. 2.199τῷ ἐν τοῖς φθάνουσιν εἰλῆφθαι τοῖς προσεχῶς ἑπομένοις κἀκεῖνα τὰ καθολικώτερα περιέχεσθαι

    这是表示原因的带冠词与格不定式结构(τῷ + 不定式 περιέχεσθαι)。其中内嵌介词短语 ἐν τοῖς φθάνουσιν εἰλῆφθαι τοῖς προσεχῶς ἑπομένοις(“在先前已被选取的邻近随顺项中”),而 κἀκεῖνα τὰ καθολικώτερα 则作为不定式 περιέχεσθαι 的宾格主语。

  3. 2.199ἀποκέκλεισται τοῦ τὴν οὐσίαν ἔτι λαβεῖν

    动词 ἀποκλείω(“排除、拒斥”)支配表示分离的属格,此处由带冠词不定式 τοῦ ... λαβεῖν 充当,意为“被排除在进一步选取实体之外”。

  4. 2.199δύναται γάρ, καὶ εἰ μὴ τῷ Κ Ζ ταὐτόν τι εἴη τῶν Κ Γ ἢ τῶν Γ, ἀλλὰ τῷ γε Ζ [τὸ Γ Ζ] εἶναι ταὐτόν

    非人称动词 δύναται(“有可能”)带补充不定式 εἶναι ταὐτόν(“是相同的”)。在插入的让步从句 καὶ εἰ μὴ ... εἴη(“即使并非……”)之后,由 ἀλλά(“但至少”)引出对立项 τῷ γε Ζ。括号中的 [τὸ Γ Ζ] 为抄本异文或后添成分,不定式 εἶναι 的主语承前省略的不定代词 τι(某物)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:306.22-308.4