- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:292.1-293.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大考察了亚里士多德为何给可感知之物不述说于任何事物加上“几乎”的限制(探讨不可分割性质等情形),接着讨论没有任何事物述说于其上的最高属:对它们不能进行论证,除非依据意见、偶性或辩证法。
" Τῶν γὰρ αἰσθητῶν σχεδὸν ἕκαστόν ἐστι τοιοῦτον ὥστε μὴ κατηγορεῖσθαι μηδενός, πλὴν ὡς κατὰ συμβεβηκός." Τὸ σχεδὸν ἴσως πρόσκειται διὰ τὰς ἀτόμους ποιότητας, αἳ αἰσθηταὶ μέν εἰσιν, ἐν τῇ ἀτόμῳ δὲ οὐσίᾳ τὸ εἶναι αὐταῖς καὶ κατηγοροῦνται ταύτης. ἢ οὐχ ὡς ἄτομοι λαμβάνονται, ὅταν κατηγορῶνται· ὁ γὰρ εἰπὼν ‘Σωκράτης λευκός ἐστιν’ οὐ τὸ ἄτομον αὐτοῦ λευκὸν κατηγόρησε τῷ τὸν κατηγορούμενον ὅρον διορισμὸν μὴ δέχεσθαι·1 ἔτι τὸ ἄτομον λευκὸν οὐδενὸς καθόλου κατηγορεῖται, εἰ καὶ κατηγορεῖταί τινος. ἢ εἰ καὶ μὴ διορισμὸν δέχεται τὸ κατηγορούμενον, ἀλλ’ ἔστι γε τὸ ἐν τῷδέ τινι λευκὸν κατὰ τοῦ, ἐν ᾧ ἐστι, κατηγορῆσαι, καὶ οὐκ ἔστιν ἡ τοιαύτη κατηγορία κατὰ συμβεβηκός, οἷον ἐν τῷδε τῷ ἱματίῳ τόδε τὸ λευκόν ἐστιν. ἢ αἰσθητὰ λέγει τὰ ὑποκείμενα καὶ καθ’ αὑτὰ ὄντα· ταῦτα γὰρ ἄτομα· τοιαῦται δὲ αἱ ἄτομοι οὐσίαι. τὸ οὖν σχεδὸν διὰ τὰ κατὰ συμβεβηκὸς προσέθηκε· διὰ τοῦτο γὰρ σχεδόν, ἐπεὶ κυρίως γε οὐδενός. Δείξας δέ, τίνα ἐστὶ τῶν ὄντων, ἃ μηδενὸς ἀληθῶς κατηγορεῖσθαι πέφυκε, λέγει περὶ τούτων, ὧν μηδὲν ἄλλο κατηγορεῖται. καὶ ὅτι μέν ἐστί τινα τῶν ὄντων τοιαῦτα, δείξειν ὑπερτίθεται, ἐρεῖ δὲ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς περὶ τούτου. εἰ γὰρ ἐπ’ ἄπειρον προΐοι ἄλλο ἄλλου κατηγορούμενον, οὐδ’ ἂν ἔσχατόν τι εἴη· τῶν γὰρ ἀπείρων οὐχ οἷόν τέ ἐστιν ἔσχατόν τι εἶναι· ἔστι δὲ ἔσχατον· τοιοῦτον γὰρ τὸ ἄτομον· οὐκ ἄρα ἐπ’ ἄπειρον αἱ κατηγορίαι. νῦν δὲ ὡς δεδειγμένῳ καὶ ὁμολογουμένῳ αὐτῷ χρῆται. ὧν μὲν οὖν μηδὲν κατηγορεῖται ὥσπερ τῶν ἀνωτάτω γενῶν, κατὰ τούτων οὐδὲν ἔστι, φησίν, ἀποδεῖξαι κατηγορούμενον· εἰκότως· οὗ γὰρ μηδὲν κατηγορεῖται, τούτου οὐδ’ ἂν ἀποδειχθείη κατηγορεῖσθαί τι·2 ἡ γὰρ ἀπόδειξις τῶν ὄντων. καὶ γὰρ εἰ τὸ δεικνύμενον κατηγορεῖσθαι διά τινος δείκνυται, ὡς δείξει, διά τε τῶν ἑπομένων αὐτῷ,3 ᾧ δείκνυταί τι ὑπάρχον, καὶ διὰ τῶν, οἷς ἕπεται τὸ δεικνύμενον ὑπάρχειν αὐτῷ, μηδὲν δὲ τῷ προκειμένῳ ὑπάρχει, οὐδ’ ἂν δύναιτο δείκνυσθαί τι αὐτῷ ὑπάρχον. προσέθηκε δὲ αὐτῷ τὸ πλὴν εἰ μὴ κατὰ δόξαν, τοῦτ’ ἔστι ‘μὴ ἀληθῶς μὲν κατὰ δόξαν δέ τινων’· εἰ γάρ τις οἴοιτο καὶ τούτων εἶναί τινα ἐπαναβεβηκότα κατηγορούμενα αὐτῶν, δεικνύοιτ’ ἂν κατὰ τὴν οἴησιν τὴν τούτου κατηγορούμενόν τι καὶ τούτων. οὐ γὰρ ταὐτὸν ἀποδεῖξαί τε καὶ συλλογίσασθαί τι, διότι ἔδοξέ τινι ἢ συνεχώρησε· συγχωρεῖται γὰρ πολλὰ καὶ ψευδῆ, δι’ ὧν συλλογισμὸς μὲν ἂν γένοιτο, ἀπόδειξις δὲ οὔ. εἰ γάρ τις λάβοι συγχωρήσαντός τινος τὴν οὐσίαν ὂν εἶναι καὶ τὸ ἓν πάλιν, οὗτος ἂν συλλογίσαιτο, ὅτι ἡ οὐσία ἕν. οὐ μὴν ἀπόδειξις τοῦτο· οὐ γὰρ τὸ ὂν τῆς οὐσίας ὡς γένος οὔτε τὸ ἓν τοῦ ὄντος κατηγορεῖται· ὁμώνυμα γὰρ τό τε ὂν καὶ τὸ ἕν. δύναται τὸ κατὰ δόξαν εἰρῆσθαι καὶ ἐπὶ τῆς κατὰ συμβεβηκὸς κατηγορίας· ὡς γὰρ αἱ ἄτομοι 〈καὶ〉 αἰσθηταὶ οὐσίαι οὐδενὸς ἀληθῶς κατηγορούμεναι κατὰ συμβεβηκὸς κατηγοροῦνταί ποτε, οὕτως καὶ τῶν ἀνωτάτω γενῶν ἁπλῶς μὲν οὐδὲν κατηγορηθήσεται, κατὰ συμβεβηκὸς δὲ καὶ κατὰ δόξαν τῶν ὑστέρων τι καὶ σαφηνείας χάριν, οἷον ἂν εἴπωμεν τὴν οὐσίαν ἄνθρωπον. ἢ κατὰ δόξαν εἴρηκε τὸ ἐνδόξως καὶ διαλεκτικῶς, ὥσπερ εἶπεν ἐν τοῖς Τοπικοῖς “ἡ διαλεκτικὴ ἐξεταστικὴ οὖσα πρὸς τὰς ἁπασῶν τῶν ἐπιστημῶν ἀρχὰς ὁδὸν ἔχει”.
