← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§27.14-28.30

十八种直言前提的构成与向换位论的过渡

亚历山大解释了亚里士多德在通过质、量和样态的组合确立十八种直言前提后转向探讨换位的原因,并探讨了为何将样态这种质料性差异引入一般三段论的研究是必然的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12

" Πάλιν δὲ τῶν καταφατικῶν καὶ ἀποφατικῶν αἱ μὲν καθόλου αἱ δὲ ἐν μέρει αἱ δὲ ἀδιόριστοι." Τούτων ταῖς προειρημέναις προτάσεσι προστεθεισῶν τῶν διαφορῶν γίνονται αἱ πᾶσαι προτάσεις κατηγορικαὶ ὀκτωκαίδεκα· τρεῖς μὲν καταφατικαὶ ἀναγκαῖαι, καθόλου, ἐπὶ μέρους, ἀδιόριστος, τρεῖς δὲ αἱ ταύταις ἀντικείμεναι ἀποφατικαί, ὁμοίως δὲ καὶ ὑπάρχουσαι τρεῖς μὲν καταφατικαὶ τρεῖς δὲ ἀποφατικαί, καὶ ἐνδεχόμεναι τὸν αὐτὸν τρόπον· ὥστε τρὶς ἓξ ἔσονται αἱ πᾶσαι αἱ κατ’ εἶδος ἀλλήλων διαφέρουσαι, ἐξ ὧν οἱ κατηγορικοὶ συλλογισμοὶ συντίθενται. οὐσῶν δὴ τούτων τε καὶ τοσούτων προτάσεων ἑξῆς πειρᾶται περὶ ἀντιστροφῶν αὐτῶν τὸν λόγον ποιεῖσθαι, ἐπειδὴ οἱ πλεῖστοι τῶν ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι συλλογισμῶν πάντων ἀτελῶν ὄντων πρὸς τὸ δείκνυσθαι συλλογιστικοὶ δέονται τῶν κατὰ τὰς προτάσεις ἀντιστροφῶν, ἢ μιᾶς ἢ πλειόνων, ὡς δειχθήσεται. Ἄξιον δὲ ἔδοξεν ἐπισκέψεως εἶναί μοι, τί δήποτε περὶ συλλογισμῶν καὶ σχημάτων τὸν λόγον ἐν τούτοις τοῖς βιβλίοις ποιούμενος παραλαμβάνει καὶ τὰς τῶν προτάσεων κατὰ τὴν ὕλην διαφοράς· ὑλικαὶ γὰρ διαφοραὶ τὸ οὕτως ἢ οὕτως ὑπάρχειν· ἤδη γὰρ δόξουσιν αἱ τοιαῦται διαφοραὶ τῶν προτάσεων οὐχ ἁπλῶς πρὸς συλλογισμὸν συντελεῖν, ἀλλὰ πρὸς τὸ τοιοῦτον ἢ τοιοῦτον αὐτὸν εἶναι, ἀποδεικτικόν, ἂν οὕτως τύχῃ, ἢ διαλεκτικόν. ἢ αἱ διαφοραὶ αἱ τοιαῦται τῶν προτάσεων πρὸς τὴν συλλογιστικὴν μέθοδόν τε καὶ πραγματείαν ἀναγκαῖαι καθόλου·1 τῷ τε γὰρ μὴ ὁμοίως γίνεσθαι τὰς ἀντιστροφὰς2 τῶν κατὰ τοὺς προειρημένους τρόπους διαφερουσῶν προτάσεων, διὰ δὲ τῶν ἀντιστροφῶν τοὺς πλείους τῶν ἐν τοῖς παρὰ τὸ πρῶτον σχῆμα συλλογισμῶν δείκνυσθαι συνάγοντας ἀναγκαία ἡ κατὰ τοὺς τρόπους τούτους αὐτῷ διαίρεσις· ἄλλως μὲν γὰρ ἐπὶ τῶν ἀναγκαίων καὶ ὑπαρχόντων, ἄλλως δὲ ἐπὶ τῶν ἐνδεχομένων ἀντιστρεφόμεναι αἱ προτάσεις ποιήσουσι συλλογισμόν. ἀλλὰ καὶ τῷ μιγνυμένας ἀλλήλαις τὰς κατὰ τούσδε τοὺς τρόπους διαφερούσας προτάσεις διαφοράν τινα ποιεῖν συλλογισμῶν καὶ κατὰ τοῦτο πρὸς τὴν συλλογιστικὴν πραγματείαν ἡ κατὰ τούσδε τοὺς τρόπους διαφορὰ τῶν προτάσεων ἀναγκαία. χωρὶς γοῦν τῆς ὕλης αὐτοὺς τοὺς τρόπους προστιθεὶς ταῖς προτάσεσι καθολικὰς ἐπ’ αὐτῶν τὰς δείξεις ποιεῖται, οὐ παρὰ τὸ τήνδε τὴν ὕλην ἢ τήνδε εἶναι δεικνὺς τὴν διαφορὰν γινομένην τῶν συλλογισμῶν ἀλλὰ παρὰ τὸν προσκείμενον τρόπον. οὖσαι οὖν αἱ δείξεις αὐτῶν καθολικαὶ ἴδιαι ἂν εἶεν τῆς περὶ συλλογισμῶν πραγματείας· ὅτι γὰρ ὡς πρὸς τὴν συλλογιστικὴν μέθοδον τῶν τρόπων τούτων χρησίμων ὄντων μνημονεύει, δῆλον ἐκ τοῦ εἶναι μὲν προτάσεων καὶ κατ’ ἄλλους τινὰς τρόπους διαφοράς· καὶ γὰρ τὸ καλῶς προσκείμενον καὶ τὸ κακῶς καὶ τὸ μακρῶς καὶ τὸ βραχέως καὶ τὸ ταχέως καὶ τὸ βραδέως τρόποι προτάσεών εἰσι καὶ διαφοραί, οἷον ‘Σωκράτης καλῶς διαλέγεται ἢ μακρῶς ἢ συντόμως’. ἀλλ’ οὐδενὸς τοιούτου μνημονεύει ποιούμενος τὴν τῶν προτάσεων διαίρεσιν, ὅτι μηδὲν πρὸς γένεσιν ἢ διαφορὰν συλλογισμῶν συντελοῦσι. πρὸς μὲν οὖν τὴν τῶν συλλογισμῶν γένεσίν τε καὶ σύστασιν ἡ τῶν τρόπων τούτων διαφορὰ χρήσιμος, οὐκέτι δὲ καὶ πρὸς τὴν τῶν εἰδῶν τοῦ συλλογισμοῦ·3 οὐ γὰρ κατὰ ταύτην τὴν διαίρεσιν αἱ τῶν συλλογισμῶν διαφοραί, τοῦ γε ἀποδεικτικοῦ καὶ τοῦ διαλεκτικοῦ καὶ τοῦ σοφιστικοῦ, ἀλλὰ καθ’ ἣν αὐτὸς δείκνυσιν ἐν ταῖς οἰκείαις αὐτῶν πραγματείαις· ἐκεῖ γὰρ πολλὰ περὶ ταύτης τῆς θεωρίας καλῶς σαφηνίζων ἐδήλωσεν.

