- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:295.17-296.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德关于前提挑选的规则,说明由于换位性只需提取不属于项的一方,并阐述了将随顺者区分为本质(“是什么”)、特有属性与偶性,以及依真理随顺与依意见随顺的意义。
ἔτι φησὶ δεῖν ἐκλέγειν καὶ ὅσα μὴ ἐνδέχεται αὐτοῖς ὑπάρχειν, οἷον τῷ ἀνθρώπῳ τὸ χρεμετιστικόν, τῷ ζῴῳ τὸ ἄψυχον. οἷς δὲ αὐτὸ οὐκ ἐνδέχεται ὑπάρχειν, οὐκέτι φησὶ δεῖν ἐκλαμβάνειν· τὰ γὰρ αὐτά ἐστι τά τε μὴ ὑπάρχοντα αὐτῷ καὶ οἷς αὐτὸ μὴ ὑπάρχει διὰ τὸ τὸ καθόλου ἀποφατικὸν ἀντιστρέφειν ἑαυτῷ. οὐκ ἦν δὲ τοιαῦτα τὰ ἑπόμενα αὐτοῖς καὶ οἷς αὐτὰ ἕπεται· τῷ γὰρ ζῴῳ ἕπεται μὲν τὸ ἔμψυχον, αὐτὸ δὲ ἕπεται ἀνθρώπῳ, ἵππῳ, τοῖς εἴδεσι τοῖς αὐτοῦ. διὰ τοῦτο ἀμφοτέρων ἐκείνων τὴν ἐκλογὴν ἠξίωσεν ἡμᾶς ποιεῖσθαι διὰ τὸ μὴ ἀντιστρέφειν τὸ καθόλου καταφατικὸν ἑαυτῷ· τῶν δὲ μὴ ὑπαρχόντων αὐτοῖς καὶ οἷς αὐτὰ μὴ ὑπάρχει, οὐκ ἔστιν ἀμφοτέρων ἐκλογή, ὅτι ταὐτά ἐστι ταῦτα καὶ ἀντιστρέφει. Φησὶ δὲ δεῖν διαιρεῖσθαι καὶ αὐτῶν τῶν ἑπομένων, ὅσα τε ὡς ἐν τῇ οὐσίᾳ αὐτῶν περιεχόμενα καὶ ἐν τῷ τί ἐστι κατηγορούμενα ἕπεται αὐτοῖς, καὶ ὅσα ὡς ἴδια καὶ ὅσα ὡς συμβεβηκότα. οὐ γὰρ ταὐτὰ τὰ ἴδια τοῖς ἐν τῇ οὐσίᾳ καὶ ἐν τῷ τί ἐστι κατηγορουμένοις καὶ οὕτως ἑπομένοις· τὸ μὲν γὰρ ζῷον καὶ τὸ λογικὸν ἕπεται τῷ ἀνθρώπῳ ὡς καθ’ αὑτά τε καὶ ἐν τῷ τί ἐστι κατηγορούμενα, τὸ δὲ γελαστικὸν ὡς ἴδιον οὐ μὴν καὶ ἐν τῷ τί ἐστι κατηγορούμενον. ταῦτα γὰρ ἐν τῷ τί ἐστι κατηγορεῖταί τινος κυρίως, ὅσα ἐν τῷ ὁριστικῷ λόγῳ περιέχεται, ὧν τῆς ἐνεργείας στερόμενον τό, οὗ κατηγορεῖται ταῦτα, εἰς τὸ παντελὲς οὐδ’ ἂν ὅλως εἴη·1 οἷον ἄνθρωπος, εἰ μὴ ζῷον εἴη, οὐδ’ ἂν εἴη· ὁμοίως εἰ μὴ λογικόν, ὡς πάντως καὶ λογίζεσθαί ποτε, ἢ μὴ θνητόν, ὡς πάντως ἀποθανούμενον. καὶ ὁρισμὸς δὲ πᾶς ἐν τῷ τί ἐστιν. οὐκέτι δὲ τὸ γελαστικὸν τοιοῦτον 〈ἂν〉 εἴη· οὔτε γὰρ ἐν τῷ ὁρισμῷ περιέχεται, οὔτε οὕτως ὑπάρχει αὐτῷ, ὡς καὶ τῆς ἐνεργείας τῆς κατ’ αὐτὸ *** κωλύομεν τὴν ὕπαρξιν· καὶ γὰρ μηδέποτε γελῶν τῷ κεκωλῦσθαι2 οὐδὲν κεκώλυται ἄνθρωπος εἶναι. οὕτως δόξει καὶ τῆς γῆς ἴδιον εἶναι τὸ ὕεσθαι καὶ τῆς σελήνης τὸ ἐκλείπειν· κυρίως γὰρ τὸ ἐκλείπειν ἐπὶ μόνης τῆς σελήνης. τὰ δὲ ὡς συμβεβηκότα ἑπόμενά ἐστιν, ὅσα κατηγορούμενά τινος μήτε ὡς ἐν τῷ τί ἐστι μήτε ὡς ἴδια κατηγορεῖται αὐτοῦ· τοιαῦτα δ’ ἂν εἴη, ἃ οἷά τε καὶ ἄλλοις τισὶν ὑπάρχειν, ὡς τὸ λευκὸν τῷ ψιμυθίῳ καὶ ἀνθρώπῳ τὸ περιπατεῖν. δεῖ δέ, φησί, καθόλου τῶν ἑπομένων τινὶ διακρίνειν, ποῖα κατ’ ἀλήθειαν καὶ ποῖα δοξαστικῶς ἕπεται, τοῦτ’ ἔστι κατὰ τὰς τῶν πολλῶν ἢ τὰς τῶν τινων δόξας· ἐκ τῶν τοιούτων γὰρ οἱ διαλεκτικοὶ συλλογισμοί, οἷον ὅτι τῇ ὑγείᾳ ἕπεται τὸ εἶναι μεγίστῳ ἀγαθῷ (τοῦτο γὰρ κατὰ δόξαν) ἢ τῷ ἀγαθῷ τὸ ἀγαθοὺς ποιεῖν. ἡ μὲν γὰρ πλειόνων τῶν ἑπομένων ἀμφοτέροις τοῖς ὅροις εὐπορία θάττω τὴν εὕρεσιν ἡμῖν παρέξει τῶν τε προτάσεων καὶ τοῦ συμπεράσματος, ἡ δὲ τῶν ἀληθεστέρων μᾶλλον ἀποδεικτικὸν ποιήσει τὸν συλλογισμόν. τούτου οὖν χάριν ἠξίωκε διακρίνειν τά τε ἐν τῷ τί ἐστι κατηγορούμενα τῶν ἑπομένων καὶ τὰ ἴδια καὶ τὰ συμβεβηκέναι δοκοῦντα.
