← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§301.3-302.16

第一格中确立全称肯定命题的方法

在亚里士多德探讨得出各类问题的方法之际,亚历山大以快乐与善为例项建立图式,解释了如何在第一格中确立全称肯定问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.192

" Κατασκευάζειν μὲν οὖν βουλομένοις κατά τινος ὅλου.1" Εἰπών, τίνα χρὴ ἐκλέγειν ἑκατέρου τῶν ὅρων τῶν ἐν τῷ προβλήματι, μετὰ ταῦτα δείκνυσι, τίνα μετὰ τίνων ληφθέντα ἀπὸ τῶν ἐκλελεγμένων τῶν προβλημάτων ἕκαστον συνάξει· τούτου γὰρ χάριν καὶ ἡ ἐκλογὴ γέγονεν αὐτῷ. ἔστι δέ, ὡς εἰρήκαμεν, τὰ προβλήματα τέσσαρα· ἢ γὰρ καθόλου καταφατικὸν ἢ ἀποφατικὸν καθόλου ἢ ἐπὶ μέρους καταφατικὸν ἢ ἀποφατικόν. σαφηνείας δὲ χάριν τῶν λεγομένων ὑπογράψωμεν τάς τε ἐκλογὰς καὶ τὸ διάγραμμα ὅλον καὶ τοὺς συλλογισμούς, πῶς τε καὶ ἐκ τίνων γίνονται· οὐ γὰρ τὸ τυχὸν ἡμῖν συμβάλλοιτ’ ἂν εἰς τὸ συλλογιστικοῖς εἶναι ἡ τούτων σαφήνεια.2 ἔστωσαν δὴ τὰ πράγματα, ὡς αὐτός φησιν (ταῦτα δέ ἐστιν οἱ ὅροι οἱ τῶν προβλημάτων τῶν τεσσάρων), ἡδονή τε καὶ ἀγαθόν, καὶ δέον ἔστω ποτὲ μὲν πᾶσαν ἡδονὴν ἀγαθὸν δεῖξαι, ποτὲ δὲ τινά, ποτὲ δὲ μηδεμίαν, ποτὲ δὲ μὴ πᾶσαν. ἐκλελέχθω δὴ τὰ ἑκατέρῳ αὐτῶν ἑπόμενα καὶ οἷς αὐτὰ ἕπεται καὶ ὅσα μὴ ἐνδέχεται αὐτοῖς ὑπάρχειν, ὡς εἶπον. καὶ κείσθω τὰ μὲν τῷ ἀγαθῷ τῷ Α ἑπόμενα ὑπὲρ τὸ ἀγαθόν, ἔνθα τὸ Β, οἷς δὲ πάλιν τὸ ἀγαθὸν ἕπεται, ὑπ’ αὐτό, ἔνθα τὸ Γ, τὰ δὲ μὴ ἐνδεχόμενα τῷ ἀγαθῷ ὑπάρχειν ἐκ πλαγίων αὐτοῦ, ἐφ’ ὧν τὸ Δ. εἴη δ’ ἂν ἑπόμενα μὲν τῷ ἀγαθῷ τὰ πρὸς τῷ Β κείμενα, ὠφέλιμον, αἱρετόν, διωκτόν, οἰκεῖον, λυσιτελές, συμφέρον, ὀρεκτὸν καὶ ὅσα τοιαῦτα. οἷς δὲ πάλιν αὐτὸ ἕπεται, ἅ ἐστιν ἐπὶ τοῦ Γ, εὐδαιμονία, τέλειον, ἀρεταί, “κατ’ ἀρετὴν ἐνέργεια”, σωματικὰ ἀγαθά, τὰ ἐκτός, τὰ κατὰ φύσιν καὶ τὰ τοιαῦτα. ἃ δὲ μὴ ἐνδέχεται ὑπάρχειν αὐτῷ, τὰ πρὸς τῷ Δ κείμενα, φευκτόν, βλαβερόν, κακόν, ἀσύμφορον, ἀλυσιτελές, αἰσχρόν, ἀτελές. πάλιν