← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§294.14-295.17

论证问题时词项分析与前提选取的步骤

亚历山大根据43b1的引文,阐明了为论证所提出的问题而发现并提取前提的步骤。他解释了如何分离主词与谓词,把握各自的定义与特有属性,并系统地挑选随顺于它们的事物(谓词)以及它们自身所随顺的事物(主词)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.186#1

" Δεῖ δὴ τὰς προτάσεις περὶ ἕκαστον αὐτῶν λαβεῖν." Εἰπών, τίνα ἐστί, περὶ ὧν αἱ ζητήσεις μάλιστα καὶ αἱ σκέψεις γίνονται (ὅτι ταῦτα, οἷς καὶ ἕπεταί τινα καὶ αὐτὰ ἔχει, οἷς ἕπεται· ταῦτα γάρ ἐστι τὰ μεταξὺ τῶν τε πρώτων γενῶν καὶ τῶν ἀτόμων οὐσιῶν), εἰπὼν δὲ καί, τίνα μὲν δείκνυται περὶ τῶν πρώτων γενῶν (ὅτι γὰρ αὐτὰ ἄλλοις ὑπάρχει), τίνα δὲ περὶ τῶν ἀτόμων (ὅτι γὰρ τούτοις ἄλλα), πῶς εὑρήσομεν καὶ ληψόμεθα προτάσεις ἐπὶ τοῦ προκειμένου εἰς δεῖξιν προβλήματος, ὑπογράφει τε καὶ διδάσκει.1 ποιεῖται δὲ τὸν λόγον ἐπὶ τῶν μεταξύ, ἃ καὶ αὐτὰ ἄλλοις καὶ ἄλλα τούτοις ὑπάρχει. ἔνεστι δέ, ἐξ ἧς ποιεῖται διδασκαλίας, ὡς εἶπον, καὶ τὰ πρῶτα γένη λαμβάνοντας, οἷς ταῦτα ἕπεται, ἐκλέγειν καὶ πάλιν τὰ ἄτομα τὰ τούτοις ἑπόμενα. τέσσαρα δὲ εἶπεν εἶναι προβλήματα, καθόλου καταφατικόν, καθόλου ἀποφατικόν, ἐπὶ μέρους καταφατικόν, ἐπὶ μέρους ἀποφατικόν. εἰς δὴ τὴν δεῖξιν τῶν προβλημάτων τούτων ἑκάστου πῶς εὐπορήσομεν τῶν οἰκείων προτάσεων καί, 〈ὡς〉 αὐτός φησιν, ἐκληψόμεθά τε καὶ ἐκλέξομεν, ὑπογράφει. δεῖ δὴ προβλήματος, φησί, προβληθέντος πρῶτον ἐκλαβεῖν καὶ χωρίσαι καὶ ἐκθέσθαι ἑκάτερον τῶν ἐν τῷ προβλήματι ὅρων· ἔστι δὲ ὁ μὲν ὑποκείμενος αὐτῶν ὁ δὲ κατηγορούμενος. τὸ γὰρ αὐτὸ πρῶτον τούτου ἐστὶ δηλωτικόν·2 περὶ οὗ γὰρ λαβεῖν βουλόμεθα τὰς προτάσεις, τοῦτό φησι δεῖν πρῶτον ὑποτίθεσθαι· βουλόμεθα δὲ περὶ τῶν ὅρων τῶν ἐν τῷ προβλήματι προτάσεις τινὰς λαβεῖν ἢ συναπτούσας αὐτοὺς ἢ διαιρούσας. καὶ μετὰ τὸ τοὺς ὅρους ἐκλαβεῖν οὕτω τὸν ἑκατέρου, τοῦ τε ὑποκειμένου ὅρου καὶ τοῦ κατηγορουμένου, ὁρισμὸν λαμβάνειν καὶ τὰ ἑκατέρῳ αὐτῶν ἴδια· πράγματα γὰρ τοὺς ὅρους τοὺς ἐν προβλήματι λέγει. καὶ μετὰ ταῦτα ἐκλέγειν φησὶ δεῖν ὅλως, ὅσα ἕπεται ἑκατέρῳ τῶν ὅρων. ἕπονται μὲν οὖν καὶ οἱ ὁρισμοὶ τοῖς, ὧν εἰσιν ὁρισμοί, καὶ τὰ ἴδια· ἀλλὰ ταῦτα μὲν μόνοις αὐτοῖς ἕπεται, ὡς τὸ ζῷον λογικὸν θνητὸν ἀνθρώπῳ καὶ τὸ γελαστικόν· διὸ καὶ ἴσα ἐστὶν αὐτοῖς καὶ ἀντ’ αὐτῶν, καὶ οὐ μόνον ἕπεται ταῦτα αὐτοῖς ἀλλὰ καὶ αὐτὰ τούτοις διὰ τὸ ἀντιστρέφειν τὰ ἐπ’ ἴσης λεγόμενα. ἕπεται δ’ αὐτοῖς καὶ τὰ γένη καὶ αἱ διαφοραί, ταῦτα 〈δ’〉 οὐκέτι μόνοις, 〈ὡς〉 τὸ ζῷον ἀνθρώπῳ καὶ τὸ δίπουν· ταῦτα καὶ ἰδίως ἑπόμενα εἶπε. δῆλον δέ, ὅτι τὰ ἑπόμενά τινι καὶ κατὰ παντὸς αὐτοῦ κατηγορεῖται. μετὰ δὲ ταῦτα φησι δεῖν ἐκλέγειν τε καὶ ἐκλαμβάνειν ταῦτα, οἷς αὐτὰ ἕπεται τὰ πράγματα, τοῦτ’ ἔστιν αὐτὰ τὰ κείμενα ἐν τῷ προβλήματι· ἐν τῷ προβλήματι δέ εἰσιν οἱ τοῦ προβλήματος ὅροι. οἷον εἰ ζῷόν ἐστιν ὁ ὅρος, τίνι τὸ ζῷον ἕπεται· ἕπεται δὲ τὸ ζῷον τῷ τε ἀνθρώπῳ καὶ τοῖς εἴδεσι πᾶσι τοῖς ὑπ’ αὐτό, τῷ δὲ ζῴῳ τὸ ἔμψυχον. οὐκέτι γὰρ τά, οἷς ἕπεται ὁ τοῦ προβλήματος ὅρος, κατὰ παντὸς ὅρου τοῦ ἑπομένου αὐτοῖς κατηγορεῖται, ἀλλ’ ἔμπαλιν ὁ ὅρος ἐκείνων ἑκάστου κατὰ παντός·3 τὸ γὰρ ἑπόμενόν ἐστι τὸ κατὰ παντὸς κατηγορούμενον.

