← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§305.28-306.21

词项相同与颠倒推论下特称否定的得出

注释亚里士多德44a28–44a30,阐明词项Δ与Η相同时在第三格(或经由换位在第一格)中得出特称否定结论,并探讨Η与Β相同时推论被称为“颠倒的”两种解释以及结论的换位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.197

" Εἰ δὲ τὸ Δ καὶ τὸ Η ταὐτόν." Δείκνυσι πάλιν ἐπὶ μέρους ἀποφατικὸν γινόμενον συμπέρασμα, εἰ τῶν Δ τι, ἃ ἦν μὴ ὑπάρχοντα τῷ Α, ταὐτόν τινι ληφθείη τῶν Η, οἷς εἵπετο τὸ Ε. τὸ γὰρ Α τῷ Η οὐδενί, ὅτι οὐδὲ τῷ Δ, ταὐτὸν δὲ τὸ Δ τῷ Η· τὸ δέ γε Ε παντὶ τῷ Η· ἐξ ὧν ἐν τρίτῳ σχήματι συνάγεται τὸ Α τινὶ τῷ Ε μὴ ὑπάρχον. ἐπεὶ γὰρ ἕπεται τῷ Η τὸ Ε καὶ περιέχει αὐτὸ καὶ κατὰ παντὸς λέγεται τὸ Ε τοῦ Η, καὶ ἀντιστρέψαντι1 ἀληθὲς ἔσται τὸ ‘Η τινὶ τῷ Ε ὑπάρχει’· ἀντιστρέφει γὰρ ἡ ἐπὶ μέρους καταφατικὴ τῇ καθόλου· οὕτως δὲ ἐχουσῶν τῶν προτάσεων συνάγεται τὸ τὸ Α τινὶ τῷ Ε μὴ ὑπάρχειν ἐν πρώτῳ σχήματι.

“然而,如果Δ与Η是同一个。” 他表明,如果曾是不属于Α的事物Δ中的某种事物被提取为与Ε所随顺的Η中的某种事物相同,则会再次得出特称否定的结论。因为Α不属于任何Η,既然它也不属于Δ,而Δ与Η相同;然而Ε属于一切Η;由此在第三格中得出Α不属于某些Ε。因为既然Ε随顺Η并包含它,且Ε对一切Η被述说,那么一经换位,“Η属于某些Ε”也将是真的(因为特称肯定命题与全称[肯定命题]换位);而当各前提如此构成时,在第一格中得出Α不属于某些Ε。

§2.198

"Εἰ δὲ τὸ Η τῷ Β ταὐτόν, ἀντεστραμμένος ἔσται ὁ συλλογισμός." Δείξας ἐπὶ μέρους ἀποφατικὸν γινόμενον τὸ συμπέρασμα, εἰ τῶν Δ τι ταὐτὸν τῷ Η ληφθείη, φησὶν ἀντεστραμμένον ἔσεσθαι συλλογισμόν, εἰ ληφθείη τι τῶν Η, οἷς ἕπεται τὸ Ε, ταὐτόν τινι τῶν Β, ἃ εἵπετο τῷ Α. ἀντεστραμμένον δὲ εἶπεν ἤτοι τῷ προειρημένῳ,2 ὅτι ἐκεῖνος μὲν ἦν ἐπὶ μέρους ἀποφατικὸν ἔχων τὸ συμπέρασμα, οὗτος δέ γε, ὃν νῦν δείκνυσιν, ἐπὶ μέρους καταφατικὸν συνάγων δείκνυται, ἢ ἀντεστραμμένον εἶπεν, ὅτι ἡ δεῖξις ἀνάπαλιν ἔχει· οὐ γὰρ δείκνυται διὰ τῶν οὕτως λαμβανομένων τὸ Α κατηγορούμενον τοῦ Ε, ὃ ἔκειτο εἶναι κατηγορούμενον, ἀλλὰ ἀνάπαλιν· τὸ γὰρ Ε κατὰ τοῦ Α παντός, ἐπειδὴ κατὰ τοῦ Η παντός, τὸ δὲ Η κατὰ παντὸς τοῦ Α ταὐτόν γε ὂν τῶν Β τινί, ἃ εἵπετο τῷ Α. ἡ μὲν οὖν δεῖξις καὶ ὁ συλλογισμὸς τοῦ ἀνάπαλιν καὶ ἀνεστραμμένου· τῷ δὲ ἀντιστρέφειν τὴν καθόλου καταφατικὴν τῇ ἐπὶ μέρους δι’ ἀντιστροφῆς γίνεται καὶ τὸ Α τινὶ τῷ Ε ὑπάρχον ἐπὶ ταῖς τοιαύταις προτάσεσιν. ἐπεὶ δὲ ἐγίνετό πως συλλογισμὸς τοῦ προκειμένου καὶ τοῦ Η τῷ Β ληφθέντος τοῦ αὐτοῦ3 (διὰ γὰρ τῆς τοῦ συμπεράσματος ἀντιστροφῆς), διὰ τοῦτο οὐδὲ ταύτην παρέλιπε τὴν δεῖξιν. ὅτι μὲν οὖν πάντα τὰ προβλήματα δείκνυται διὰ τῆς εἰρημένης μεθόδου, δῆλον.

“然而,如果Η与Β是同一个,推论将是颠倒的。” 在表明了若Δ中的某种事物被提取为与Η相同则结论成为特称否定之后,他说,如果Ε所随顺的Η中的某种事物被提取为与曾随顺Α的Β中的某种事物相同,就会产生颠倒的推论。他说“颠倒的”,或者是指相对于前述推论而言,因为前述推论具有特称否定的结论,而他现在所展示的这一个则是作为得出特称肯定[结论]而被证明的;或者他说“颠倒的”,是因为证明是反向的:因为通过这样提取的各项,并没有证明被设定为述词的Α对Ε被述说,而是相反。因为Ε对一切Α被述说,既然它对一切Η被述说,而Η作为与随顺Α的Β中的某种事物相同者,对一切Α被述说。因此,证明和推论乃是反向且颠倒者的〔证明和推论〕;但通过全称肯定命题向特称[肯定命题]的换位,在这些前提下通过换位也得出“Α属于某些Ε”。而既然在Η被提取为与Β相同的情况下,所设定的论题在某种意义上也得出了推论(因为这是通过结论的换位得出的),由于这一原因,他也没有遗漏这一证明。因此,显然所有论题都是通过所述方法得到证明的。

语法注3 条
  1. 2.197ἀντιστρέψαντι

    表示未指明动作主体的判断者或条件性与格(dativus iudicantis),意为“对于换位者而言”或“如果加以换位”,修饰主句的非人称谓语 ἀληθὲς ἔσται。

  2. 2.198ἀντεστραμμένον δὲ εἶπεν ἤτοι τῷ προειρημένῳ

    与格 τῷ προειρημένῳ 用作由 ἀντεστραμμένον 所支配的关系与格或比较基准与格,意为“相对于前述[推论]而言是颠倒的”。随后的 ὅτι 从句解释其具体原因(前者具有特称否定结论,而当前者得出特称肯定结论)。

  3. 2.198τοῦ Η τῷ Β ληφθέντος τοῦ αὐτοῦ

    这是一个带有倒装分隔(hyperbaton)的独立属格结构(genitive absolute)。其句法骨干为 τοῦ Η ληφθέντος τοῦ αὐτοῦ τῷ Β(“当Η被提取为与Β相同之时”)。在句首的 ἐπεὶ ... ἐγίνετό πως συλλογισμὸς τοῦ προκειμένου 之后,连词 καὶ 修饰此独立属格短语,表示“即使在……的情况下”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:305.28-306.21