← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§297.24-298.21

排除属随顺项的重复选择与挑选种特有项

亚历山大解释了亚里士多德在《前分析篇》43b22中提出的规则,即包罗性的属所随顺或不随顺的述词无需为种重复挑选,并论证了为何只需挑选属于种自身的固有属性和种差。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.188

" Ὅταν δ’ ὑπό τινος περιέχηται τὸ προκείμενον, ᾧ τὰ ἑπόμενα δεῖ λαβεῖν, τὰ μὲν τῷ καθόλου ἑπόμενα ἢ μὴ ἑπόμενα οὐκ ἐκλεκτέον ἐν τούτοις." Τὸ λεγόμενόν ἐστιν· ὅταν ὁ κείμενος ὅρος, 〈ὃς〉 μέρος ἐστὶ τοῦ προβλήματος, ᾧ τὰ ἑπόμενα ζητοῦμεν, ὑπό τινος περιέχηται ἑπομένου αὐτῷ, οἷον ὡς ἄνθρωπος ὑπὸ τοῦ ζῴου, οὐκέτι φησὶ δεῖν ἐκλέγειν, ὅσα τῷ περιέχοντι τὸν κείμενον ὅρον ἕπεται οἷον τῷ ζῴῳ, εἰς τὸ δεικνύναι καὶ ταῦτα ἑπόμενα τῷ περιεχομένῳ·1 οὗτος δ’ ἦν ὁ ἄνθρωπος. φθάνει γὰρ ταῦτα εἰλῆφθαι δυνάμει, ὅτε ἐλήφθη ἑπόμενον τὸ ζῷον τῷ ἀνθρώπῳ· τούτου γὰρ ληφθέντος εἴληπται δυνάμει καὶ τὰ τῷ ζῴῳ ἑπόμενα ἕπεσθαι τῷ ἀνθρώπῳ οἷον ἡ οὐσία, τὸ ἔμψυχον, τὸ αἰσθητικόν. ὡς δὲ τὰ τούτῳ ἑπόμενα ἕπεται τῷ ἀνθρώπῳ, οὕτως καὶ τὰ μὴ ἑπόμενα τούτῳ δῆλον ὅτι οὐδὲ τῷ ἀνθρώπῳ ἀκολουθήσει, τὸ ἄψυχον, τὸ ἀναίσθητον, τὸ ἀσώματον. οὐκέτ’ οὖν χρὴ περὶ ταῦτα κατατρίβεσθαι καὶ ταῦτα ἐκλέγοντας τιθέναι τὰ κείμενα ἤδη. οὔτε οὖν τὰ τῷ περιέχοντι τὸν κείμενον ὅρον ἑπόμενα ἐκλέγειν ἔτι δεῖ οὔτε τὰ μὴ ἑπόμενα τούτῳ. τὰ μὲν οὖν τῷ καθόλου ἑπόμενα οἷον τῷ ζῴῳ, ὃ ἦν περιέχον τὸν ἄνθρωπον, οὐ χρὴ ἐκλέγειν ἔτι, τὰ δὲ οἰκεῖα καὶ ἰδίως ἑπόμενα τῷ ἀνθρώπῳ, ἃ μηκέτι τῷ γένει αὐτοῦ ἕπεται, τῷ ζῴῳ, ταῦτα ἐκλεκτέον· ἔστι γάρ τινα, ἃ τῷ ἀνθρώπῳ ἕπεται τῷ γένει αὐτοῦ, τῷ ζῴῳ, μὴ ἑπόμενα. ὧν τὰ μὲν καὶ κυρίως ἐστὶν ἴδια τοῦ ἀνθρώπου, ὡς τὸ γελαστικόν, ὡς τὸ βουλευτικόν, τὰ δὲ ὡς πρὸς ἄλλα ἴδια ἐστιν αὐτοῦ, ὡς τὸ λογικόν· ὡς γὰρ πρὸς τὸ ἄλογον ἴδιον γίνεται τοῦ ἀνθρώπου· καὶ οὐχ ἕπεται τούτων οὐδὲν τῷ ζῴῳ. ὁμοίως τὸ πεζόν, τὸ δίπουν καὶ ὅσα τοιαῦτα· ταῦτα γὰρ ὡς ἴδια λαμβάνοντας τιθέναι χρή, ἐπεὶ μὴ ἕπεται τῷ περιέχοντι αὐτὸ γένει μηδὲ διὰ τὸ ἐκείνῳ κεῖσθαι ἑπόμενα καὶ αὐτῷ δύναται δείκνυσθαι καὶ αὐτὰ ἑπόμενα.2 οὐ γὰρ ὅσα ἑκάστῳ τῶν εἰδῶν ὑπάρχει, ταῦτα καὶ τῷ γένει· ἀνάγκη γὰρ τοῖς διαφέρουσιν εἴδεσιν ἴδιά τινα ὑπάρχειν αὐτοῖς καὶ μὴ δύνασθαι καὶ τοῖς ἀντιδιαιρουμένοις αὐτοῖς εἴδεσιν ὑπάρχειν. καὶ οὐκ ἂν ἕποιτο τῷ γένει· τὰ γὰρ τῷ γένει ἑπόμενα κατὰ παντός τε καὶ αὐτοῦ κατηγορεῖται καὶ ἑκάστῳ τῶν εἰδῶν ἕπεσθαι ἀνάγκη, ἃ δὲ ἑκάστῳ τῶν εἰδῶν, οὐκέτι οὔτε τῷ γένει οὔτε ἀλλήλοις. τοιαῦται δ’ ἂν εἶεν καὶ αἱ οἰκεῖαι ἑκάστου εἴδους διαφοραί, ὑφ’ ὧν ὁρίζονται.

“当必须为其提取随顺者的所设定之项被某物包罗时,在这些事物中,不应挑选随顺或不随顺于全称者的事情。” 所说的话意思如下:当被设定的词项(它是问题的一部分,且我们正为其寻求随顺者)被随顺于它的某物所包罗时——例如人被动物所包罗——他说,绝不需要再挑选凡是随顺于包罗着被设定词项之物(例如动物)的事物,以图表明这些事物也随顺于被包罗者(而这就是人)。因为在动物被提取为随顺于人时,这些事物已经潜在地被提取了;因为随着前者的被提取,随顺于动物的事物(例如实体、有灵魂者、有感觉者)随顺于人,这也就潜在地被提取了。正如随顺于前者的事物随顺于人一样,显然,不随顺于前者的事物(无灵魂者、无感觉者、无形体者)也同样不会伴随于人。因此,绝不应在这些事情上耗费精力,也不应通过挑选它们而把已经确立的事物重新设定。因此,人们既不再应当挑选随顺于包罗被设定词项之物的事物,也不再应当挑选不随顺于它的事物。因此,对于随顺于全称者(例如曾包罗人的动物)的事物,固然不再应当挑选,但对于人所特有且独特随顺于人、而不再随顺于它的属类(动物)的事物,则必须加以挑选;因为确实存在某些随顺于人、却不随顺于它的属类即动物的事物。在这些事物中,有些在严格意义上也是人所特有的,例如能笑、能审议;而有些则是相对于其他事物而言是人所特有的,例如有理性;因为它是相对于无理性者而言成为人所特有的;而这些事物中没有一个随顺于动物。同样,陆生、两足以及凡是这类事物也是如此;因为人们应当把它们作为特有者提取并设定,因为它们并不随顺于包罗它的属类,也不能因为被设定为随顺于那个属类而证明它们自身也随顺于它。因为并非属于各个种的一切事物也都属于属类;因为对于相区别的各种而言,必然有某些特有的事物属于它们自身,而不可能同时也属于与它们相对划分的各种。而且它们也不会随顺于属类;因为随顺于属类的事物既针对它的全部被断言,又必然随顺于各个种,但属于各个种的事物则既不再随顺于属类,也不再彼此随顺。各个种赖以被定义的特有种差,也应当正是这类事物。

语法注2 条
  1. 2.188εἰς τὸ δεικνύναι καὶ ταῦτα ἑπόμενα τῷ περιεχομένῳ

    由介词 εἰς 加带定冠词的不定式 τὸ δεικνύναι 构成的目的从属短语(“为了表明……”)。不定式 δεικνύναι 支配一个带宾格主语的结构 καὶ ταῦτα ἑπόμενα [εἶναι],整体修饰主句 οὐκέτι φησὶ δεῖν ἐκλέγειν(“他说绝不需要再挑选……”)。

  2. 2.188μηδὲ διὰ τὸ ἐκείνῳ κεῖσθαι ἑπόμενα καὶ αὐτῷ δύναται δείκνυσθαι καὶ αὐτὰ ἑπόμενα

    表原因的介词短语 διὰ τὸ ... κεῖσθαι(“由于被设定为……”)修饰主动词短语 δύναται δείκνυσθαι(“能够被表明”)。其中 ἐκείνῳ 指代包罗性的属(动物),αὐτῷ 指代被包罗的种(人)。句末的 καὶ αὐτὰ ἑπόμενα 作主格补足语,表示“它们自身也作为随顺者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:297.24-298.21