- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:304.18-305.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了在第三格中推导特称否定论题的规则及其化归至第一格的过程(44a9),随后展开亚里士多德使用字母符号(Α–Θ)的形式化阐述,展示了全称肯定、特称肯定以及包含预备推论在内的全称否定推论的结构(44a12)。
" Ἐὰν δὲ τινὶ μὴ ὑπάρχειν." Τοῦτ’ ἔστιν· ἐὰν δὲ δέῃ τὸ ἐπὶ μέρους ἀποφατικὸν δεῖξαι, ὃ λοιπὸν ἔτι τῶν προβλημάτων, τοῦ μὲν ὑποκειμένου ὅρου, ᾧ δεῖ τινὶ μὴ ὑπάρχειν τι δειχθῆναι (οὗτος δέ ἐστιν ἡ ἡδονή), ληπτέον τι ἐξ ἐκείνων, οἷς ἕπεται ἡ ἡδονή (ταῦτα δ’ ἐστὶ τά, ἐφ’ ὧν τὸ Η), τοῦ δὲ κατηγορουμένου, ὃ βουλόμεθα δεῖξαι τινὶ μὴ ὑπάρχον τῷ ὑποκειμένῳ (τοῦτο δέ ἐστι τὸ ἀγαθόν), ἐκ τῶν, ἃ μὴ ἐνδέχεται [μὴ] ὑπάρχειν αὐτῷ·1 ταῦτα δ’ ἐστίν, ἐφ’ ὧν τὸ Δ. εἰλήφθω ἐκ μὲν τῶν Δ τὸ ἀλυσιτελὲς ἐκ δὲ τῶν Η τὸ ἄπονον· ἔσονται ἐν τρίτῳ σχήματι προτάσεις ‘οὐδὲν ἀλυσιτελές, τοῦτ’ ἔστιν ἄπονον, ἀγαθόν, πᾶν ἄπονον, τοῦτ’ ἔστιν ἀλυσιτελές, ἡδύ’· τὶς ἄρα ἡδονὴ οὐκ ἔστιν ἀγαθόν. ἀντιστραφεῖσα γὰρ ἡ καθόλου καταφατικὴ ἐπὶ μέρους καταφατικὴ γίνεται ἡ ‘πᾶν ἄπονον ἡδύ’· τὶ γὰρ ἡδὺ ἄπονον, οὐδὲν δὲ ἄπονον ἀγαθὸν ἐν πρώτῳ σχήματι.2
“然而,当必须对某些事物不成立时。” 这就是说:当必须证明作为各论题中尚余之项的特称否定时,对于应当证明某物对之某些不成立的主词项(这就是快乐),应当从快乐所随顺的事物中(这些就是位于Η处的事物)提取某种事物;而对于我们要证明对主词某些不成立的述词项(这就是善),则应当从不可能属于它的事物中提取;这些就是位于Δ处的事物。设从位于Δ处的事物中提取“无益之事”,从位于Η处的事物中提取“无劳苦之事”;在第三格中将产生前提:“没有任何无益之事,即无劳苦之事,是善;一切无劳苦之事,即无益之事,都是快乐”;因此,某些快乐不是善。因为全称肯定命题“一切无劳苦之事都是快乐”一经换位便成为特称肯定命题;因为某些快乐是无劳苦之事,而没有任何无劳苦之事是善,在第一格中[得出结论]。
"Ἔστω γὰρ τὰ 〈μὲν〉 ἑπόμενα τῷ Α, ἐφ’ ὧν Β." Ἐπὶ στοιχείων, ἃ προειρήκαμεν, δείκνυσι σαφηνείας χάριν. λαμβάνει δὲ ὅρους μὲν τοὺς ἐν τῷ προβλήματι, περὶ ὧν δεῖ τὰς ἐκλογὰς ποιήσασθαι, τὸ Α καὶ τὸ Ε, ὡς ἡμεῖς ἐλάβομεν τὸ ἀγαθὸν καὶ τὴν ἡδονήν, καὶ τίθησι τὰ μὲν τῷ Α ὅρῳ ἑπόμενα, ἐφ’ ὧν Β, οἷς δ’ αὐτὸς ἕπεται, τὸ Α, ἐφ’ ὧν Γ, ἃ δὲ μὴ ἐνδέχεται αὐτῷ ὑπάρχειν, ἐφ’ ὧν Δ, ὥσπερ καὶ ἡμεῖς ἐλάβομεν, τῷ δὲ Ε τὰ μὲν ἑπόμενα καὶ ὑπάρχοντα, ἐφ’ ὧν Ζ, οἷς δ’ αὐτὸ ἕπεται, ἐφ’ ὧν Η, ἃ δὲ μὴ ἐνδέχεται αὐτῷ ὑπάρχειν, ἐφ’ ὧν Θ, ἃ καὶ ἡμεῖς παραπλησίως πεποιήκαμεν. θεὶς δὲ οὕτως λέγει, ὅτι, ὅταν μὲν τῶν Γ τι, οἷς εἵπετο τὸ Α, ταὐτόν τινι εὑρεθῇ τε καὶ ληφθῇ τῶν Ζ, ἃ εἵπετο τῷ Ε, τὸ Α παντὶ τῷ Ε ὑπάρξει. τὸ μὲν γὰρ Α παντὶ τῷ Γ (εἵπετο γὰρ τῷ Γ τὸ Α), τὸ δὲ Ζ, ὃ ἴσον ἐστὶ τῷ Γ, παντὶ πάλιν αὐτὸ τῷ Ε (εἵπετο γὰρ τὸ Ζ τῷ Ε)· καὶ τὸ Α ἄρα παντὶ τῷ Ε. εἰ δὲ ταὐτὰ πάλιν ληφθείη τῶν τε Γ, οἷς εἵπετο τὸ Α, καὶ τῶν Η, οἷς εἵπετο τὸ Ε, τινὶ τῷ Ε ὑπάρξει τὸ Α· κατὰ γὰρ τοῦ Γ καὶ Η τό τε Α καὶ τὸ Ε κατὰ παντός· ἄμφω γὰρ ταῦτα ἕν τε καὶ ταὐτόν. εἰ δὲ τῶν Ζ τι, ἅπερ ἦν τὰ ἑπόμενα τῷ Ε, ταὐτὸν ληφθείη τινὶ τῶν Δ, ἃ οὐδενὶ τῶν Α ὑπῆρχε, ἔσται τὸ Α οὐδενὶ τῶν Ε. φησὶ δὲ τοῦτο δειχθήσεσθαι τὸ συμπέρασμα οὕτως ἔχον διὰ προσυλλογισμοῦ· ἐπεὶ γὰρ ἀντιστρέφει τὸ στερητικὸν καὶ τὸ Ζ τῷ Δ ταὐτόν, οὐδενὶ τῷ Ζ ὑπάρχει τὸ Α διὰ τοῦ Δ, τὸ δὲ Ζ παντὶ τῷ Ε. διὰ γὰρ τούτων δείκνυται ὁ προσυλλογισμός· ἐπεὶ γὰρ ἀντιστρέφει τὸ στερητικόν, κεῖται δὲ τὸ Δ κατ’ οὐδενὸς τοῦ Α, καὶ τὸ Α κατ’ οὐδενὸς τοῦ Δ· διότι δὲ τὸ Δ ταὐτόν ἐστι τῷ Ζ,3 παντὶ αὐτῷ ὑπάρξει· ἐξ ὧν συνάγεται τὸ Α μηδενὶ τῶν Ζ. καὶ ὁ μὲν προσυλλογισμὸς οὗτος· ἐπεὶ δὲ τὸ Ζ παντὶ τῷ Ε, ἔσται καὶ τὸ Α μηδενὶ τῷ Ε. τὸ αὐτὸ δείκνυσι συναγόμενον, κἂν ἐναλλάξαντες λάβωμεν τῶν τῷ Ε μὴ ὑπαρχόντων τι (ταῦτα δ’ ἦν τὰ Θ) ταὐτόν τινι τῶν ἑπομένων τῷ Α· ταῦτα δ’ ἦν τὸ Β. τοῦτο γὰρ τὸ ληφθὲν οὐδενὶ μὲν τῷ Ε ὑπάρξει, παντὶ δὲ τῷ Α· οὕτως δὲ ἐχουσῶν τῶν προτάσεων ἐν τῷ δευτέρῳ σχήματι οὐδενὶ τὸ Α τῷ Ε.
