- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:290.8-291.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大讨论了亚里士多德在《前分析篇》第27章(43a20)中转向说明针对既定论题构拟推论的发现方法,并就关于最低层的个体与最高层的第一类之间何者不应作为证明对象的预备性论述进行注解。
" Πῶς δ’ εὐπορήσομεν αὐτοὶ πρὸς τὸ τιθέμενον ἀεὶ συλλογισμῶν, καὶ διὰ ποίας ὁδοῦ ληψόμεθα τὰς περὶ ἕκαστον ἀρχάς, νῦν ἤδη λεκτέον." Διδάξας ἡμᾶς, τί τέ ἐστι συλλογισμὸς καὶ πῶς γίνεται καὶ ἐν τίσι σχήμασι καὶ διὰ πόσων ὅρων τε καὶ προτάσεων προσεχῶν ἕκαστος καὶ πῶς πρὸς ἀλλήλας ἐχουσῶν, διδάξας δὲ καὶ περὶ τῶν προβλημάτων, ποῖον ἐν ποίῳ σχήματι δείκνυται, καὶ ποῖον μὲν αὐτῶν ἐν πλείοσι σχήμασίν ἐστι καὶ εὐεπιχειρητότερον καὶ εὐκολώτερον, ποῖον δὲ ἐν ἐλάττοσι, ποῖον δὲ ἐν ἑνὶ μόνῳ, ὃ καὶ χαλεπώτατον δειχθῆναι, μεταβαίνει ἀπὸ τούτων εἰς τὸ μέθοδον ἡμῖν ὑπογράψαι, ᾗ χρώμενοι δυνησόμεθα πρὸς τὸ τιθέμενον πρόβλημα συλλογισμῶν εὐπορεῖν καὶ προτάσεων τῶν οἰκείων τοῦ δειχθησομένου συμπεράσματος· ἀρχὰς γὰρ τὰς προτάσεις λέγει. ὄργανον δή τι πρὸς τὴν εὕρεσιν ἡμῖν τὴν τούτων παραδίδωσιν. τὸν γὰρ μέλλοντα χρῆσθαι συλλογισμῷ τε καὶ ἀποδείξει οὐ μόνον εἰδέναι δεῖ, τί ποτέ ἐστι συλλογισμὸς καὶ πῶς γίνεται, ἀλλὰ καὶ δύναμιν ἔχειν αὐτὸν τοῦ ποιεῖν τε συλλογισμοὺς καὶ συλλογίζεσθαι· τοῦτο γάρ ἐστι μάλιστα τοῦ συλλογιστικοῦ. πρὸς δὴ τὴν παραδοθησομένην ὑπ’ αὐτοῦ μέθοδον πρῶτον λαμβάνει τινὰ καὶ τίθησι, δι’ ὧν δείκνυσιν, ὅτι μὴ πάντα περὶ πάντων δεῖ ζητεῖν. ἐπεὶ γὰρ τῶν ὄντων τὰ μὲν ἔσχατα καὶ ἄτομά ἐστι καὶ μηδενὸς κατηγορούμενα τὰ δὲ πρῶτα γένη καὶ μηδὲν ἔχοντα αὑτῶν κατηγορούμενον, οὔτε τὰ ἄτομα δεῖ ζητεῖν ἀποδεικνύναι ὑπάρχοντά τισι καὶ κατηγορούμενα οὔτε τοῖς πρώτοις γένεσιν ἄλλα τινὰ ὑπάρχοντα καὶ κατηγορούμενα αὐτῶν. τῶν γὰρ ὄντων, φησί, πάντων τὰ μὲν τοιαῦτά ἐστιν ὡς κατὰ μηδενὸς κατηγορεῖσθαι καθόλου ἀληθῶς, τὸ μὲν ἀληθῶς προσθείς, ὅτι ἡ ζήτησις ἡμῖν οὐ περὶ τῶν ψευδῶς κατηγορουμένων (πάντα γὰρ οὕτως πάντων οἷόν τε κατηγορεῖσθαι) ἀλλὰ περὶ τῶν ἀληθῶς, τοῦτ’ ἔστι φύσιν ἐχόντων κατηγορεῖσθαι. τὸ δὲ καθόλου εἶπεν ἤτοι ὡς καθόλου τούτου ὑγιοῦς ὄντος τοῦ εἶναί τινα τῶν ὄντων, ἃ κατὰ μηδενὸς κατηγορεῖται (τὰς γὰρ ἀτόμους οὐσίας καθόλου καὶ ἁπλῶς ἔστιν εἰπεῖν κατ’ οὐδενὸς κατηγορεῖσθαι, ἢ ἐπεὶ δοκοῦσί ποτε κατά τινων κατηγορεῖσθαι (κατὰ γὰρ τινὸς ἀνθρώπου τὸν Καλλίαν οἷόν τε κατηγορεῖν ποτε λέγοντας ‘τίς ἄνθρωπος Καλλίας ἐστί’,1 παρὰ φύσιν μέν· ἀνάπαλιν γὰρ ὑγιὲς τὸ τὸν Καλλίαν λέγειν τινὰ ἄνθρωπον), διὰ τοῦτο τὸ καθόλου προσέθηκε.2
“但是,我们自己如何针对所提出的论题始终富有推论,以及通过何种途径我们将把握关于各事物的本原,现在就必须予以说明。” 在教导了我们推论是什么、如何生成、在哪些格中、各推论通过多少直接的项和前提以及这些前提如何相互关联而生成;并且也教导了关于各个论题,哪一个在哪个格中被证明,它们之中哪一个存在于更多的格中、因而更易着手且更容易,哪一个存在于较少的格中,哪一个仅存在于单一格中——这也就是最难被证明的——之后,他从这些内容转入为我们勾勒一种方法,通过运用这种方法,我们将能够针对所提出的论题富有推论,并富有切合于将要被证明的结论的前提;因为他把前提称为“本原”。诚然,他向我们传授了用于发现这些前提的某种工具。因为对于打算使用推论和证明的人来说,不仅必须知道推论究竟是什么以及如何生成,而且自己还必须具有构成推论和进行推论的能力;因为这主要是属于推论专家的品质。因此,针对由他所要传授的方法,他首先假定并设定了若干论点,通过这些论点指明不必就一切事物探究一切事物。因为既然在存在者之中,有些是最底层的、不可分割的且不述说任何事物,而另一些则是第一类并且没有任何述说自身的事物,那么就既不应当寻求证明不可分割的事物属于某些事物并被述说,也不应当寻求证明其他某些事物属于第一类并述说它们。他说,因为在一切存在者之中,有些事物是根本不能普遍且真实地述说任何事物的;他加上“真实地”,是因为我们的探究不是关于被虚假述说的事物(因为依此方式一切事物都可以述说一切事物),而是关于被真实述说的事物,即具有被述说本性的事物。而他说“普遍地”,要么是因为这一点是普遍健全的,即在存在者中有某些事物不述说任何事物(因为可以普遍且单纯地说,不可分割的实体不述说任何事物);要么是因为它们有时似乎被述说于某些事物(因为人们有时可能会违反本性地把卡利亚斯述说于某个人,例如说“某个人是卡利亚斯”——因为相反地,称卡利亚斯为“某个人”才是健全的),正是为此他加上了“普遍地”。
- 2.184κατὰ γὰρ τινὸς ἀνθρώπου τὸν Καλλίαν οἷόν τε κατηγορεῖν ποτε λέγοντας ‘τίς ἄνθρωπος Καλλίας ἐστί’
宾格分词“λέγοντας”用作非人称短语“οἷόν τε[ἐστί]”后接不定式“κατηγορεῖν”的逻辑主语,表示一般的不特定说话者(“人们通过说……”)。引句“τίς ἄνθρωπος Καλλίας ἐστί”用以举例说明反常的倒置述谓(“某个人是卡利亚斯”)。
- 2.184τὸ δὲ καθόλου εἶπεν ἤτοι ὡς καθόλου τούτου ὑγιοῦς ὄντος τοῦ εἶναί τινα τῶν ὄντων, ἃ κατὰ μηδενὸς κατηγορεῖται ... ἢ ἐπεὶ δοκοῦσί ποτε κατά τινων κατηγορεῖσθαι ... διὰ τοῦτο τὸ καθόλου προσέθηκε.
针对句首的“τὸ δὲ καθόλου εἶπεν”(他说“普遍地”),后文通过“ἤτοι ὡς ... ἢ ἐπεὶ ...”并列列举了两种可能的原因;而在第二个原因的末尾,又以“διὰ τοῦτο τὸ καθόλου προσέθηκε”(正是为此他加上了“普遍地”)重复了主动词意义,构成了轻微的破格结构(anacoluthon)。句子的基本框架是对亚里士多德补充“普遍地”一词给出了两种解释。
