- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:291.5-291.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大论述了存在者区分为个体系、最高属以及中间普遍者这三类的划分,并解释了个体实体反乎本性充当谓项的偶性述谓的结构与认识论原因。
καὶ γὰρ εἴ τινός ποτε ἡ ἄτομος οὐσία παρὰ φύσιν κατηγορεῖται, ἀλλὰ καθόλου γε οὐδέποτε οὐδενὸς κατὰ φύσιν ἀτόμου·1 ἄτομον γάρ τι τὸ ὑποτιθέμενον τῇ οὐσίᾳ τῇ ἀτόμῳ ἐν ταῖς κατὰ συμβεβηκὸς κατηγορίαις· λέγομεν γὰρ ἐκεῖνο τὸ προσιὸν ἢ ἐκεῖνο τὸ λευκὸν Καλλίαν εἶναι, ὅτι τὸ ἄτομον οὐχ οἷόν τε ἀληθῶς ἄλλου τινὸς ἢ ἀτόμου κατηγορῆσαι· χρήσιμον δὲ πρὸς τὸ συλλογίσασθαί τι ἄλλῳ ὑπάρχον τὸ καθόλου τινὸς αὐτὸ λαβεῖν κατηγορούμενον, ὡς ἐρεῖ. εἰπὼν δὲ παράδειγμα τῆς ἐσχάτης καὶ ἀτόμου οὐσίας τὸν Κλέωνα καὶ Καλλίαν προσέθηκε καὶ τὸ καθ’ ἕκαστον καὶ αἰσθητόν, καθόλου πᾶσαν ἄτομον καὶ αἰσθητὴν οὐσίαν ταύτης λέγων τῆς φύσεως εἶναι· τὰ γὰρ αἰσθητὰ καὶ καθ’ ἕκαστα. αἱ δὴ ἄτομοι οὐσίαι αὐταὶ μὲν ἀληθῶς [καὶ] κατ’ ἄλλων οὐ κατηγοροῦνται, κατὰ δὲ τούτων ἄλλα· τὰ γὰρ εἴδη καὶ τὰ γένη τῶν ἀτόμων οὐσιῶν κατηγορεῖται αὐτῶν, ἀλλὰ καὶ τὰ συμβεβηκότα αὐταῖς. τὰ μὲν οὖν τοιαῦτα τῶν ὄντων ἐστί, τὰ δὲ ἔμπαλιν αὐτὰ μὲν ἄλλων κατηγορεῖται, αὐτῶν δὲ οὐδέν· εἴη δ’ ἂν ταῦτα τὰ ἀνωτάτω καὶ πρῶτα καὶ κοινότατα γένη, εἰς ἃ ἡ τοῦ ὄντος διαίρεσις ἐν ταῖς δέκα κατηγορίαις γέγονεν αὐτῷ πολλαχῶς λεγομένου. τὰ δὲ καὶ αὐτὰ ἄλλων κατηγορεῖται καὶ αὐτῶν ἄλλα, ὁποῖά ἐστι τὰ ἐν μέσῳ τῶν τε πρώτων γενῶν καὶ τῶν ἀτόμων τε καὶ ἐσχάτων· τοιαῦτά ἐστιν ὁ ἄνθρωπος καὶ τὸ ζῷον. Λέγων δὲ περὶ τῶν ἀτόμων οὐσιῶν, ὅτι μηδενὸς κατηγοροῦνται, προσέθηκε πλὴν ὡς κατὰ συμβεβηκός, καὶ πῶς ἡ κατὰ συμβεβηκὸς ἁπάντων γίνεται κατηγορία, ἐδήλωσεν εἰπὼν φαμὲν γάρ ποτε τὸ λευκὸν ἐκεῖνο Σωκράτη εἶναι καὶ τὸ προσιὸν Καλλίαν κατὰ συμβεβηκὸς καὶ παρὰ φύσιν ποιούμενοι τὴν κατηγορίαν· τὸ γὰρ ὑποκείμενον τοῦ συμβεβηκότος ἐν τοῖς τοιούτοις κατηγοροῦμεν δέον ἀνάπαλιν τὸ συμβεβηκὸς τοῦ ὑποκειμένου·2 τοῦτο γὰρ ἐν τῇ οὐσίᾳ ἐστίν, ἀλλ’ οὐχ ἡ οὐσία ἐν τῷ συμβεβηκότι. γίνεται δὲ ἡ τοιαύτη κατηγορία ἡ κατὰ συμβεβηκός, ὅταν τὸ ὑποκείμενον ἀγνωστότερον ᾖ τινι τοῦ συμβεβηκότος αὐτῷ· διὰ γὰρ τοῦ συμβεβηκότος γνώριμον ποιοῦμεν τό, ᾧ συμβέβηκεν, διὰ τοῦ λευκοῦ τό, ᾧ τὸ λευκὸν συμβέβηκεν, ὅταν εἴπωμεν ‘τὸ λευκὸν Σωκράτης ἐστί’, πάλιν διὰ τοῦ προσιέναι τό, ᾧ τὸ προσιέναι συμβέβηκεν, ὅταν εἴπωμεν τὸ προσιὸν Καλλίαν. ἀλλ’ ἐπεὶ τὰ κατὰ συμβεβηκὸς λεγόμενα ἐν πᾶσί τε καὶ καθόλου οὐ κυρίως καὶ ἁπλῶς τοιαῦτά ἐστιν, οὐδ’ ἂν τὰ κατὰ συμβεβηκότος κατηγορούμενα ἁπλῶς κατηγορεῖσθαι λέγοιτ’ ἄν.