“因此,必须就它们中的每一个获取前提。” 在说明了探究和考察主要关于哪些事物(即它们既有某些事物随顺它们,自身又具有它们所随顺的事物;因为这些是处于第一属与不可分割的实体之间的中间事物),并且还说明了关于第一属展示了什么(即它们自身属于他物),以及关于不可分割之物展示了什么(即他物属于它们)之后,他概述并教导了我们如何为展示所提出之问题而发现并获取前提。他是就中间事物展开论述的,中间事物既自身属于他物,又有他物属于它们。然而正如我所说的,根据他所进行的教导,通过获取第一属来挑选它们所随顺的事物,以及再次〔通过获取〕不可分割之物〔来挑选〕随顺于它们的事物,也是可能的。他说过有四种问题:全称肯定、全称否定、特称肯定、特称否定。于是,为了展示这些问题中的每一个,我们如何能充分具备恰当的前提,并且如他本人所说的那样,如何提取和挑选它们,他对此作出了概述。他说,当一个问题被提出时,必须首先提取、分离并列出该问题中的两个词项中的每一个;其中一个是主词,另一个是谓词。因为“自身首先”这一表述就表明了这一点;因为他说,我们希望就其获取前提的对象,必须首先被设定下来;而我们希望获取关于该问题中词项的某些前提,要么将它们结合,要么将它们分离。在这样提取了词项之后,必须获取两者的定义——即主词和谓词两者的定义——以及各自特有的属性;因为他把问题中的词项称为“事物”。在此之后,他说必须概括地挑选随顺于这两个词项各自的一切事物。因此,定义随顺于它们作为其定义的事物,特有属性也随顺于它们;但这些仅随顺于它们自身,正如“有理性的会死的动物”随顺于人,“能笑的”随顺于人一样;因此它们与它们相等且可以互换,并且不仅这些随顺于它们,它们由于同范围表述的事物可换位也随顺于这些。而属和种差也随顺于它们,但这些不再仅随顺于它们自身,正如“动物”和“两足的”随顺于人一样;这些也被他特称为“随顺者”。显然,随顺于某物的事物,也被全称地述说于它。在此之后,他说必须挑选并提取事物自身所随顺的事物,即置于问题之中的事物本身;而在问题之中的就是该问题的词项。例如,如果词项是“动物”,那么动物随顺于什么;动物既随顺于人,也随顺于其下的所有种,而“有灵魂的”则随顺于动物。因为问题的词项所随顺的事物,不再全称地述说于随顺它们的词项,相反,该词项全称地[述说于]那些事物中的每一个;因为随顺者乃是被全称述说者。

语法注3 条
  1. 2.186Εἰπών, τίνα ἐστί, περὶ ὧν αἱ ζητήσεις μάλιστα καὶ αἱ σκέψεις γίνονται ... ὑπογράφει τε καὶ διδάσκει.

    句首的分词 Εἰπών... εἰπὼν δὲ καί... 带有内嵌的间接疑问从句,概括了前文的讨论,修饰主句动词 ὑπογράφει τε καὶ διδάσκει 的主语(亚里士多德)。主句动词的直接宾语是间接疑问从句 πῶς εὑρήσομεν καὶ ληψόμεθα προτάσεις...

  2. 2.186τὸ γὰρ αὐτὸ πρῶτον τούτου ἐστὶ δηλωτικόν

    短语 αὐτὸ πρῶτον 带中性单数冠词 τὸ 作为句子的主语,是用作引述亚里士多德在43b1–2处的用语(ὑποθέμενον αὐτὸ πρῶτον),意为“‘自身首先’这一表述表明了这一点”,而非“它自身首先表明了这一点”。

  3. 2.186οὐκέτι γὰρ τά, οἷς ἕπεται ὁ τοῦ προβλήματος ὅρος, κατὰ παντὸς ὅρου τοῦ ἑπομένου αὐτοῖς κατηγορεῖται, ἀλλ’ ἔμπαλιν ὁ ὅρος ἐκείνων ἑκάστου κατὰ παντός

    主语是带有关系从句的实质化中性复数主格 τά, οἷς ἕπεται ὁ τοῦ προβλήματος ὅρος(问题的词项所随顺的事物),与单数动词 κατηγορεῖται 搭配(中性复数主语接单数动词)。后半句 ἀλλ’ ἔμπαλιν... 省略了动词 κατηγορεῖται,主语 ὁ ὅρος 与管辖 ἐκείνων ἑκάστου 的介词短语 κατὰ παντός 构成述谓结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:294.14-295.17