← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§288.28-290.7

特称命题的驳斥难易与推论理论总结

注解亚里士多德《前分析篇》第一卷第26章的结语部分(43a8–43a16)。阐明特称命题仅能以单一方式(由其对立的全称命题)被驳斥,借助自然物与技艺产物的类比论证驳斥比确立更容易,最后总结此前关于推论构成项、前提以及各论题在各格中分布的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.181

" Ἐπὶ δὲ τῶν ἐν μέρει μοναχῶς." Τοῦτ’ ἔστιν ‘ἡ τῶν ἐν μέρει ἀνασκευὴ οὐκέτι καὶ διὰ τοῦ καθόλου καὶ διὰ τοῦ ἐπὶ μέρους γίνεται, ἀλλὰ μοναχῶς’· διὰ γὰρ τοῦ καθόλου μόνου τοῦ ἀντικειμένου. διὸ χαλεπώτερον τὸ ἐπὶ μέρους1 ἀνασκευάσαι. αὐτῶν δὲ τούτων ἔτι χαλεπώτερον τὸ ἐπὶ μέρους ἀποφατικὸν τοῦ ἐπὶ μέρους καταφατικοῦ, ὅτι διὰ τοῦ καθόλου καταφατικοῦ μόνου ἡ ἀνασκευὴ αὐτοῦ, ὃ μοναχῶς ἐν πρώτῳ σχήματι δείκνυται μόνῳ· τὸ δ’ ἐπὶ μέρους καταφατικὸν διὰ μὲν〈μόνου〉 τοῦ καθόλου ἀποφατικοῦ ἀναιρεῖται, τοῦτο δὲ [ὃ] καὶ διὰ πρώτου καὶ δευτέρου δείκνυται σχήματος. κατασκευάζεται δέ, ὡς εἶπον, δι’ ἐλαττόνων τὰ καθόλου· τὸ μὲν γὰρ καθόλου καταφατικὸν δι’ ἑνὸς μόνου συλλογισμοῦ, τὸ δὲ ἀποφατικὸν διὰ τριῶν. τὰ δέ γε ἐπὶ μέρους κατασκευάσαι μὲν ῥᾷον· διὰ γὰρ πλείστων συλλογισμῶν, τὸ μὲν ἐν μέρει ἀποφατικὸν ἔν τε τοῖς τρισὶ σχήμασι καὶ διὰ ἓξ συλλογισμῶν, τὸ δὲ ἐν μέρει καταφατικὸν ἐν τέτταρσι συλλογισμοῖς καὶ ἐν δύο σχήμασιν· ἔτι καὶ τοῖς καθόλου κατασκευάζεται. ἀνασκευάζεται δὲ χαλεπώτερον· διὰ γὰρ μόνων τὰ ἐπὶ μέρους ἀναιρεῖται τῶν ἀντικειμένων καθόλου, τὸ μὲν ἀποφατικὸν ἐν μέρει ὑπὸ τοῦ καθόλου καταφατικοῦ, τὸ δὲ καταφατικὸν ὑπὸ τοῦ καθόλου ἀποφατικοῦ, ὡς προείρηται. ἀλλὰ καὶ τοῦτο καθόλου γνώριμον, ὅτι ἀνασκευάζεται μὲν καὶ δι’ ἀλλήλων τὰ προβλήματα· τά τε γὰρ καθόλου ὑπὸ τῶν ἐπὶ μέρους ἀντικειμένων καὶ τὰ ἐπὶ μέρους διὰ τῶν καθόλου· ὡς γὰρ τὸ παντὶ ὑπὸ τοῦ οὐ παντὶ ἀναιρεῖται, οὕτως καὶ τὸ οὐ παντὶ ὑπὸ τοῦ παντί, καὶ ὡς τὸ οὐδενὶ ὑπὸ τοῦ τινί, οὕτως καὶ τὸ τινὶ ὑπὸ τοῦ οὐδενί. οὐκέτι μέντοι κατασκευάσαι δι’ ἀλλήλων οἷόν τε· τὸ γὰρ καθόλου 〈οὐ〉 καὶ διὰ τῶν ὑπ’ αὐτὰ ἐπὶ μέρους· ὥστ’ οὐ δι’ ἀλλήλων. τὰ μὲν γὰρ ἐπὶ μέρους τοῖς καθόλου, ὑφ’ ἅ ἐστι, συγκατασκευάζεται, οὐ μὴν καὶ ἀνάπαλιν.

