- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:296.20-297.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德《前分析篇》43b11关于必须挑选随顺于事物整体者的论述进行注解,说明为了构建全称前提必须挑选属于全称对象的事物,并阐明为何“全部/每一个”只能附加于主项而不能附加于述项(如“每一个人是每一个动物”之不可能)。
" Δεῖ δὲ ἐκλέγειν μὴ τὰ ἑπόμενα τινί, ἀλλ’ ὅσα ὅλῳ τῷ πράγματι ἕπεται." Δεῖν φησι τὰ ἑπόμενα τοῖς ὅροις τοῖς ἐν τῷ προκειμένῳ προβλήματι ἐκλέγοντας μὴ τὰ τινὶ αὐτῶν ἑπόμενα ἐκλέγειν ἀλλὰ τὰ παντί·1 εἰ γὰρ ὅρος εἴη ἄνθρωπος, οὐ τὸ τινὶ ἀνθρώπῳ ἑπόμενον ἐκλεκτέον ἀλλὰ τὸ παντί, οὐδὲ τὸ τινὶ ἡδονῇ, ἂν ὅρος τοῦ προβλήματος ἡ ἡδονὴ ᾖ, ἀλλὰ τὸ πάσῃ. οὕτως γὰρ εὐπορήσομεν καθόλου προτάσεων, ὧν χωρὶς ἀδύνατον συλλογισμὸν γενέσθαι· διὰ γὰρ τοῦτο οὐδὲ ἀδιορίστως ἐκλαμβάνοντας τιθέναι φησὶ δεῖν ἀλλὰ προστιθέντας τὸ παντὶ ἕπεσθαι. ᾧ γὰρ ὅρος ἐστὶν ὁ ἄνθρωπος2 ἢ πάλιν 〈ἡ〉 ἡδονή, οὗτος τότε τὸν συλλογισμὸν πρὸς τὸν ἄνθρωπον ἢ τὴν ἡδονὴν ποιήσει, ὅταν πάντα ἄνθρωπον καὶ πᾶσαν ἡδονὴν περιλάβῃ· περιλαμβάνεται δὲ ὁ μὲν ἄνθρωπος ὑπὸ τοῦ παντὶ αὐτῷ ἑπομένου, ἡ δὲ ἡδονὴ ὑπὸ τοῦ πάσῃ ἡδονῇ, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. καὶ γὰρ εἰ τὸ ὀφεῖλον δειχθῆναι ἐπὶ μέρους εἴη, τὸ παντὶ ὑπάρχον ἔνεστι καὶ τινὶ λαβεῖν ὑπάρχον. ἀλλὰ καὶ τά, οἷς αὐτὰ ἕπεται ὅλοις, οὐ μέρεσιν αὐτῶν, ταῦτα ἐκλεκτέον· τὸ γὰρ ζῷον οὐχ ἕπεται παντὶ ἐμψύχῳ, παντὶ δὲ αἰσθητικῷ καὶ παντὶ ἀνθρώπῳ. ταῦτα ἄρα καὶ οὐκ ἐκεῖνο ἐκλεκτέον ἐκλέγοντας, οἷς τὸ ζῷον ἕπεται· ἔσται γὰρ οὕτως κατὰ παντὸς τούτου, ᾧ ἕπεται· διὰ γὰρ τῶν τοιούτων αἱ καθόλου προτάσεις. οὐκέτι μέντοι, φησί, τὸ ἑπόμενόν τινι δεῖ ὅλον ἐκλέγειν·3 ἕπεται μὲν γὰρ ἀνθρώπῳ τὸ ζῷον, οὐ μὴν πᾶν, καὶ τῇ γραμματικῇ ἐπιστήμη, οὐ μὴν πᾶσα· οὐδὲ δεῖ ζητεῖν τὸ οὕτως ἑπόμενον· ἱκανὸν γὰρ πρὸς τὴν τῶν προτάσεων λῆψιν τὸ ἕπεσθαι μόνον. τούτου δὲ τὴν αἰτίαν τοῦ μὴ δεῖν τὰ ἑπόμενα τοιαῦτα ζητεῖν καὶ ἐν τῷ Περὶ ἑρμηνείας ἀποδέδωκε, δι’ ὧν εἶπεν “ἐπὶ δὲ τοῦ κατηγορουμένου καθόλου τὸ καθόλου κατηγορεῖν οὐκ ἔστιν ἀληθές”· οὐ γὰρ ἔσται τις πρότασις, ἐν ᾗ τοῦ καθόλου τὸ καθόλου προσκατηγορήσομεν, “οἷον ἔστι πᾶς ἄνθρωπος πᾶν ζῷον”. τὸ αὐτὸ δὴ καὶ νῦν λέγει, καὶ δείκνυσί γε, πῶς ἄχρηστόν τέ ἐστι τὸ οὕτως ἐκλέγειν πειρᾶσθαι τὰ ἑπόμενα καὶ πρὸς τῷ ἀχρήστῳ καὶ ἀδύνατον· ἀδύνατον γὰρ πάντα ἄνθρωπον πᾶν ζῷον εἶναι ἢ πάντα ἄνθρωπον πᾶν γελαστικόν. οὐ δὴ τὸ ἑπόμενον πᾶν ληπτέον ἀλλὰ τό, ᾧ ἕπεται· τὸν γὰρ ἄνθρωπον καθόλου ληπτέον, ᾧ τὸ ζῷον ἕπεται, τοῦτο παντὶ τιθέντας ἀνθρώπῳ ἑπόμενον· οὕτως γὰρ εὐπορήσομεν καθολικῶν προτάσεων. ὁμοίως καὶ ᾧ παντὶ ὁ ἄνθρωπος ἕπεται· δίποδι μὲν γὰρ παντὶ οὐχ ἕπεται, παντὶ δὲ βουλευτικῷ. τὸ δὲ καθάπερ καὶ προτεινόμεθα4 ἔστι ‘καθάπερ καὶ προτείνομεν ἐν τῇ χρήσει’. λέγομεν γὰρ πάντα ἄνθρωπον ἁπλῶς ζῷον, ἀλλ’ οὐ καὶ πᾶν ζῷον, καὶ πᾶσαν ἡδονὴν κατὰ φύσιν ἁπλῶς, ἀλλ’ οὐ πᾶν κατὰ φύσιν· οὐ γὰρ τῷ ἑπομένῳ τὸ πᾶν ἀλλὰ τῷ ὑποκειμένῳ, ᾧ ἕπεται, προστίθεται.
