- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:298.22-299.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解亚里士多德《前分析篇》第1卷第27章43b29,针对在考察全称词项时不应挑选被包罗的种所随顺的前件这一规则,提出了两种解释,并认为第二种解释更为优越且前后连贯。
" Οὐδὲ δὴ τῷ καθόλου1 ἐκλεκτέον, οἷς ἕπεται τὸ περιεγόμενον, οἷον ζῴῳ, οἷς ἕπεται ἄνθρωπος." Ὃ λέγει τοιοῦτον εἶναι δοκεῖ· οὐ χρὴ ἐκλέγοντας, οἷς ἕπεται2 ὁ ὑποκείμενος ὅρος ὁ περιεχόμενος ὑπό τινος, προσχρῆσθαι τῷ καθόλου τῷ περιέχοντι καὶ λαμβάνειν ταῦτα τῶν, οἷς ἕπεται ὁ κείμενος ὅρος, οἷς καὶ αὐτοῖς ὁ περιέχων αὐτὸν ἕπεται. οἷον εἰ ἔστιν ὁ κείμενος ὅρος ἄνθρωπος, περιέχει μὲν τοῦτον τὸ ζῷον καὶ ἕπεται αὐτῷ· ὅταν δὴ ἐκλέγωμεν, οἷς ἕπεται ὁ ἄνθρωπος, οὐ δεῖ προσπαραλαμβάνειν τὸ ζῷον λέγοντας, ὅτι καὶ τοῦτο, λέγω δὲ τὸ ζῷον, ἕπεται ἐκείνοις, οἷς καὶ ὁ ἄνθρωπος ἕπεται. τοῦτο γὰρ κεῖται δυνάμει· τὸ γὰρ τῷ ἀνθρώπῳ ἀκολουθοῦν ἀκολουθεῖ καὶ οἷς ὁ ἄνθρωπος· ἠκολούθει δὲ τὸ ζῷον τῷ ἀνθρώπῳ· ὥστε καὶ οἷς ὁ ἄνθρωπος. οὐ δὴ τούτῳ προσχρηστέον ἔτι οὐδὲ ῥητέον, ὅτι ἕπεται τὸ καθόλου καὶ τὸ γένος, οἷς ἕπεται τὸ περιεχόμενον ὑπ’ αὐτοῦ· πρὸς γὰρ τῷ κεῖσθαι τοῦτο οὐδὲ πρόκειται ἡμῖν ζητεῖν, τίνι τὸ γένος τοῦ ἐκκειμένου ὅρου ἕπεται, ἀλλὰ τίνι αὐτὸς οὗτος ὁ προκείμενος ὅρος. ἢ δύναται μᾶλλον τὸ λεγόμενον τοιοῦτον εἶναι· οὐδ’ ὅταν πάλιν ᾖ προκείμενον ἡμῖν ἐκλέγειν, τίσιν ἕπεται τὸ καθόλου καὶ περιέχον τι, οὐ χρὴ λαμβάνοντάς τι τῶν ὑπὸ τὸ καθόλου, ᾧ ἕπεται τὸ καθόλου, ζητεῖν. οἷς τοῦτο ἕπεται· οἷον εἰ ζητοίημεν, τίσιν ἕπεται τὸ ζῷον, οὐ δεῖ λαμβάνοντας τῶν ὑπὸ τὸ ζῷόν τι, οἷς ἕπεται τοῦτο, ἐκλέγειν, ὅτι τούτοις καὶ τὸ ζῷον, οἷον τὸν ἄνθρωπον, οἷς ἕπεται ὁ ἄνθρωπος, ἐκλέγειν καὶ τιθέναι, ὅτι τούτοις καὶ τὸ ζῷον. ἀληθὲς μὲν γάρ ἐστι τοῦτο τὸ πᾶσιν, οἷς ὁ ἄνθρωπος ἕπεται, καὶ τὸ ζῷον ἕπεσθαι· οὐ μὴν τοῦτ’ ἦν προκείμενον ζητεῖν [εἰ], οἷς ἄνθρωπος ἕπεται [καὶ τὸ ζῷον ἕπεσθαι]. τότε γὰρ ἐκλέξομεν, τίσιν ὁ ἄνθρωπος ἕπεται, ὅταν ᾖ περὶ ἀνθρώπου ζητεῖν ἡμῖν προκείμενον· οἰκειότερα γὰρ ταῦτα τῆς τοῦ ἀνθρώπου ἐκλογῆς. ὡς οὖν τὰ ἑπόμενα ἀνθρώπῳ ζητοῦντες οὐχ ἃ ζῴῳ εἵπετο, ἐξελέγομεν (ἦν γὰρ εἰλημμένα δυνάμει), οὕτως οὐδέ, οἷς ἕπεται τὸ ζῷον, ἐκλέγοντες ζητήσομεν καὶ ἐκλέξομεν, οἷς ἕπεται τὸ περιεχόμενον ὑπὸ τοῦ ζῴου. οἷον εἰ ἄνθρωπος περιέχεται ὑπὸ ζῴου καὶ δεῖ λαβεῖν τοῦτο τὸ περιεχόμενον ὑπὸ τοῦ ζῴου, οὐ δεῖ λαμβάνειν ταῦτα, οἷς ἕπεται ὁ ἄνθρωπος· δυνάμει γὰρ εἴληπται καὶ ταῦτα ἐν τῷ τὸν ἄνθρωπον κεῖσθαι, ᾧ ἕπεται τὸ ζῷον· πᾶσι γάρ, οἷς ὁ ἄνθρωπος ἕπεται, καὶ τὸ ζῷον ἀκολουθήσει τὸ τῷ ἀνθρώπῳ ἑπόμενον. ἀμείνων δὲ δοκεῖ μοι εἶναι ἥδε ἡ ἐξήγησις τῆς λέξεως καὶ ἀκόλουθος τῇ προειρημένῃ. ἡ δὲ λέξις ἀσαφής ἐστι διὰ συντομίαν· ἔστι δὲ τοιαύτη ‘οὐδὲ δὴ ἐπὶ τοῦ καθόλου τινὶ ἐκλέγοντας, οἷς τὸ καθόλου ἕπεται, ἐκλεκτέον, οἷς ἕπεταί τι τῶν ὑπὸ τὸ καθόλου’. ἢ οὕτως· οὐδὲ δὴ τῷ καθόλου ἐκλεκτέον, οἷς ἕπεται τὸ περιεχόμενον ἀντὶ τοῦ ‘οὐδὲ δὴ ἐπὶ τῶν καθόλου, ὧν ἐστι καὶ τοῖς ὑποκειμένοις ὑποκείμενα ἄλλα.3 οὐ γὰρ ἐπὶ πάντων τῶν καθόλου τοῦτο δυνατόν· τὰ γὰρ εἴδη τὰ ἀτόμων καθόλου μέν ἐστιν, οὐ μὴν καὶ ἕκαστον τῶν, οἷς ἕπεται τὸ εἶδος (ταῦτα δέ ἐστι τὰ ἄτομα), ἄλλοις πάλιν αὐτὰ ἕπεται· εἰ γὰρ ἄλλοις εἵπετο, οὐκ ἂν ἦν ἄτομά τε καὶ ἔσχατα. ποιουμένοις οὖν τὴν ἐκλογὴν ἐπὶ τῶν τοιούτων καθόλου, ὧν καὶ τά, οἷς ἕπεται αὐτά, κἀκεῖνα ἔχει αὐτοῖς ὑποκείμενά τινα, οἷς καὶ αὐτὰ πάλιν ἕπεται (τοιαῦτα δέ ἐστι καὶ οὕτως καθόλου τὰ γένη), ἐπὶ δὴ τῶν τοιούτων λαμβάνοντας τά, οἷς ἕπεται τὰ οὕτως καθόλου, οὐ ληπτέον τά, οἷς ἕπεται τὰ ὑποκείμενα αὐτοῖς, οἷον ζητοῦντας, τίνι οἷον ζῷον ἕπεται, οὐ ληπτέον, οἷς ἄνθρωπος ἕπεται, ἕπεσθαι καὶ ζῷον· ἀληθὲς μὲν γάρ, οἷς ἄνθρωπος ἕπεται, ἕπεσθαι καὶ τὸ περιέχον τὸν ἄνθρωπον, οὐ μὴν οἰκεῖον τῆς τοῦ ζῴου ἐκλογῆς, εἰ ὁ κείμενος ὅρος τὸ ζῷον εἴη.