τὰ μὲν τῇ ἡδονῇ [ἑπόμενα], ἐφ’ ἧς τὸ Ε, ἑπόμενα ὑπὲρ αὐτὴν τετάχθω, ἐφ’ ὧν Ζ· ταῦτα δ’ ἂν εἴη ἡ λεία κίνησις, “ἐνέργεια τῆς κατὰ τὴν φύσιν ἕξεως ἀνεμπόδιστος”, τὸ ἀνενόχλητον, τὸ ἀνόργητον, τὸ ἀρεστόν, τὸ ἄπονον, τὸ ἄλυπον, τὸ ἄφοβον, τὸ κατὰ φύσιν, τὸ αἱρετόν. οἷς δ’ ἡ ἡδονὴ ἕπεται, ὑπ’ αὐτὴν κείσθω, ἐφ’ ὧν τὸ Η· εἴη δ’ ἂν ταῦτα ὑγεία, εὐτυχία, εὐτεκνία, “ἐνέργεια κατ’ ἀρετήν”, εὐπορία καὶ τὰ τοιαῦτα. ἃ δὲ μὴ ἐνδέχεται αὐτῇ ὑπάρχειν, ἐκ πλαγίου κείσθω αὐτῆς, ἐφ’ ὧν Θ· εἴη δ’ ἂν νόσος, πόνος, λύπη, φόβος, ἀπορία. κατασκευάσαι μὲν οὖν καὶ δεῖξαι θέλοντες τὸ καθόλου καταφατικὸν (τοῦτο γὰρ εἶπε διὰ τοῦ κατασκευάζειν μὲν οὖν βουλομένοις κατά τινος ὅλου), τοῦτ’ ἔστι πᾶσαν ἡδονὴν ἀγαθὸν δεῖξαι βουλόμενοι ληψόμεθά τι τῶν Γ ἐκ τῶν, οἷς ἕπεται τὸ ἀγαθόν, καὶ ἐκ τῶν Ζ τῶν ἑπομένων τῇ ἡδονῇ. τούτων ἀλλήλοις τινὰ δοκεῖ τὰ αὐτὰ εἶναι. εἰλήφθω ἐκ μὲν τῶν Γ, οἷς ἕπεται τὸ ἀγαθόν, ἂν οὕτω τύχῃ, τὸ τέλειον, ἐκ δὲ τῶν Ζ τῶν ἑπομένων τῇ ἡδονῇ ἡ “ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος” ἢ τελειότης τῆς κατὰ φύσιν ἐνεργείας· καὶ ταῦτα ὡς ἓν λαβόντες ποιήσομεν τὸν μέσον ὅρον. οὕτως γὰρ ἔσται συλλογισμὸς ἐκ δύο καθόλου καταφατικῶν ἐν πρώτῳ σχήματι ‘πᾶσα μὲν ἡδονὴ “ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος” ἢ τελειότης τῆς κατὰ φύσιν ἐνεργείας, εἴ γε αὐτὸς ὅρος τῆς ἡδονῆς καὶ ἕπεται τῇ ἡδονῇ· ἡ δὲ τελειότης τῆς κατὰ φύσιν ἐνεργείας οὖσα τέλειον ἀγαθόν ἐστιν· ἕπεται γὰρ τῷ τελείῳ τὸ ἀγαθόν· πᾶσα ἄρα ἡδονὴ ἀγαθόν’. ἀλλὰ καὶ τὸ κατὰ φύσιν εἵπετο τῇ ἡδονῇ, αὐτῷ δὲ τὸ ἀγαθόν· ὥστε καὶ διὰ τούτου δεικνύοιτ’ ἂν τὸ προκείμενον. κατασκευαζόμενον δὲ εἶπε τὸ κατηγορούμενον, ὅπερ ἦν τὸ ἀγαθόν. τὸ δὲ καθ’ ὧν αὐτὸ τυγχάνει λεγόμενον ἴσον ἐστὶ τῷ ‘οἷς ἕπεται τὸ κατηγορούμενόν τινος’· ἕπεται γὰρ ἐκείνῳ, οὗ κατηγορεῖται.

