- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:302.32-304.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德《前分析篇》卷一第27章(44a2)中在第一格和第二格推导全称否定命题的方法与实例,并讨论了传抄文本的脱落与异读。
" Ὅταν δὲ μηδενὶ δέῃ ὑπάρχειν." Τοῦτ’ ἔστιν· ὅταν δὲ δέῃ καθόλου ἀποφατικὸν δεῖξαι, ὃ μὲν οὐ δεῖ ὑπάρχειν,1 τοῦτ’ ἔστιν, ὃ δεῖ κατηγορῆσαι ἀποφατικῶς ἐν τῷ συμπεράσματι (ἔστι δὲ τοῦτο τὸ ἀγαθόν), ληπτέον τούτου τι ἐκ τῶν μὴ ἐνδεχομένων αὐτῷ ὑπάρχειν, ἃ ἐπὶ τοῦ Δ κεῖται· ᾧ δὲ βουλόμεθα δεῖξαι μηδενὶ ὑπάρχον αὐτό (τοῦτο δ’ ἐστὶν ἡ ἡδονή), ἐκ τῶν τούτῳ ἑπομένων ληπτέον, ἃ κεῖται ἐπὶ τοῦ Ζ· κἂν ταῦτα ἀλλήλοις ἑνώσωμεν, ἔσται καθόλου ἀποφατικὸν ἐν πρώτῳ σχήματι συμπέρασμα. εἰλήφθω ἐκ μὲν τῶν Δ τὸ ἀτελὲς ἐκ δὲ τῶν Ζ τῶν τῇ ἡδονῇ ἑπομένων ἡ λεία κίνησις, καὶ κείσθω ταὐτὰ εἶναι ἀλλήλοις, ἐπειδὴ πᾶσα κίνησις ἀτελής· ἔσονται προτάσεις ‘πᾶσα ἡδονὴ λεία κίνησις, ᾿ τοῦτ’ ἔστιν ἀτελής (ἔκειτο γὰρ τὸ πᾶσαν κίνησιν ἀτελῆ εἶναι καὶ τὴν ἡδονὴν κίνησιν εἶναι), οὐδὲν δὲ ἀγαθὸν ἀτελές’· τὸ γὰρ ἀτελὲς ἦν ἓν τῶν Δ, ἃ οὐχ ὑπῆρχε τῷ ἀγαθῷ. ἐξ ὧν συνάγεται τὸ ‘οὐδεμία ἡδονὴ ἀγαθόν’ ἐν πρώτῳ σχήματι, ὃ ἴσον ἐστὶ τῷ ‘τὸ ἀγαθὸν κατ’ οὐδεμιᾶς ἡδονῆς’. οὕτω μὲν οὖν ἐν τῷ πρώτῳ σχήματι τὸ καθόλου ἀποφατικὸν συναχθήσεται. εἰ δὲ ἐν δευτέρῳ βουλόμεθα σχήματι ταὐτὸ τοῦτο δεῖξαι, χρὴ ἀνάπαλιν λαμβάνειν· ᾧ γὰρ χρὴ δεῖξαι μηδενὶ ὑπάρχον, τούτου ληψόμεθά τι ἐκ τῶν μὴ ὑπαρχόντων αὐτῷ. ἦν δὲ τὸ μὲν Ε, ἐφ’ οὗ ἡ ἡδονή, ᾧ ἔδει δειχθῆναι μηδενὶ ὑπάρχον τὸ Α τὸ ἀγαθόν· ἐπὶ δὲ τοῦ Θ ἦν τὰ μὴ ὑπάρχοντα τῷ Ε· ἔστω ἐκ τούτων τὸ ἐπίπονον εἰλημμένον. ἐκ δὲ τῶν Α, ὅ ἐστι τὸ ἀγαθόν, ὃ δεῖ δεῖξαι μηδεμιᾷ ἡδονῇ ὑπάρχον, εἰλήφθω τι τῶν ἑπομένων αὐτῷ· ταῦτα