“但必须挑选的,不是随顺于某一部分的事物,而是随顺于整个事物的一切事物。” 他说,在挑选随顺于摆在我们面前的问题中的各词项的事物时,不应当挑选随顺于它们中某一部分的事物,而应当挑选随顺于其全部的事物;因为如果词项是人,就不能挑选随顺于某一个人的事物,而应挑选随顺于每一个人的事物,如果问题的词项是快乐,也不能挑选随顺于某一种快乐的事物,而应挑选随顺于一切[快乐]的事物。因为只有这样,我们才会拥有充足的全称前提,而离开这些前提就不可能产生三段论;正是为此原因,他说人们不应不定地提取并设定它们,而必须补充加上“随顺于全部”。因为对于把人或把快乐作为词项的人来说,只有当他包罗了每一个人和每一种快乐时,他那时才能作出针对人或快乐的三段论;而人是被随顺于其全部的事物所包罗的,快乐则是被随顺于一切快乐的事物所包罗的,其他情况亦同样如此。因为即使应当被证明的事物是特称的,也尽可以把属于全部的事物作为属于某一部分来提取。不仅如此,还必须挑选它们自身随顺于其整体、而非随顺于其部分的事物;因为动物并不随顺于一切有灵魂者,却随顺于一切有感觉者和每一个人。因此,在挑选动物所随顺的事物时,应当挑选这些而不是挑选前者;因为这样一来,它就会针对它所随顺的这全部事物而成立;因为全称前提正是通过这类事物而形成的。然而他又说,人们绝不需要把随顺于某物的事物本身作为整体来挑选;因为动物随顺于人,但绝不是“全部[动物]”,知识随顺于语法学,但也绝不是“全部[知识]”;人们也不应当去寻求以此种方式随顺的事物;因为对于前提的获得而言,仅仅随顺就已经足够了。而之所以不应当寻求此类随顺者的原因,他在《解释篇》中也已经给出过,即通过他说过的这些话:“但在全称述词上断言全称是不真实的”;因为不会有任何一个我们在其中于全称上附加断言全称的前提,“例如‘每一个人是每一个动物’”。现在他所说的也正是这同一件事,并且他指出,试图以此种方式挑选随顺者不仅是无用的,而且在无用之外还是不可能的;因为每一个人是每一个动物,或者每一个人是每一个能笑者,这是不可能的。因此,绝不能把随顺者作为整体来提取,而应把随顺者所随顺的对象作为整体来提取;因为应当把动物所随顺的人作为全称来提取,将其设定为随顺于每一个人;因为这样我们就会拥有充足的全称命题。对于人随顺于其全部的事物,情况同样如此;因为人并不随顺于一切两足者,却随顺于一切能思虑者。而“正如我们所提出的一样”这句话的意思是“正如我们在习惯用法中所提出的一样”。因为我们说每一个人径直是动物,但并不说也是每一个动物,说每一种快乐径直是合乎本性的,但并不说是一切合乎本性者;因为“每一个/全部”不是加在随顺者[述词]上,而是加在它所随顺的主项上。
- 2.187μὴ τὰ τινὶ αὐτῶν ἑπόμενα ἐκλέγειν ἀλλὰ τὰ παντί
τινί 与 παντί 作与格,表示相对于词项(或其外延)的范围限制(“随顺于它们的部分/某些实例”对比“随顺于其全部/每一个实例”),承接亚里士多德正文中与 ὅλῳ τῷ πράγματι(事物整体)的对比,指应当舍弃仅随顺于部分个例的特称属性,而提取随顺于全部外延的全称属性。
- 2.187ᾧ γὰρ ὅρος ἐστὶν ὁ ἄνθρωπος
关系代词 ᾧ 为所有或涉及与格(“对于以人为词项的人来说”),指代建构推论的主体,并在结构上作为后文主句主语代词 οὗτος 的先行成分。
- 2.187τὸ ἑπόμενόν τινι δεῖ ὅλον ἐκλέγειν
形容词 ὅλον 在句中作谓词性修饰(或作限制语),修饰 τὸ ἑπόμενον,意为“把随顺者本身作为整体(即加上全称量词,如‘每一个动物’)来挑选”。在严格区分主项全称化(πᾶς ἄνθρωπος)与述项全称化(πᾶν ζῷον)的语境中,本句表达了对后者的否定与排除。
- 2.187καθάπερ καὶ προτεινόμεθα
直接引自亚里士多德原文(43b20)。亚历山大用主动式动词和补语将其释读为 προτείνομεν ἐν τῇ χρήσει(“正如我们在语言用法中所提出的一样”),说明此处的中动态指日常命题表达中的陈述习惯。