“因此,对于那些意欲就某一全称进行确立的人。” 在说明了应当从问题中的两个词项各自挑选什么之后,在此之后他指明,从挑选出的事物中,将哪些与哪些结合提取能够得出各问题;因为他进行挑选正是为了这个目的。正如我们所说,问题有四个:或为全称肯定,或为全称否定,或为特称肯定,或为[特称]否定。为了使所说的话清晰明白,让我们概述诸种挑选、整个图式以及诸推论——它们如何产生以及由什么产生;因为这些事情的清晰对于我们成为善于推论者将有非同寻常的助益。那么,正如他自己所说,让事物(它们也就是四个问题的词项)为快乐与善;并假定有时需要证明一切快乐都是善,有时证明某种[快乐是善],有时证明没有快乐[是善],有时证明并非一切快乐[是善]。正如我所说,让各自随顺于它们的事物、它们所随顺的事物,以及不可能属于它们的所有事物都已被挑选出来。并且,让随顺于善(即Α)的事物被置于善之上,即Β所在之处;而善反过来所随顺的事物置于其下,即Γ所在之处;不可能属于善的事物置于其侧,即Δ所在之处。随顺于善的事物,就是置于Β旁的事物:有益的、值得选择的、应当追求的、亲近的、有利的、便利的、所渴望的,以及诸如此类的事物。而善反过来所随顺的事物,即位于Γ上的事物:幸福、完满、诸德性、“合乎德性的现实活动”、身体的善、外在的善、合乎自然的事物,以及此类事物。至于不可能属于它的事物,即置于Δ旁的事物:应当回避的、有害的、恶、不便利的、不利的、丑陋的、不完满的。再者,随顺于快乐(即Ε)的事物,让它们被排列于其上,即Ζ所在之处;这些事物将是平缓的运动、“合乎自然的品质之无阻碍的现实活动”、无烦扰、无愤怒、令人愉悦、无痛苦、无悲伤、无恐惧、合乎自然、值得选择。而快乐所随顺的事物,让它们置于其下,即Η所在之处;这些事物将是健康、幸运、多佳子嗣、“合乎德性的现实活动”、富足,以及此类事物。至于不可能属于它的事物,让它们置于其侧,即Θ所在之处;这些事物将是疾病、劳苦、悲伤、恐惧、匮乏。因此,当我们意欲确立并证明全称肯定时(因为他是通过“因此,对于那些意欲就某一全称进行确立的人”表达这一点的),也就是说当我们意欲证明一切快乐都是善时,我们将在善所随顺的Γ中提取某物,并在随顺于快乐的Ζ中提取[某物]。这些事物中有些彼此看来是同一的。例如,让完满从善所随顺的Γ中被提取,而“合乎自然的品质之无阻碍的现实活动”或合乎自然之现实活动的完满性从随顺于快乐的Ζ中被提取;把它们作为一个东西提取,我们将构成中项。因为这样就会在第一格中由两个全称肯定命题产生推论:“一切快乐都是‘合乎自然的品质之无阻碍的现实活动’或合乎自然之现实活动的完满性(如果这确实是快乐的定义本身并且随顺于快乐的话);而合乎自然之现实活动的完满性既然是完满的,便是善(因为善随顺于完满);因此,一切快乐都是善”。而且,合乎自然的事物也随顺于快乐,而善随顺于它;因此通过这一点也可以证明所提出的命题。他把被谓述者,也就是善,称为“被确立者”。而“它碰巧被表述于其上的那些事物”,等于“某物的被谓述者所随顺的那些事物”;因为被谓述者随顺于它被谓述的对象。

语法注2 条
  1. 2.192Κατασκευάζειν μὲν οὖν βουλομένοις κατά τινος ὅλου

    与格分词 βουλομένοις 是表示关涉或利害的与格(dativus relationis / commodi),指明后文关于选取词项及构建推论的整套说明所适用的对象,在结构上相当于引导一个省略的非人称指示结构(“对于意欲……的人而言,[应当提取……]”)。

  2. 2.192εἰς τὸ συλλογιστικοῖς εἶναι ἡ τούτων σαφήνεια

    在介词加冠词不定式结构 εἰς τὸ ... εἶναι 中,表语形容词 συλλογιστικοῖς 采用与格,是因为受到前面作不定式逻辑主语的与格代词 ἡμῖν 的吸引而发生了一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:301.3-302.16