δ’ ἦν ἐπὶ τοῦ Β. εἰλήφθω τὸ ὠφέλιμον, καὶ ἔστω ἀλλήλοις ταὐτὰ τὸ ἐπίπονον καὶ τὸ ὠφέλιμον· πᾶν γὰρ ὠφέλιμον μετὰ πόνου καὶ ἐπίπονον· ἀληθὲς γὰρ τὸ “ἀντὶ τῶν πόνων διδοῦσιν ἡμῖν πάντα τὰ ἀγαθὰ οἱ θεοί” καὶ “ἐκ τῶν πόνων τὰ ἀγαθὰ αὔξονται βροτοῖς”. ἔσονται δὴ προτάσεις ‘τὸ ἐπίπονον οὐδεμιᾷ ἡδονῇ, τὸ ἐπίπονον, ἐπεὶ ταὐτόν ἐστι τῷ ὠφελίμῳ, παντὶ ἀγαθῷ’, ὡς εἶναι τὴν πρότασιν ‘πᾶν ἀγαθὸν ἐπίπονον’·2 εἵπετο γὰρ αὐτῷ· ἐξ ὧν ἐν δευτέρῳ σχήματι συναχθήσεται ‘τὸ ἀγαθὸν οὐδεμιᾷ ἡδονῇ’. ἢ δύναται ἐν δευτέρῳ σχήματι δείκνυσθαι, κἂν ἐκ τῶν Δ τι, ἃ οὐχ ὑπάρχει τῷ Α, ταὐτὸν ᾖ τινι τῶν Ζ, ἃ ἕπεται τῷ ὑποκειμένῳ ὅρῳ, τοῦτ’ ἔστι τῇ ἡδονῇ· τὸ γὰρ Δ οὐδενὶ μὲν τῷ ἀγαθῷ πάσῃ δὲ ἡδονῇ, οἷον τὸ ἀτελές, ὥς φαμεν, εἰ εἴη ταὐτὸν τῇ λείᾳ κινήσει, ἐπεὶ ἡ κίνησις ἀτελές. ἐπὶ γὰρ τούτων τῶν ὅρων οὐ μόνον ἐν πρώτῳ σχήματι συναχθήσεται τὸ καθόλου ἀποφατικόν, ἀλλὰ καὶ ἐν δευτέρῳ, ὡς καὶ αὐτὸς προϊὼν φανερὸν ποιεῖ, ὁποτερωσοῦν ἂν ληφθῇ, ταὐτὸν δειχθήσεται· ἄν τε γάρ τι τῶν μὴ ἐνδεχομένων ἕπεσθαι τῷ ἀγαθῷ ταὐτὸν δειχθῇ ὂν ἑνὶ τῶν ἑπομένων τῇ ἡδονῇ, ἄν τε καὶ ἀνάπαλίν τι τῶν μὴ ἐνδεχομένων ὑπάρχειν τῇ ἡδονῇ τινι τῶν ἑπομένων τῷ ἀγαθῷ ταὐτὸν ληφθῇ, τὸ καθόλου ἀποφατικὸν συναχθήσεται, ἀλλ’ ἐκείνως μὲν ἐν πρώτῳ καὶ δευτέρῳ σχήματι, οὕτως δὲ ἐν δευτέρῳ μόνον. εἰ γὰρ ἐν πρώτῳ θελήσαιμεν δεῖξαι, ληψόμεθα τὴν ἡδονὴν οὐδενὶ ἐπιπόνῳ, τὸ ἐπίπονον, εἰ ταὐτὸν τῷ ὠφελίμῳ, παντὶ ἀγαθῷ· ἐξ ὧν συνάγεται ‘ἡ ἡδονὴ οὐδενὶ ἀγαθῷ’, ἀλλ’ οὐ ‘τὸ ἀγαθὸν οὐδεμιᾷ ἡδονῇ’, ὃ ἦν προκείμενον. ἀντιστρέφει μὲν οὖν τὸ συμπέρασμα καθόλου ἀποφατικὸν 〈ὄν〉, ἀλλ’ ἐν τῷ πρώτῳ σχήματι οὐδὲν ἐδείκνυτο δι’ ἀντιστροφῆς. Εἰπὼν δὲ ὅταν δὲ μηδενὶ δέῃ ὑπάρχειν, ὃ μὲν οὐ δεῖ ὑπάρχειν, εἰς ἃ μὴ ἐνδέχεται αὐτῷ παρεῖναι, εἶτα μὴ προσθεὶς ‘ᾧ δὲ μὴ δεῖ ὑπάρχειν, [τὸ] εἰς τὰ ἑπόμενα αὐτῷ’ ἐπήνεγκε τὸ ἢ ἀνάπαλιν,3 ᾧ μὲν δεῖ μὴ ὑπάρχειν, εἰς ἃ μὴ ἐνδέχεται αὐτῷ παρεῖναι, ὃ δὲ δεῖ μὴ ὑπάρχειν εἰς τὰ ἑπόμενα, διὰ τοῦ πᾶν τοῦτο θεῖναι δηλῶν καὶ τὸ ἐπὶ τοῦ πρώτου. παρέθετο γὰρ ἀνάπαλιν τοῦτο, ὃ καὶ δι’ οὗ ἑξῆς εἶπεν, ἐδήλωσε· τούτων γάρ, φησίν, ὄντων τῶν αὐτῶν ὁποτερωνοῦν· ἄν τε γὰρ τὸ τῷ κατηγορουμένῳ μὴ ὑπάρχον ταὐτὸν ᾖ τινι τῶν ἑπομένων, ἄν τε ἀνάπαλιν τῶν τῷ ὑποκειμένῳ τι μὴ ὑπαρχόντων ταὐτόν τινι ᾖ τῶν τῷ κατηγορουμένῳ ἑπομένων, καθόλου ἀποφατικὸν συνάγεται. φέρεται δὲ ἔν τισιν ἀντιγράφοις ἡ λέξις ὁλόκληρον καὶ σαφέστερον οὕτως ἔχουσα· ὅταν δὲ μηδενὶ δέῃ ὑπάρχειν, ᾧ μὲν οὐ δεῖ ὑπάρχειν εἰς τὰ ἑπόμενα, ὃ δὲ δεῖ μὴ ὑπάρχειν, εἰς ἃ μὴ ἐνδέχεται αὐτῷ παρεῖναι, ἢ ἀνάπαλιν· αὕτη γὰρ ἡ λέξις ὁλοκλήρως ἔχει, ὃ βούλεται εἰπεῖν.
“当必须对任何事物都不成立时。” 这就是说:当必须证明全称否定时,对于不应当成立的那项,即在结论中应当被否定地述说的那项(而这就是善),应当从不可能属于它的事物中,即位于Δ处的事物中提取某种事物;而对于我们要证明它对之完全不成立的那项(这就是快乐),应当从随顺它的事物中,即位于Ζ处的事物中提取。如果我们把这些彼此结合,就会在第一格中得到全称否定的结论。设从Δ中取“不完全者”,从随顺快乐的Ζ中取“平滑的运动”,并且由于一切运动都是不完全的,假定它们彼此相同。于是会有前提:“一切快乐都是平滑的运动”,即不完全者(因为此前已设定一切运动都是不完全的,且快乐是运动),“而没有任何善是不完全的”(因为不完全者是Δ中的一项,而Δ并不属于善)。从这些前提出发,在第一格中得出“没有任何快乐是善”,这等同于“善对任何快乐都不成立”。因此,全称否定在第一格中就是这样被得出的。 但是,如果我们想在第二格中证明这同一件事,就必须反过来提取。因为对于应当证明对之完全不成立的那项,我们将从不属于它的事物中提取某种事物。而快乐所在的Ε,正是应当证明作为善的Α对之完全不成立的那项;在Θ处则是不属于Ε的事物。设从中提取“劳苦之事”。而从作为善且应当证明对任何快乐都不成立的Α中,应当提取随顺它的事物中的某种事物;这些事物位于Β处。设提取“有益之事”,并设“劳苦之事”与“有益之事”彼此相同;因为一切有益之事都伴随着劳苦,且是劳苦的。因为这句话是真实的:“神明以一切善物作为对劳苦的报偿赐予我们”,以及“凡人的善物由劳苦中增长”。于是就会有前提:“劳苦之事对任何快乐都不成立”,“劳苦之事既然与有益之事相同,便对一切善成立”,以致前提成为“一切善都是劳苦的”;因为它是随顺它的。