- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:302.17-302.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《前分析篇》43b43中讨论的特称肯定命题确立方法(选取两项各自所随顺的事物),亚历山大以快乐与善为例,阐明在第三格中构建推论并通过换位还原至第一格的步骤。
" Ἢν δὲ μὴ ὅτι παντὶ ἀλλ’ ὅτι τινί, οἷς ἕπεται ἑκάτερον.1" Τοῦτ’ ἔστιν ‘ἂν δὲ μὴ τὸ καθόλου καταφατικὸν δεῖξαι βουλώμεθα ἀλλὰ τὸ ἐπὶ μέρους καταφατικόν, πάλιν ληπτέον, οἷς ἕπεται ἑκάτερον’. ἕπεται δὲ τὸ μὲν ἀγαθὸν τοῖς, ἐφ’ ὧν τὸ Γ, ἡ δὲ ἡδονὴ τοῖς, ἐφ’ ὧν τὸ Η· ἐν τούτοις δὴ ἂν ληφθῇ τινα ταὐτὰ ἀλλήλοις, ἔσται δεικνύμενον δι’ αὐτῶν, ὅτι τις ἡδονὴ ἀγαθόν, ἐν τρίτῳ σχήματι. εἰλήφθω γὰρ ἔκ τε τῶν Γ, οἷς ἕπεται τὸ ἀγαθόν, ἡ “κατ’ ἀρετὴν ἐνέργεια” καὶ ἐκ τῶν Η τῶν, οἷς ἕπεται ἡδονή, ὁμοίως ἡ “κατ’ ἀρετὴν ἐνέργεια”, καὶ ὁ μέσος ὅρος ἔστω. ἔσται δὴ ἐν τρίτῳ σχήματι ‘πᾶσα “κατ’ ἀρετὴν ἐνέργεια” ἡδονή, πᾶσα “κατ’ ἀρετὴν ἐνέργεια” ἀγαθόν’· ἐξ ὧν ἐν τρίτῳ σχήματι συναχθήσεται τὸ ‘τὶς ἡδονὴ ἀγαθόν’. ἀντιστραφείσης γὰρ τῆς ‘πᾶσα “κατ’ ἀρετὴν ἐνέργεια” ἡδονή’ καὶ γινομένης ἐπὶ μέρους καταφατικῆς τῆς ὅτι τις ἡδονὴ “ἐνέργεια κατ’ ἀρετήν”, κειμένου δὲ καὶ τοῦ πᾶσαν ἐνέργειαν κατ’ ἀρετὴν εἶναι ἀγαθὸν συνάγεται2 τὸ τινὰ ἡδονὴν ἀγαθὸν εἶναι ἐν πρώτῳ σχήματι.
“但若非[证明]对一切成立而是对某物成立,[则须提取]两者各自所随顺的事物。” 这就是说:“但若我们意欲证明的不是全称肯定而是特称肯定,则应当再次提取两者各自所随顺的事物。”而善随顺于Γ所在之处的事物,快乐随顺于Η所在之处的事物。那么,如果在这些事物中提取出某些彼此相同的事物,通过它们在第三格中就将证明某种快乐是善。因为,从善所随顺的Γ中取“合乎德性的现实活动”,同样从快乐所随顺的Η中也取“合乎德性的现实活动”,并让它成为中项。那么在第三格中就会是:“一切‘合乎德性的现实活动’都是快乐;一切‘合乎德性的现实活动’都是善。”从这些前提中在第三格中将得出“某种快乐是善”。因为当“一切‘合乎德性的现实活动’都是快乐”被换位,而变为特称肯定命题即某种快乐是“合乎德性的现实活动”,且又设定了一切合乎德性的活动都是善时,便在第一格中得出某种快乐是善。
- 2.193Ἢν δὲ μὴ ὅτι παντὶ ἀλλ’ ὅτι τινί, οἷς ἕπεται ἑκάτερον
引文(lemma)中的极度省略句。条件从句 Ἢν δὲ μὴ... 中省略了谓语动词(如 δεῖξαι βουλώμεθα“若我们意欲证明”)及不定式(ὑπάρχειν“属于”);归结从句 οἷς ἕπεται ἑκάτερον 同样省略了指示先行词及动词短语([ταῦτα] ληπτέον“应当提取[那些事物]”)。注解者在随后的释义中补充了这些成分以理清句法骨架。
- 2.193ἀντιστραφείσης γὰρ τῆς ‘πᾶσα “κατ’ ἀρετὴν ἐνέργεια” ἡδονή’ καὶ γινομένης ἐπὶ μέρους καταφατικῆς τῆς ὅτι τις ἡδονὴ “ἐνέργεια κατ’ ἀρετήν”, κειμένου δὲ καὶ τοῦ πᾶσαν ἐνέργειαν κατ’ ἀρετὴν εἶναι ἀγαθὸν συνάγεται
复合独立属格(genitive absolute)结构。分词 ἀντιστραφείσης 与 γινομένης 的主语仅由阴性属格冠词 τῆς 表示,省略了名词 προτάσεως(命题),其后的 τῆς ὅτι... 为同位语名词性从句。而在并列的 κειμένου δὲ καὶ τοῦ... 中,主语是由中性属格冠词 τοῦ 名词化了的宾格不定式短语(πᾶσαν ἐνέργειαν... εἶναι ἀγαθόν)。两组独立属格并列,共同作为主句 συνάγεται... 的推论前提与理由。