此外他说,还必须挑选那些不可能属于它们的事物,正如“能嘶鸣的”不可能属于人,“无灵魂的”不可能属于动物一样。但他又说,对于它本身不可能属于的事物,则不再需要提取;因为不属于它的事物与它不属于的事物是相同的,这是由于全称否定[命题]可以自身换位。随顺它们的事物与它们所随顺的事物却不是这样的;因为“有灵魂的”随顺于动物,而动物本身随顺于人、马以及它的各个种。为此原因,由于全称肯定[命题]不能自身换位,他要求我们对那两者都进行挑选;但对于不属于它们的事物与它们不属于的事物,则不需要对两者都进行挑选,因为这些是相同的并且可以换位。 他又说,在随顺者本身之中,也必须区分出哪些是作为包含在其本质之中并在“是什么”中被述说而随顺于它们,哪些是作为特有属性,哪些是作为偶性。因为特有属性与那些在本质中并在“是什么”中被述说且以此方式随顺的事物并不相同;因为“动物”和“有理性的”随顺于人,是作为本质的且在“是什么”中被述说的事物,而“能笑的”作为特有属性随顺,却绝不是在“是什么”中被述说的。因为那些在严格意义上在“是什么”中述说于某物的事物,乃是包含在定义表述之中的事物,若剥夺了它们的现实活动,这些事物所述说的对象在绝对意义上将根本不复存在;正如人如果不是动物,就根本不存在;同样,如果不是必定也在某个时候进行推理那样有理性的,或者不是作为必定将要死亡者那样会死的,〔就根本不存在〕。而且一切定义都在“是什么”之中。然而“能笑的”不再会是这样的事物;因为它既不包含在定义之中,也不是以这样一种方式属于人,使得因依照它的现实活动受到阻碍就阻碍了存在;因为即使某人因受到阻碍而从未发笑,也丝毫没有妨碍他是一个人。依此,被雨淋也会被看作是大地的特有属性,发生月食也被看作是月亮的特有属性;因为严格意义上的月食只发生在月亮上。而作为偶性随顺的事物,则是那些被述说于某物,却既不在“是什么”中也不作为特有属性被述说于它的一切事物;这类事物也可以属于某些其他事物,正如“白”属于铅白,“散步”属于人一样。他说,一般而言,在随顺于某物的事物之中,必须区分出哪些是按照真理随顺的,哪些是出于意见,即按照大众的意见或某些人的意见随顺的;因为辩证三段论正是由这类事物构成的,例如“是最大的善”随顺于健康(因为这是出于意见的),或者“使人变善”随顺于善。因为对于两个词项而言,更大量的随顺者的充足储备,将为我们更迅速地发现前提和结论提供便利,而更真实者的储备,则会使三段论更具论证性。因此,正是为了这个缘故,他要求在随顺者之中区分出在“是什么”中被述说的成分、特有属性以及被认为附随的偶性。
- 2.186ὧν τῆς ἐνεργείας στερόμενον τό, οὗ κατηγορεῖται ταῦτα, εἰς τὸ παντελὲς οὐδ’ ἂν ὅλως εἴη
关系代词 ὧν 指向前文的 ταῦτα(定义中所包含的成分),作为属格依附于 τῆς ἐνεργείας,后者受分词 στερόμενον 支配。分词 στερόμενον 充当条件从句(“若被剥夺了……”),修饰主语 τό(它同时作为关系从句 οὗ κατηγορεῖται ταῦτα 的先行词)。整个从属结构的核心为主谓框架 τό ... οὐδ’ ἂν ὅλως εἴη(“该事物……将根本不复存在”)。
- 2.186τῷ κεκωλῦσθαι
冠词后接完成时被动态不定词的与格形式,表原因(“因受到阻碍”)。它说明了让步分词短语 μηδέποτε γελῶν(“即使从未发笑”)的原因,并与后文的谓语 οὐδὲν κεκώλυται ἄνθρωπος εἶναι(“丝毫不妨碍其为人”)在词根上形成呼应与对照。