“因为设随顺Α的事物位于Β处。” 为了清楚起见,他借助我们此前说过的字母来进行证明。他把问题中所包含的、必须对其进行选择的各项取为Α和Ε,正如我们取善与快乐一样;并且他设定随顺词项Α的事物位于Β处,Α本身所随顺的事物位于Γ处,不可能属于它的事物位于Δ处,正如我们此前所取的那样;对于Ε,则设定随顺并属于它的事物位于Ζ处,Ε本身所随顺的事物位于Η处,不可能属于它的事物位于Θ处,正如我们也同样做过的那样。在如此设定之后他说:每当Α所随顺的Γ中的某种事物被发现并提取为与随顺Ε的Ζ中的某种事物相同时,Α将属于一切Ε。因为Α属于一切Γ(因为Α曾随顺Γ),而等同于Γ的Ζ自身又属于一切Ε(因为Ζ曾随顺Ε);因此Α也属于一切Ε。然而,如果从Α所随顺的Γ中与Ε所随顺的Η中再次提取出相同的事物,Α将属于某些Ε;因为对全部的Γ与Η而言,Α与Ε两者都对之被述说;因为这两者乃是同一个且相同的东西。但如果随顺Ε的事物Ζ中的某种事物被提取为与不属于任何Α的事物Δ中的某种事物相同,Α将不属于任何Ε。他说,具有这种形式的结论将通过预备推论被证明;因为否定命题可以换位,且Ζ与Δ相同,所以通过Δ,Α不属于任何Ζ,而Ζ属于一切Ε。因为预备推论正是通过这些被证明的:因为否定命题可以换位,且设定Δ不述说任何Α,所以Α也不述说任何Δ;又因为Δ与Ζ相同,它将属于全部的Ζ;由此得出Α不属于任何Ζ。这就是预备推论;而既然Ζ属于一切Ε,Α也将不属于任何Ε。他表明,即使我们交替提取,把不属于Ε的事物中的某种事物(这些曾是Θ)取为与随顺Α的事物中的某种事物(这些曾是Β)相同,也会得出相同的结果。因为这样提取出的词项将不属于任何Ε,但属于一切Α;而在前提如此构成时,在第二格中Α不属于任何Ε。
- 2.195ἐκ τῶν, ἃ μὴ ἐνδέχεται [μὴ] ὑπάρχειν αὐτῷ
编者在方括号中删去的第二个μὴ是为了防止其与前面的μὴ ἐνδέχεται(“不能”)构成双重否定而变成肯定。遵照亚里士多德原文及整体逻辑语境(即提取不可能属于善的排他性项目Δ),此处读作单重否定,意为“不可能属于它的事物”。
- 2.195ἀντιστραφεῖσα γὰρ ἡ καθόλου καταφατικὴ ἐπὶ μέρους καταφατικὴ γίνεται ἡ ‘πᾶν ἄπονον ἡδύ’· τὶ γὰρ ἡδὺ ἄπονον, οὐδὲν δὲ ἄπονον ἀγαθὸν ἐν πρώτῳ σχήματι.
此句说明第三格结论“某些快乐不是善”的推导依据。校勘本(Wallies版)此处作阴性冠词ἡ(与ἡ καθόλου καταφατική同位)而非ἢ,指出通过将全称肯定小前提“一切无劳苦之事都是快乐”换位为“某些快乐是无劳苦之事”,从而将该推理化归为第一格(Ferio格:某些快乐是无劳苦之事,没有任何无劳苦之事是善)。
- 2.196διότι δὲ τὸ Δ ταὐτόν ἐστι τῷ Ζ, παντὶ αὐτῷ ὑπάρξει· ἐξ ὧν συνάγεται τὸ Α μηδενὶ τῶν Ζ.
此处阐明预备推论(prosyllogism)的内部结构。因为Δ与Ζ相同,所以它属于全部的Ζ(即Δ述说一切Ζ),这与换位后的命题“Α不属于任何Δ”相结合,推导出“Α不属于任何Ζ”,作为后续主推论的大前提。
