- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:300.1-301.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了选取多半如此随顺之词项的规则(43b32),以及为何不应挑选共同随顺于问题之两个词项的项(43b36),因为这会在第二格中形成两个肯定前提从而无法构成推论。
" Ληπτέον δὲ καὶ τὰ ὡς ἐπὶ τὸ πολὺ ἑπόμενα καὶ οἷς ἕπεται." Ἐπεὶ ἔστι τινὰ προβλήματα στοχαστικὰ καὶ ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ τὰς δείξεις ἔχοντα, δεῖν φησι καὶ τὰ οὕτως ἑπόμενα τοῖς προκειμένοις ὅροις καὶ οἷς αὐτοὶ οὕτως ἕπονται λαμβάνειν· οὕτως γὰρ διὰ τῶν τοιούτων δυνησόμεθα τὰ περὶ τῶν τοιούτων προβλήματα συλλογίζεσθαι. ὅτι δὲ ὅμοιον ἑκάστου συλλογισμοῦ τὸ συμπέρασμα ταῖς ἀρχαῖς, τοῦτ’ ἔστι ταῖς προτάσεσιν, ἔδειξεν, ὅτε ἐδείκνυε μὴ δυνάμενον δυνατῷ ἀδύνατον ἀκολουθεῖν, οἷον ὅτι τῷ μετ’ ἰσημερίαν χειμερινὴν πλέοντι τὸ εὐπλοεῖν (ὡς ἐπὶ πολὺ γάρ) καὶ τῷ διαίτῃ τοιᾷδε χρωμένῳ τὸ ὑγιαίνειν·1 καὶ γὰρ τοῦτο ὡς ἐπὶ τὸ πολύ· πάλιν τῷ μοιχεύειν ἕπεται τὸ καλλωπίζεσθαι ὡς ἐπὶ τὸ πολύ, καὶ τῷ κλέπτειν ὡς ἐπὶ τὸ πολὺ ἕπεται τὸ νύκτωρ πλανᾶσθαι.
“此外,还必须提取大致如此随顺的事物以及[它们]所大致如此随顺的事物。” 由于存在着某些推测性的问题,其证明源自多半如此成立的事物,因此他说,还必须提取以这种方式随顺于所提出词项的事物,以及它们自身以这种方式随顺的事物;因为这样一来,通过这类事物,我们就能够推论关于此类事物的问题。至于每个推论的结论与其本原(即各前提)相似这一点,他在证明不可能的事物不能随顺可能的事物时就已经指明了;例如,对于在冬季昼夜平分之后航海的人而言,航行顺利[大致如此随顺](因为这是多半如此的),而对于遵循某种调养法的人而言,保持健康[大致如此随顺];因为这也是多半如此的;再如,打扮修饰多半如此随顺于通奸,而夜间游荡多半如此随顺于行窃。
"Ἔτι 〈τὰ〉 πᾶσιν ἑπόμενα οὐκ ἐκλεκτέον." Τὸ πᾶσιν ἀντὶ τοῦ ‘τοῖς δύο ὅροις τοῖς τοῦ προβλήματος’. οὔ φησι δὲ δεῖν τὰ τοῖς δύο ἑπόμενα λαμβάνειν ὡς μηδενὸς ἐκ τῆς τῶν τοιούτων μεταλήψεως καὶ συνθέσεως γινομένου συλλογισμοῦ. αὐτὸς μὲν οὖν ὑπερτίθεται τὴν τούτου δεῖξιν εἰς τὸ μετὰ ταῦτα. ἔστι δὲ αἴτιον, ὅτι γίνεται μὲν τὸ δεύτερον σχῆμα, εἰ τὰ ἑκατέρῳ τῶν ὅρων ἑπόμενα συνθείημεν καὶ ποιήσαιμεν ἕνα·2 ἀλλὰ καὶ δύο προτάσεις καταφατικαὶ ἔσονται· ἀσυλλόγιστος δὲ ἡ τοιαύτη συμπλοκὴ τῶν προτάσεων. οὐ τοῦτο δὲ λέγει, ὅτι μὴ δεῖ τὰ ἑκατέρῳ ἰδίᾳ ἑπόμενα ἐκλέγειν· φθάνει γὰρ εἰρηκέναι τοῦτο, δι’ ὧν εἶπε “δεῖ δὴ τὰς προτάσεις περὶ ἑκάστου οὕτως λαμβάνειν, ὑποθέμενον αὐτὸ πρῶτον καὶ τοὺς ὁρισμούς τε καὶ ὅσα ἴδια τοῦ πράγματός ἐστιν, εἶτα μετὰ τοῦτο, ὅσα ἕπεται τῷ πράγματι”. οὐκ ἂν οὖν εἰπὼν δεῖν τὰ ἑπόμενα τοῖς πράγμασι, τοῦτ’ ἔστι τοῖς ὅροις, ἐκλέγειν νῦν μὴ δεῖν ἐκλέγειν ἔλεγε πάλιν,3 ἀλλ’ ὃ λέγει, τοιοῦτόν ἐστι· τὰ μὲν ἑκατέρῳ ἰδίᾳ τῶν ὅρων ἑπόμενα ἐκλέγειν δεῖ, οὐκέτι δὲ ζητητέον, τίνα κοινῶς αὐτοῖς ἕπεται, ὡς ἀμφοτέροις εἶναι ταὐτὸν ἑπόμενον. ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἔτι τὰ πᾶσιν ἑπόμενα οὐκ ἐκλεκτέον· ἄλλο γὰρ τὸ τὰ ἑκατέρῳ ἑπόμενα, ἄλλο τὸ πᾶσιν· τὸ γὰρ πᾶσι τοῦ ‘κοινῶς’ ἐστι δηλωτικόν. κοινοῦ γὰρ ληφθέντος τοῦ ἀμφοτέροις ἑπομένου ἐν δευτέρῳ σχήματι δύο γίνονται καταφατικαί, οἷον εἰ ὅρων ὄντων ἀνδρείας καὶ σωφροσύνης ἐκλέγων τις τὰ ἑκατέρῳ αὐτῶν ἑπόμενα ἐκλέγοι καὶ ὅτι ἡ ἀρετὴ ἀμφοτέροις αὐτοῖς ἕπεται καὶ ἡ ἕξις καὶ ἡ μεσότης· ἡ γὰρ τῶν τοιούτων καὶ οὕτως ἑπομένων ἐκλογὴ ἄχρηστος πρὸς συλλογισμόν.
“此外,随顺于全部的事物不应被挑选。” “全部”是用来替代“问题的两个词项”。他说不应当提取随顺于这两个词项的事物,因为从对此类事物的吸取与组合中不会产生任何推论。因此他自己把对此的证明推迟到了后文。其原因在于,如果我们把随顺于这两个词项各自的事物组合起来并构成一个[中项],就会产生第二格;然而两前提也将都是肯定的;而前提的这种结合是无法得出推论的。但他并不是说不应当挑选各自特有随顺的事物;因为他早已通过所说的话表达了这一点:“必须这样获取关于每一事物的诸前提:首先设定事物自身及其定义以及属于该事物固有特性的所有事物,然后在此之后,提取随顺于该事物的所有事物”。因此,既然他曾说过必须挑选随顺于事物(即词项)的事物,他现在绝不会反过来又说不应当挑选;相反,他所说的是这样的:固然应当挑选各自特有随顺于各词项的事物,但绝不应再去探求有哪些事物共同随顺于它们,以至于有同一事物随顺于两者。他通过说“此外,随顺于全部的事物不应被挑选”表明了这一点;因为随顺于各自的事物与随顺于全部的事物是不同的;因为“全部”表示“共同”。因为如果随顺于两者的事物被作为共同项提取,在第二格中就会出现两个肯定命题,例如以勇敢与节制为词项时,若有人在挑选各自随顺于它们的事物时,也挑选了德性随顺于它们两者,品质与适度也随顺于[两者];因为对此类事物以及以此种方式随顺之物的挑选,对于推论而言是毫无用处的。
- 2.190οἷον ὅτι τῷ μετ’ ἰσημερίαν χειμερινὴν πλέοντι τὸ εὐπλοεῖν (ὡς ἐπὶ πολὺ γάρ) καὶ τῷ διαίτῃ τοιᾷδε χρωμένῳ τὸ ὑγιαίνειν
在由 οἷον ὅτι 引导的短语中,表示随顺的主动词(ἕπεται 或 ἀκολουθεῖ)被省略;带冠词的中性不定式(τὸ εὐπλοεῖν, τὸ ὑγιαίνειν)作为主语,对应于与格分词短语(τῷ ... πλέοντι, τῷ ... χρωμένῳ)。这是为了例证推论结论与前提性质相似而并列列举的“多半如此”的前提实例。
- 2.191εἰ τὰ ἑκατέρῳ τῶν ὅρων ἑπόμενα συνθείημεν καὶ ποιήσαιμεν ἕνα
在条件从句中,由 ποιήσαιμεν 支配的阳性宾格单数 ἕνα 在上下文中指代被省略的“中项”(μέσον ὅρον)。该短语意为把分别随顺于两词项的事物合二为一,作为一个共同的中项。
- 2.191οὐκ ἂν οὖν εἰπὼν δεῖν τὰ ἑπόμενα τοῖς πράγμασι, τοῦτ’ ἔστι τοῖς ὅροις, ἐκλέγειν νῦν μὴ δεῖν ἐκλέγειν ἔλεγε πάλιν
搭配未完成过去式直陈式的潜在结构 οὐκ ἂν ... ἔλεγε 用于表达亚里士多德不可能自相矛盾:“既然他此前已经说过必须挑选随顺项,他现在绝不可能反过来说不应当挑选”。分词 εἰπών 带有让步或原因意味(“既然已经说过……”)。
