- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:293.8-294.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者比较了最高属、不可分割的个别物与中间概念之间的述谓和论证的可能性,阐明了前提挑选法主要适用于中间事物的原因,并探讨了如何通过单向的包容关系或借助意见与偶性将其应用于两极端。
διὸ ἔνεστι διαλεκτικῶς πως καὶ περὶ τῶν πρώτων συλλογίζεσθαι δεικνύντας, ὅτι ὑπάρχει αὐτοῖς, ἂν οὕτω τύχῃ, τὸ ἓν (ἓν γὰρ αὐτῶν ἕκαστον), ἀλλὰ καὶ τὸ ὄν. Τῶν μὲν οὖν ἀνωτάτω γενῶν οὐκ ἔστι δεῖξαι κατηγορούμενόν τι, αὐτὰ δὲ ἄλλων· ὁ γὰρ λαβὼν τὸν ἄνθρωπον ζῷον εἶναι τὸ δὲ ζῷον οὐσίαν ἀπέδειξε τὴν οὐσίαν τοῦ ἀνθρώπου κατηγορουμένην. ἀνάπαλιν ἐπὶ τῶν καθ’ ἕκαστα καὶ ἀτόμων αὐτὰ μὲν οὐχ οἷόν τε ἄλλων κατηγορούμενα ἀποδεῖξαι, ὅτι μηδὲ κατηγορεῖται ὅλως τινῶν, ἄλλα δέ τινα τούτων· τοῦ γὰρ Κλέωνος καὶ τὸν ἄνθρωπον ἔστι κατηγορούμενον δεῖξαι, ἂν λάβωμεν γελαστικὸν αὐτὸν εἶναι, πᾶν δὲ γελαστικὸν ἄνθρωπον εἶναι· ὁμοίως καὶ ζῷον καὶ οὐσίαν. ἀλλὰ καὶ ὅτι 〈τὰ〉 μεταξὺ τῶν τε ἀτόμων καὶ τῶν πρώτων γενῶν καὶ κατηγορούμενά τινα ἔχει καὶ αὐτὰ ἄλλων κατηγορεῖται, δῆλον. διὸ καὶ αἱ ζητήσεις καὶ οἱ συλλογισμοὶ καὶ αἱ ἀποδείξεις περὶ τούτων γίνονται τῶν ἐν μέσῳ, 〈ἃ〉 καὶ αὐτὰ ἄλλων κατηγορεῖται καὶ αὐτῶν ἄλλα. τὸ δὲ σχεδὸν προσέθηκεν, ὅτι γένοιτο μὲν ἂν ζήτησις καὶ περὶ τῶν ἀνωτάτω γενῶν, οἷον εἰ δέκα τὰ ἀνωτάτω γένη, καὶ εἰ τὸ ὂν ἢ τὸ ἓν γένος, καὶ εἰ ταὐτὰ τὸ ὂν καὶ τὸ ἓν ἢ ἕτερα ὁμοίως. ἀλλ’ αἵ γε πλεῖσται καὶ κοινόταται περὶ τῶν μεταξύ. ἔτι περὶ τῶν ἀνωτάτω, εἰ καὶ συλλογιζοίμεθα καὶ δεικνύοιτό τι, οὐκ ἀποδεικτικῶς ἀλλὰ ἐκ τῶν ὑστέρων δεικνύοιτ’ ἄν. οὐ γὰρ διὰ τῶν κατηγορουμένων· τὸ γὰρ τὴν οὐσίαν νοητὴν λέγειν ἢ αἰσθητὴν τὰ ὕστερα κατηγορεῖν ἐστιν αὐτῆς· ὕστερα γὰρ ταῦτα τῆς οὐσίας. τούτων οὖν χάριν καὶ τῶν τοιούτων εἶπε τὸ καὶ σχεδὸν οἱ λόγοι καὶ αἱ σκέψεις μάλιστά εἰσι περὶ τὰ μεταξύ. καὶ γὰρ εἰ μὴ αὐτῷ τι 〈τῷ〉 πρώτῳ ὑπάρχον ἀποδείκνυται, ἀλλ’ αὐτό γε ἄλλῳ· ὁμοίως καὶ κατὰ τοῦ ἀτόμου τι δείκνυται. ὥστε γίνονται μὲν καὶ περὶ τούτων σκέψεις, ἀλλ’ αἵ γε πλεῖσται περὶ τῶν μεταξύ· ἄμφω γὰρ ταῦτα ἔχει. ἣν μέντοι παραδίδωσιν ἐκλογήν τε καὶ μέθοδον,1 οὔτε ἐπὶ τῶν ἀνωτάτω γενῶν οὔτε ἐπὶ τῶν ἀτόμων ἁρμόζει, ἀλλ’ ἐπὶ τῶν μεταξύ· καὶ γὰρ τὸν ὑποκείμενον καὶ τὸν κατηγορούμενον ἐν τῷ προβλήματι δεῖ τῶν μεταξὺ εἶναι. οὕτως γὰρ ἕξομεν λαβεῖν καὶ τὰ ἑκατέρῳ αὐτῶν ἑπόμενα, τοῦτ’ ἔστι κατηγορουμένους αὐτῶν ὅρους, καὶ οἷς αὐτοὶ ἕπονται, τοῦτ’ ἔστι ἑκατέρῳ ὑποκειμένους· διὰ γὰρ τούτων τὴν τῶν προτάσεων εὕρεσιν ὑπογράφει λαμβάνων πρὸς τούτοις ἐν τῇ ἐκλογῇ καὶ τὰ μηδετέρῳ ἑπόμενα τῶν ἐν τῷ προβλήματι ὅρων. ἢ κατὰ τὰ ὑφηγημένα δυνάμεθα τὸ μὲν ἀνωτάτω γένος ὑπάρχον τινὶ δεικνύναι, εἰ λάβοιμεν, οἷς ἕπεται· ταῦτα γὰρ χρήσιμα πρὸς τὴν κατὰ παντὸς κατηγορίαν, ὡς δείξει· ἔχει δὲ τά, οἷς ἕπεται. πάλιν δ’ αὖ τῷ ἐσχάτῳ καὶ ἀτόμῳ τι ὑπάρχον ἐκ τοῦ τὰ ἑπόμενα αὐτῷ λαβεῖν,2 ἃ ἔστιν ἐπ’ αὐτοῦ λαβεῖν, ἐπειδὴ τὰ κατηγορούμενα ἔχει. οὐ γὰρ ἐπὶ πάντων ληψόμεθα καὶ τὰ ἑπόμενα αὐτοῖς καὶ οἷς αὐτὰ ἕπεται, εἰ μὴ τοιαῦτα εἴη, ἀλλ’ ἐφ’ ὧν θάτερον μόνον ἔστι λαβεῖν, τοῦτο ληφθήσεται, καὶ ὁ πρὸς αὐτὸ συλλογισμὸς κατὰ τοῦτο γενήσεται. ἢ εἰ ἄρα καὶ ἐπὶ τούτων, λαμβάνοιμεν ἄν τά τε πρὸς δόξαν καὶ τὰ κατὰ συμβεβηκός.