从这些前提出发,在第二格中将得出“善对任何快乐都不成立”。 或者,若不属于Α的Δ中的某种事物与随顺主项即快乐的Ζ中的某种事物相同,也能够在第二格中被证明。因为Δ对任何善都不成立,但对一切快乐都成立;例如正如我们所言,由于运动是不完全的,若不完全者与平滑的运动相同,便是如此。因为在这些词项下,全称否定不仅将在第一格中得出,而且也在第二格中得出,正如他自己在下文中表明的那样,无论以哪种方式提取,都将证明同一件事。因为无论是不可能随顺善的事物中的某种事物被证明与随顺快乐的事物之一相同,还是反过来不可能属于快乐的事物中的某种事物被提取为与随顺善的事物中的某种事物相同,都将得出全称否定;但以前一种方式是在第一格和第二格中得出,而以这种方式则仅在第二格中得出。因为如果我们意欲在第一格中证明,我们就会提取快乐对任何劳苦之事都不成立,而劳苦之事若与有益之事相同,则对一切善成立;由此得出“快乐对任何善都不成立”,而不是得出原先提出的“善对任何快乐都不成立”。因此结论作为全称否定命题虽然可以换位,但在第一格中并没有通过换位来证明任何东西。 而在说了“当必须对任何事物都不成立时,不应当成立的那项,[须考察]不可能存在于它的事物”之后,他没有接着补充“而它不应当属于的那项,则[须考察]随顺它的事物”,却引入了“或者反过来,它不应当属于的那项,[须考察]不可能存在于它的事物,而不应当成立的那项,则[须考察]随顺它的事物”,通过设定这整个分句也表明了第一种情况下的含义。因为他将此作为相反的情况并置,这也通过他紧接着所说的话表明了;因为他说,“这二者无论哪一对是相同的”。因为无论是不属于述项的事物与随顺事物中的某种事物相同,还是反过来不属于主项的事物中的某种事物与随顺述项的事物中的某种事物相同,都会得出全称否定。在某些抄本中,文句完整而更清晰地记载如下:“当必须对任何事物都不成立时,它不应当属于的那项,[须考察]随顺它的事物,而不应当成立的那项,则[须考察]不可能存在于它的事物,或者反过来”;因为这一文句完整地包含了其想要表达的意思。
- 2.194ὃ μὲν οὐ δεῖ ὑπάρχειν, τοῦτ’ ἔστιν, ὃ δεῖ κατηγορῆσαι ἀποφατικῶς ἐν τῷ συμπεράσματι (ἔστι δὲ τοῦτο τὸ ἀγαθόν), ληπτέον τούτου τι ἐκ τῶν μὴ ἐνδεχομένων αὐτῷ ὑπάρχειν
关系分句 ὃ μὲν οὐ δεῖ ὑπάρχειν 被前置作为话题,并在主句动词结构 ληπτέον τούτου τι 中由指示代词属格 τούτου 所承接。这种从主格/宾格形式到依附于 τι 的部分属格的形式转换属于先行悬空/提置结构。
- 2.194ὡς εἶναι τὴν πρότασιν ‘πᾶν ἀγαθὸν ἐπίπονον’
表结果的 ὡς 加不定式结构(ὡς εἶναι...),用以指出由前述前件得出的前提表述形式(“一切善都是劳苦的”)。
- 2.194Εἰπὼν δὲ ὅταν δὲ μηδενὶ δέῃ ὑπάρχειν, ὃ μὲν οὐ δεῖ ὑπάρχειν, εἰς ἃ μὴ ἐνδέχεται αὐτῷ παρεῖναι, εἶτα μὴ προσθεὶς ‘ᾧ δὲ μὴ δεῖ ὑπάρχειν, [τὸ] εἰς τὰ ἑπόμενα αὐτῷ’ ἐπήνεγκε τὸ ἢ ἀνάπαλιν...
该长句的核心骨架为并列分词 Εἰπὼν... εἶτα μὴ προσθεὶς...(在说了……而随后并未补充……之后)导向主句定式动词 ἐπήνεγκε(引入了……)。这种结构用以剖析亚里士多德原文中在引入“或者反过来”之前省略了前一半对应分句的省略结构。