“同样,对于全称者而言,也不应挑选被包罗者所随顺的事物,例如对于动物而言,不应挑选人所随顺的事物。” 他所说的话似乎是这样的:当挑选被某物所包罗的底层词项所随顺的事物时,不应当再额外援用包罗它的全称者,并在所设定的词项所随顺的事物中,提取那个包罗它的词项自身也随顺的事物。例如,如果所设定的词项是人,动物包罗了它并且随顺于它;那么,当我们挑选人所随顺的事物时,不应当额外引入动物并说,这一个——我指的是动物——也随顺于人所随顺的那些事物。因为这已经潜在地确立了;因为伴随于人的事物,也伴随于人所随顺的事物;而动物曾伴随于人;因此它也伴随于人所随顺的事物。因此,绝不应再额外援用它,也不应说全称者和属类随顺于被它包罗者所随顺的事物;因为除了这一点已经被确立之外,摆在我们面前的课题也不是探求所列举词项的属类随顺于什么,而是摆在我们面前的这个词项本身随顺于什么。 或者毋宁说,所说的内容更可能是这样的:当再次摆在我们面前的任务是挑选全称者且包罗某物者随顺于什么时,我们也不应当提取处于该全称者之下的某物(即该全称者所随顺之物),去探求它所随顺的事物。例如,如果我们探求动物随顺于什么,我们不应当提取处于动物之下的某物,并挑选说动物也随顺于该物所随顺的事物——例如提取人,便挑选并设定说动物也随顺于人所随顺的事物。因为,尽管在人所随顺的一切事物中动物也随顺这是真的,但这并不是摆在我们面前去探求的课题。因为只有当探求关于人的课题摆在我们面前时,我们才会挑选人随顺于什么;因为这些事物更切合于关于人的挑选。因此,正如我们在探求随顺于人的事物时不曾挑选随顺于动物的事物一样(因为它们已经被潜在地提取了),同样,在挑选动物所随顺的事物时,我们也不应探求并挑选被动物所包罗之物所随顺的事物。例如,如果人被动物所包罗,且必须提取这个被动物所包罗之物,我们也不应当提取人所随顺的那些事物;因为在设定了动物所随顺的人之中,这些事物也已经被潜在地提取了;因为对于人所随顺的一切事物,随顺于人的动物也将伴随于它们。 在我看来,对这段文句的这一解释更好,并且与前文所说的相一致。但由于简略,这段文句显得晦暗;其含义是这样的:“对于全称者而言,在挑选全称者所随顺的事物时,绝不应当挑选处于该全称者之下的某物所随顺的事物”。或者这样理解:“对于全称者而言,也不应挑选被包罗者所随顺的事物”,用以替代“在那些对于其底层事物而言还有其他底层事物的全称者情形下,也同样如此。因为并非在所有全称者身上这都是可能的;因为不可分割之物的种固然是全称的,然而种所随顺的各个事物(而这些就是不可分割之物)自身却不再进而随顺于其他事物;因为如果它们随顺于其他事物,它们就不会是不可分割之物和极限了。因此,对于在这样一些全称者上进行挑选的人来说——它们所随顺的事物自身也具有它们所进而随顺的某些底层事物(属类就是这类事物,并且以这种方式是全称的)——在处理这类事物时,当提取以此方式的全称者所随顺的事物时,绝不应当提取从属于它们的事物所随顺的事物;例如探求动物随顺于什么的人,不应当提取动物也随顺于人所随顺的事物;因为,尽管包罗人的事物也随顺于人所随顺的事物是真实的,但如果所设定的词项是动物,这并不是动物之挑选所特有的”。
- 2.189τῷ καθόλου
引文 43b29 中的与格 τῷ καθόλου 用作利益与格(“为了全称者”)或关涉与格(“关于/就全称者而言”)。与前文 43b22 中的 τῷ καθόλου ἑπόμενα(随顺于全称者之物)不同,此处的与格修饰动形容词 ἐκλεκτέον 的适用范围,正如亚历山大随后将其释读为 ἐπὶ τοῦ καθόλου 所表明的那样。
- 2.189οὐ χρὴ ἐκλέγοντας, οἷς ἕπεται ὁ ὑποκείμενος ὅρος ὁ περιεχόμενος ὑπό τινος, προσχρῆσθαι τῷ καθόλου τῷ περιέχοντι καὶ λαμβάνειν ταῦτα τῶν, οἷς ἕπεται ὁ κείμενος ὅρος, οἷς καὶ αὐτοῖς ὁ περιέχων αὐτὸν ἕπεται.
该句的句法骨架为 οὐ χρὴ ἐκλέγοντας ... προσχρῆσθαι τῷ καθόλου ... καὶ λαμβάνειν ταῦτα。宾格分词 ἐκλέγοντας 作不定冠词短语的逻辑主语,以关系从句 οἷς ἕπεται ὁ ὑποκείμενος ὅρος ὁ περιεχόμενος ὑπό τινος(“被某物包罗的底层词项所随顺的事物”)为其宾语。随后的 ταῦτα τῶν, οἷς ἕπεται ὁ κείμενος ὅρος, οἷς καὶ αὐτοῖς ... 构成了嵌套关系句结构:“在所设定的词项所随顺的事物中,那个包罗它的词项自身也随顺的那些事物”。
- 2.189ἀντὶ τοῦ ‘οὐδὲ δὴ ἐπὶ τῶν καθόλου, ὧν ἐστι καὶ τοῖς ὑποκειμένοις ὑποκείμενα ἄλλα.’
短语 ἀντὶ τοῦ(“代替……”)引出了亚历山大对亚里士多德简括原文字句的含义阐释。τοῖς ὑποκειμένοις 为领属与格,关系从句 ὧν ἐστι καὶ τοῖς ὑποκειμένοις ὑποκείμενα ἄλλα 修饰 τῶν καθόλου,意为“在那些对于其底层事物而言还有其他底层事物的全称者情形下”。