“此外,在肯定前提和否定前提中,有些是全称的,有些是特称的,有些是不定的。” 当这些差异被附加于前述的前提时,直言前提总共有十八种:三种必然肯定前提——全称、特称、不定——以及与其对立的三种否定前提;实然前提同样也是三种肯定与三种否定;可能前提亦是同样的方式;因此,彼此在种上相异、由之构成直言三段论的前提总共为三乘六[十八]种。既然存在着这些且如此之多的前提,接下来他便试图对它们的换位展开论述,因为第二格和第三格中的大多数三段论由于全都是不完全的,为了表明其具有三段论性质,都需要前提的换位——或是一个换位,或是多个换位,正如后面将要展示的那样。然而,在我看来值得考察的是,他在这些卷册中探讨关于三段论和格的理论时,究竟为何也引入了前提依质料而有的差异;因为如此或如彼属于,乃是质料上的差异;确实,前提的此类差异看似并非单纯有助于三段论本身,而是有助于三段论成为此种或彼种三段论,比如恰好是论证性的,或是辩证性的。抑或是因为,前提的此类差异对于一般的三段论方法和探讨乃是必然的?因为,首先,由于依前述样态而相异的前提的换位并非以同样的方式进行,且通过换位,除第一格之外的大多数三段论被表明能够得出结论,所以依这些样态所作的区分对他而言乃是必然的;因为在必然和实然前提的情形下以一种方式换位,而在可能前提的情形下以另一种方式换位,前提才将构成三段论。不仅如此,还由于依这些样态而相异的前提在彼此结合时会产生三段论的某种差异,因此在这一方面,前提依这些样态而有的差异对于三段论探讨也是必然的。至少,他抛开质料而把样态本身附加于前提,在前提上进行普遍的证明,表明三段论所产生的差异并非源于属于这种质料或那种质料,而是源于所附加的样态。既然关于它们的证明是普遍的,那么这就应当是关于三段论探讨所固有的;因为他提及这些样态乃是因其对三段论方法有用,这一点从前提依据其他某些样态也有差异这一事实中便很清楚;因为附加“优美地”、“拙劣地”、“冗长地”、“简短地”、“迅速地”、“缓慢地”,也是前提的样态和差异,例如“苏格拉底优美地对话”,或“冗长地”、“简明地”对话。然而,他在进行前提的区分时并未提及任何此类样态,因为它们对三段论的生成或差异毫无助益。因此,这些样态的差异对于三段论的生成和构成是有用的,但对于三段论各个种的〔生成和构成〕而言则不再有用;因为三段论的差异——即论证性三段论、辩证性三段论和诡辩性三段论的差异——并不是依据这种区分,而是依据他自己在其固有的论著中所展示的区分;因为他在那里很好地阐明并指出了关于这一理论的许多内容。

语法注3 条
  1. 1.12ἢ αἱ διαφοραὶ αἱ τοιαῦται τῶν προτάσεων πρὸς τὴν συλλογιστικὴν μέθοδόν τε καὶ πραγματείαν ἀναγκαῖαι καθόλου

    连词 ἤ 引入了对前一句中所提出的疑难(Ἄξιον δὲ ἔδοξεν ἐπισκέψεως εἶναί μοι, τί δήποτε...)的解答(“抑或是因为……”)。它用于提出注疏者自身的观点以化解难题,即反驳“样态仅仅是质料性差异而无关乎一般三段论的形式理论”这一疑难。

  2. 1.12τῷ τε γὰρ μὴ ὁμοίως γίνεσθαι τὰς ἀντιστροφὰς

    带冠词不定式的与格(τῷ + 不定式)在此表示原因或理由。这里的 τῷ τε γὰρ ... 与随后的 ἀλλὰ καὶ τῷ ... 构成并列对称,共同构成支撑主句断言(ἀναγκαία ... αὐτῷ διαίρεσις)的双重依据。

  3. 1.12οὐκέτι δὲ καὶ πρὸς τὴν τῶν εἰδῶν τοῦ συλλογισμοῦ

    承前省略结构,需从前一分句补足 γένεσίν τε καὶ σύστασιν(“生成和构成”)以及形容词 χρήσιμος(“有用的”),意即“对于三段论各个种[的生成和构成]而言则不再[有用]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:27.14-28.30