因此,在某种程度上以辩证的方式就第一者进行推论是可能的,只要展示出诸如“一”属于它们(因为它们中的每一个都是一),并且“存在者”也属于它们。因此,对于最高属而言,不可能展示出有任何事物被述说于它们,但可以展示出它们自身被述说于其他事物;因为假定人是动物而动物是实体的人,就论证了实体被述说于人。相反,在个别事物和不可分割之物的情况下,不可能论证它们自身被述说于其他事物,因为它们根本不述说于任何事物,但可以论证其他某些事物被述说于它们;因为对于克勒翁,如果我们假定他能笑,而凡能笑者皆是人,就可以展示出人被述说于他;同样也能展示出动物和实体。然而同样显而易见的是,处于不可分割之物与第一属之间的中间事物,既拥有某些被述说于它们的事物,它们自身也被述说于其他事物。正因如此,探究、推论和论证都是围绕这些中间事物展开的,它们自身既被述说于其他事物,又有其他事物被述说于它们。而他加上“几乎”,是因为即使关于最高属也可能产生探究,例如最高属是否为十个,存在者或一是否为属,以及存在者与一是否相同抑或同样有别。但绝大多数且最普遍的探究都是关于中间事物的。此外,关于最高者,即使我们进行推论并且展示出某种结论,那也不会是以论证的方式,而是根据在后的事物被展示出来的。因为这不是通过述说于它们的事物展示的;因为说实体是可理知的或可感知的,乃是把在后的事物述说于它;因为这些事物在实体之后。正是为了这些以及诸如此类的原因,他才说“论述与探究几乎主要是关于中间事物的”。因为即使不能论证某种事物属于第一者自身,至少能论证它自身属于他物;同样对于不可分割之物,也能展示出某种事物属于它。所以,关于这些事物固然也会产生探究,但绝大多数还是关于中间事物的;因为中间事物兼具这两方面。然而,他所传授的挑选法与探求法,既不适用于最高属,也不适用于不可分割之物,而是适用于中间事物;因为问题中的主词和谓词都必须属于中间事物。因为只有这样,我们才能够获得既随顺于它们各自的事物(即述说于它们的词项),又获得它们自身所随顺的事物(即作为它们各自的主体的事物);因为正是通过这些,他概述了前提的发现,并且在挑选法中还额外选取了不随顺于问题中任何一个词项的事物。或者,根据所给出的指导,如果我们获取最高属所随顺的事物,我们就能够展示出最高属属于某物;因为正如他将要展示的,这些事物对于全称述谓是有用的;而且它确实具有它所随顺的事物。反过来,通过获取随顺于终极且不可分割之物的事物(这些在它的情况下是可以获取的,因为它具有被述说于它的事物),也可以展示出某种事物属于它。因为我们并非在所有情况下都要获取随顺于它们的事物以及它们所随顺的事物(除非它们是此种类别的),而是在只能获取其中之一的情况下,就获取这一个,并且关于它的推论也将据此产生。或者,如果在这些情况下也要获取两者,我们就会采取合乎意见的事物和依偶性的事物。
- 2.185ἣν μέντοι παραδίδωσιν ἐκλογήν τε καὶ μέθοδον
关系代词从句将先行词名词(ἐκλογήν τε καὶ μέθοδον)吸收并置于句首的倒置结构(逆向吸引)。在句法上,该从句整体充当主句动词 ἁρμόζει 的主语,意即“他所传授的挑选与方法……并不适用”。
- 2.185πάλιν δ’ αὖ τῷ ἐσχάτῳ καὶ ἀτόμῳ τι ὑπάρχον ἐκ τοῦ τὰ ἑπόμενα αὐτῷ λαβεῖν
此处省略了前一句中的主要支配动词结构(δυνάμεθα τὸ μὲν ἀνωτάτω γένος ὑπάρχον τινὶ δεικνύναι 中的 δυνάμεθα δεικνύναι)。与格 τῷ ἐσχάτῳ καὶ ἀτόμῳ 依存于分词 ὑπάρχον。