“但在特称的情形下是以单一方式[进行的]。” 这就是说:“特称的驳斥不再既通过全称又通过特称来进行,而是以单一方式进行”;因为它是仅仅通过相对立的全称来进行的。因此,驳斥特称更加困难。而在它们本身之中,特称否定比特称肯定更为困难,因为它的驳斥仅仅通过全称肯定来进行,而全称肯定仅仅在第一格中以单一方式被证明;相反,特称肯定仅仅通过全称否定被消解,但这[全称否定]既通过第一格也通过第二格被证明。另一方面,正如我说过的,全称是通过较少的[推论]被确立的;因为全称肯定仅通过一个推论被确立,而否定则通过三个被确立。然而特称至少更容易被确立;因为这是通过最多的推论,特称否定在三个格中并通过六个推论被确立,而特称肯定在四个推论中并在两个格中被确立;此外,它们也伴随全称而被确立。但它们更难被驳斥;因为特称仅仅通过相对立的全称被消解,正如前文所述,特称否定被全称肯定消解,而特称肯定被全称否定消解。但这普遍是知晓的:论题确实可以通过彼此而被驳斥;因为全称被相对立的特称驳斥,特称也通过全称被驳斥;因为正如“属于一切”被“不属于一切”消解,同样“不属于一切”也被“属于一切”消解;正如“不属于任何”被“属于某些”消解,同样“属于某些”也被“不属于任何”消解。然而,通过彼此来确立它们却不再可能;因为全称[并不]也通过它所统摄的特称[而被确立];所以不是通过彼此。因为特称随同它们所从属的全称一同被确立,但反过来绝非如此。

§2.182

"Ἅμα δὲ δῆλον, ὅτι καὶ τὸ ἀνασκευάζειν ἐστὶ τοῦ κατασκευάζειν ῥᾷον." Δείξας ἀνασκευαζόμενα μὲν τὰ προβλήματα δι’ ἀλλήλων (ὡς γὰρ ὑπὸ τοῦ καθόλου τὸ ἐπὶ μέρους τὸ ἀντικείμενον, οὕτως καὶ ὑπὸ τοῦ ἐπὶ μέρους τὸ καθόλου), οὐκέτι δὲ καὶ κατασκευαζόμενα δι’ ἀλλήλων, καὶ ἐκ τούτου δῆλον [ὅτι] εἶναί φησιν, ὅτι ῥᾷον τὸ ἀνασκευάσαι τοῦ κατασκευάσαι.2 δῆλον δέ, ὅτι καὶ ἐπὶ πάντων ῥᾷον ἀνελεῖν τι καὶ φθεῖραι τοῦ ποιῆσαί τι καὶ γεννῆσαι, ὁμοίως ἐπί τε τῶν φυσικῶν καὶ τῶν κατὰ τὰς τέχνας γινομένων· χαλεπώτερον γὰρ τῶν φύσει γινομένων ἕκαστον γεννῆσαί τε καὶ ποιῆσαι τοῦ φθεῖραι, οἷον ἄνθρωπον ἤ τι ἄλλο τῶν φύσει γινομένων, ἢ πάλιν ἐπὶ τῶν κατὰ τέχνην ῥᾷον φθεῖραι ναῦν ἢ οἰκίαν τοῦ ποιῆσαι.