因为即使不可分割的实体有时违反本性地述说于某些事物,但绝不可能普遍地述说于任何本性上不可分割的事物;因为在偶性述谓中,被置于不可分割实体之下的基体乃是某种不可分割之物;我们之所以说“那个走近者”或“那个白物”是卡利亚斯,是因为不可分割之物不可能真实地述说于不可分割之物以外的任何事物。而且,正如他将要说的那样,把握住它普遍地述说于某物,对于推论出某物属于另一物是有用的。在举出克勒翁和卡利亚斯作为最底层且不可分割的实体的例子之后,他又加上了“个别的和感觉的”,普遍地说一切不可分割且可感知的实体都属于这种本性;因为可感知的事物也就是个别的事物。因此,不可分割的实体自身并不真实地述说于其他事物,但其他事物述说于它们;因为不可分割的实体的种和属述说于它们,并且属于它们的偶性也是如此。存在者之中有些就是这种性质,而另一些则相反,它们自身述说于其他事物,但没有任何事物述说于它们;这些应当就是最高、第一且最普遍的类,存在者在十个范畴中由他作出的划分正是在存在者以多种方式被言说时归结于这些类的。还有一些事物,它们自身述说于其他事物,其他事物也述说于它们,这些就是处于第一类与不可分割的最底层事物之间的中介;人和动物就是这样的事物。在说到不可分割的实体不述说于任何事物时,他加上了“除非依据偶性”,并且他通过如下表述阐明了一切事物的依偶性的述谓是如何生成的:因为我们有时说“那个白物是苏格拉底”以及“那个走近者是卡利亚斯”,从而依据偶性且反乎本性地进行述谓;因为在这些情况下,我们将主体述说于偶性,尽管本应当相反,将偶性述说于主体;因为偶性存在于实体之中,而实体并不存在于偶性之中。这种依据偶性的述谓生成于主体对某人而言比其偶性更不知晓之时;因为我们通过偶性使偶性所属于的主体为人所知:当我们说“白物是苏格拉底”时,我们通过白色使具有白色者为人所知;当我们说走近者是卡利亚斯时,又通过走近使具有走近者为人所知。但是,既然在一切事物中依偶性所言说者普遍地既非本义也非单凭自身是如此的,那么述说于偶性的事物也就不能被说成是单凭自身被述说的。
- 2.184ἀλλὰ καθόλου γε οὐδέποτε οὐδενὸς κατὰ φύσιν ἀτόμου
承前省略(ellipsis)句式,需要补出前文的谓语动词 κατηγορεῖται。οὐδενὸς κατὰ φύσιν ἀτόμου 是受 κατηγορεῖσθαι 支配的属格补足语(“绝不述说于任何本性上不可分割之物”)。
- 2.184δέον ἀνάπαλιν τὸ συμβεβηκὸς τοῦ ὑποκειμένου
非人称动词 δεῖ 的中性分词宾格构成的宾格绝对结构(accusative absolute)。表示让步或对比的背景情况(“而在本应当相反、即偶性述说于主体的情况下”),句中省略了不定式 κατηγορεῖσθαι。