“因为几乎每一个可感知之物都是如此性质,以至于不述说于任何事物,除非依偶性。” 也许加上“几乎”是因为不可分割的性质,这些性质虽然是可感知的,但它们的存在处于不可分割的实体之中,并且它们被述说于该实体。或者当它们被述说时,并不是作为不可分割之物被把握的;因为说“苏格拉底是白的”的人,并没有把苏格拉底那不可分割的白述说于他,这是由于被述说的词项不接受限定词;此外,不可分割的白绝不普遍地述说于任何事物,即使它确实述说于某物。或者,即使被述说之物不接受限定词,但把这特定之物之中的白述说于它所存在于其中的事物至少是可能的,并且这样的述谓并不是依偶性的,正如“在这件衣服中有这白”。或者他把基体和自身存在之物称为可感知之物;因为这些是不可分割的,而不可分割的实体正是这样的。于是他因为依偶性的事物而加上了“几乎”;因为正因如此才是“几乎”,既然在严格本义上它不述说于任何事物。在展示了依其本性真实地不述说于任何事物的存在者是何种事物之后,他谈到了没有任何其他事物述说于它们的事物。至于在存在者中确实有某些这样的事物,他推迟去展示,但将在《后分析篇》中讨论这一点。因为如果一物述说于另一物进行至无限,也就不会有任何终极之物;因为对于无限之物来说,不可能有任何终极之物;但存在终极之物,因为不可分割之物就是这样的;所以述谓并不进行至无限。但现在他是把它当作已经被证明和承认的事情来使用的。因此,他说,对于没有任何事物述说于它们的事物(如最高属),不可能证明有任何事物述说于它们;这理所当然;因为没有任何事物述说于其上的东西,也不可能有任何事物被证明述说于它;因为论证是针对实在之物的。事实上,如果被证明被述说之物是通过某种中介被证明的(正如他将要展示的),既通过随顺于某物被证明属于它的事物,又通过被证明属于它的事物所随顺的事物,但没有任何事物属于给定的主体,也就没有任何事物能够被证明属于它。他还为此加上了“除非依据意见”,也就是“虽然并非真实地,但依据某些人的意见”;因为如果有人认为也有某些高于这些的事物述说于它们,那么按照此人的见解,也会证明有某种事物述说于这些事物。因为论证某事物,与因为某人认为如此或承认了而推论出某事物,并不是同一回事;因为许多虚假的事情也会被承认,通过这些事情虽然可以产生推论,却不能产生论证。因为如果有人在某人承认之后,假定实体是存在者,又假定〔存在者是〕“一”,他就会推论出实体是“一”。然而这并不是论证;因为存在者并不是作为属述说于实体的,一也不是述说于存在者的;因为“存在者”和“一”都是同名异义的。 “依据意见”也可以指依据偶性的述谓;因为正如不可分割且可感知的实体虽然不真实地述说于任何事物,有时却依偶性被述说,同样地,对于最高属,单凭自身而言虽然没有任何事物会被述说于它们,但依偶性且依据意见,为了清晰起见,某一个在后的事物会被述说,正如我们若说“实体是人”。或者他说“依据意见”是指合乎公认见解地且辩证地,正如他在《论题篇》中所说:“辩证法作为探究性的,拥有通往一切科学的第一原理的途径”。
- 2.185τῷ τὸν κατηγορούμενον ὅρον διορισμὸν μὴ δέχεσθαι
带有定冠词不定式的前置原因与格结构(τῷ ... μὴ δέχεσθαι):“因为被述说的词项不接受限定”(διορισμός 指使之个体化的限定成分或指示词),用来解释为何并未述说个别的白色。
- 2.185οὗ γὰρ μηδὲν κατηγορεῖται, τούτου οὐδ’ ἂν ἀποδειχθείη κατηγορεῖσθαί τι
关系代词 οὗ 的先行词是其后出现的指示代词 τούτου,二者皆为 κατηγορεῖται 所支配的属格(“关于……被述说”)。主句主语是不定代词 τι,潜在希求法动词 ἀποδειχθείη 带被动不定词 κατηγορεῖσθαι(“任何事物也不可能被证明述说于它”)。
- 2.185διά τε τῶν ἑπομένων αὐτῷ, ᾧ δείκνυταί τι ὑπάρχον, καὶ διὰ τῶν, οἷς ἕπεται τὸ δεικνύμενον ὑπάρχειν αὐτῷ
解释三段论中词推导的复杂并列结构:διά τε τῶν ἑπομένων αὐτῷ, ᾧ...(“通过随顺于某物被证明属于它的事物”,ᾧ 指主项),以及 καὶ διὰ τῶν, οἷς ἕπεται τὸ δεικνύμενον...(“通过被证明属于它的事物所随顺的事物”),其中后一个 ἕπεται 的主语是短语 τὸ δεικνύμενον ὑπάρχειν αὐτῷ。