“同时显然,驳斥也比确立更容易。” 在指明了论题通过彼此被驳斥(因为正如相对立的特称被全称驳斥,全称同样被特称驳斥),但不再通过彼此被确立之后,他说由此也显而易见:驳斥比确立更容易。而这在一切事物上都是显然的:消解和毁灭某物比造就和产生某物更容易,无论在自然物上还是在依技艺产生的事物上都是如此;因为产生并造就依自然而生成的每一事物——例如一个人或依自然而生成的任何其他事物——要比毁灭它更为困难;或者反过来,在依技艺产生的事物上,毁灭一艘船或一座房屋要比造就它更容易。

§2.183

"Πῶς μὲν οὖν γίνεται πᾶς συλλογισμὸς καὶ διὰ πόσων ὅρων καὶ προτάσεων." Ὅτι πᾶς συλλογισμὸς γίνεται κοινοῦ τινος ὅρου ληφθέντος, καὶ ὅτι δεῖ ἢ ἀμφοτέρας εἶναι τὰς προτάσεις καθόλου καταφατικὰς ἢ πάντως γε τὴν ἑτέραν,3 ἐδίδαξεν. ἀλλὰ καὶ ὅτι πᾶς συλλογισμὸς ἁπλοῦς διὰ τριῶν ὅρων καὶ διὰ προτάσεων δύο γίνεται, καὶ τοῦτο δέδεικται, καὶ ὅτι αἱ προτάσεις καθ’ ἕκαστον σχῆμα πρὸς ἀλλήλας ὧδέ πως λαμβανόμεναι, ὡς εἶπε, ποιοῦσι συλλογισμόν. ἀλλὰ καὶ ποῖον πρόβλημα ἐν πᾶσίν ἐστι τοῖς σχήμασιν (ὅτι γὰρ τὸ ἐπὶ μέρους ἀποφατικόν), καὶ ποῖον ἐν δύο (ὅτι γὰρ τὸ ἐπὶ μέρους καταφατικόν· ἐν γὰρ πρώτῳ καὶ τρίτῳ· καὶ τὸ καθόλου ἀποφατικὸν ἐν τῷ πρώτῳ καὶ δευτέρῳ), καὶ ποῖον ἐν ἑνὶ μόνῳ (ὅτι τὸ καθόλου καταφατικόν· ἐν γὰρ τῷ πρώτῳ μόνῳ), ταῦτα πάντα ἐκ τῶν προειρημένων γνώριμά τε καὶ δῆλα.

“那么,一切推论是如何生成的,以及通过多少项和前提。” 他指教说,一切推论都是在选取了某个公共项之后生成的,并且或者两个前提必须都是全称的[肯定],或者至少其中一个是全称的。不仅如此,一切简单推论都通过三个项和两个前提生成,这也已经被证明了;而且各格中的前提如他所言以这种方式相互选取,便构成推论。此外,哪一种论题在所有格中成立(因为已表明是特称否定),哪一种在两个格中成立(特称肯定,即在第一格和第三格中;全称否定在第一格和第二格中),以及哪一种仅在一个格中成立(全称肯定,因为它仅在第一格中)——所有这些从前文所述来看都是熟知且显而易见的。

语法注3 条
  1. 2.181τὸ γὰρ καθόλου 〈οὐ〉 καὶ διὰ τῶν ὑπ’ αὐτὰ ἐπὶ μέρους

    带有校勘补充的否定词〈οὐ〉的省略句。在语境中承接前面的 κατασκευάσαι,需补充动词 κατασκευάζεται:“因为全称[并不]也通过它所统摄的特称[而被确立]”。

  2. 2.182καὶ ἐκ τούτου δῆλον [ὅτι] εἶναί φησιν, ὅτι ῥᾷον τὸ ἀνασκευάσαι τοῦ κατασκευάσαι

    由 φησί 引出的宾格不定式结构(δῆλον εἶναι),其中方括号中的 [ὅτι] 似乎是抄本冗余。依校订删除 [ὅτι],并将后面的 ὅτι 从句理解为引导 δῆλον 的内容从句(“驳斥比确立更容易”)。

  3. 2.183καὶ ὅτι δεῖ ἢ ἀμφοτέρας εἶναι τὰς προτάσεις καθόλου καταφατικὰς ἢ πάντως γε τὴν ἑτέραν

    ἢ πάντως γε τὴν ἑτέραν 是一个省略结构,从前句承接 δεῖ... εἶναι καθόλου(或 καθόλου καταφατικήν):“或者至少其中一个是全称的”。这指的是构成推论的前提规则(至少有一个前提必须是全称前提)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:288.28-290.7