- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:287.5-288.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注42b24与42b27,亚历山大澄清了插入中项时不构成推论的相关陈述,并根据四个论题在各格中所能证明的推论式数量,比较分析了各个论题确立与驳斥的难易程度。
" Πρὸς ἕνα γὰρ μόνον οὐ ποιήσει συλλογισμόν." Περὶ τοῦ ἐσχάτου κειμένου ὅρου λέγει πάλιν· οὗτος γὰρ ἔσται, κἂν ἐν μέσῳ ὅρος ἐμβληθῇ, πρὸς ἕνα μόνον ὅρον μὴ ποιῶν συλλογισμόν· πρὸς γὰρ τὸν πρὸ αὐτοῦ κείμενον. ἐπεὶ ὅ γε μέσος ἐμβαλλόμενος πρὸς οὐδέτερον τῶν, ὧν ἐστι μέσος, ποιεῖ συμπεράσματα1 πρὸς τοὺς ἄλλους ποιῶν πάντας.
“因为仅仅和一个项它不构成推论。” 他又是在谈论最后所置的项;因为即使一个项被插入在中间,仅仅和一个项不构成推论的也正是这一个项,即与其前所置的项。因为插入的中项与其充当中项的那两项中的任何一项都不构成结论,而与所有其他项构成结论。
"Ἐπεὶ δ’ ἔχομεν, περὶ ὧν οἱ συλλογισμοί, καὶ ποῖον ἐν ἑκάστῳ σχήματι." Ἐπεὶ ἔχομεν, φησί, περὶ ὧν οἱ συλλογισμοί (περὶ γὰρ τῶν προβλημάτων, ταῦτα δέ ἐστι2 τέσσαρα, δύο μὲν καθόλου ἢ καταφατικὸν ἢ ἀποφατικόν, δύο δὲ ἐπὶ μέρους ὁμοίως τὸ μὲν καταφατικὸν τὸ δὲ ἀποφατικόν), ἔχομεν δὲ καὶ ποῖον ἐν ἑκάστῳ σχήματι καὶ ποσαχῶς ἕκαστον τῶν προβλημάτων (τὸ μὲν γὰρ καθόλου καταφατικὸν ἐν πρώτῳ σχήματι μόνῳ δείκνυται καὶ μοναχῶς, διὰ γὰρ ἑνὸς συλλογισμοῦ, τὸ δὲ καθόλου ἀποφατικὸν καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ σχήματι, μοναχῶς μὲν ἐν πρώτῳ, δι’ ἑνὸς γὰρ συλλογισμοῦ, διχῶς δὲ ἐν δευτέρῳ, διὰ γὰρ δύο συλλογισμῶν, τὸ δὲ ἐν μέρει καταφατικὸν ἔν τε τῷ πρώτῳ σχήματι καὶ ἐν τῷ τρίτῳ, μοναχῶς μὲν ἐν τῷ πρώτῳ, τριχῶς δὲ ἐν τῷ τρίτῳ, τὸ δ’ ἐν μέρει ἀποφατικὸν ἐν τοῖς τρισὶ σχήμασιν, ἀλλ’ ἐν μὲν τῷ πρώτῳ μοναχῶς, ἐν δὲ τῷ δευτέρῳ διχῶς, τριχῶς δ’ ἐν τῷ τρίτῳ), ἐπεὶ οὖν ταῦτα φανερά ἐστι, φησί, φανερόν ἐστι, καὶ ποῖον τῶν προβλημάτων εὐεπιχείρητόν ἐστι καὶ ποῖον οὔ. τὸ μὲν γὰρ ἐν πλείοσι δεικνύμενον σχήμασι καὶ διὰ πλειόνων συλλογισμῶν (πτώσεων γὰρ ἢ τῶν συλλογισμῶν λέγει ἢ τῶν συζυγιῶν)3 εὐεπιχείρητον πρόβλημα· τὸ γὰρ διὰ πλειόνων δεικνύμενον πλείονας ἀφορμὰς ἔχει πρὸς τὸ δειχθῆναι, διὸ καὶ εὐεπιχειρητότερον· τὸ δὲ ἐν ἐλάττοσι καὶ δι’ ἐλαττόνων συλλογισμῶν δυσεπιχειρητότερόν τε καὶ χαλεπώτερον. ἔστι δὲ διὰ πλειόνων σχημάτων καὶ διὰ πλείστων συλλογισμῶν τὸ ἐπὶ μέρους ἀποφατικόν· ἔν τε γὰρ τοῖς τρισὶ σχήμασι τοῦτο μόνον τῶν προβλημάτων καὶ διὰ συλλογισμῶν ἕξ. πτώσεις δ’ ἂν λέγοι τὰς διαφορὰς τῶν καθ’ ἕκαστον σχῆμα συλλογισμῶν ἀπὸ τῆς τῶν προτάσεων σχέσεως πρὸς ἀλλήλας· τὰς γὰρ σχέσεις αὐτῶν τὰς πρὸς ἀλλήλας πτώσεις εἴρηκε. μετὰ δὲ τὸ ἐπὶ μέρους ἀποφατικὸν εἴη ἂν εὐκολώτερον τὸ ἐπὶ μέρους καταφατικόν· δείκνυται γὰρ διά τε τοῦ πρώτου καὶ τοῦ τρίτου σχήματος καὶ διὰ συλλογισμῶν τεσσάρων, ἑνὸς μὲν ἐν τῷ πρώτῳ, τριῶν δ’ ἐν τρίτῳ. μετὰ δὲ τοῦτο τὸ καθόλου ἀποφατικὸν εἴη ἄν· καὶ γὰρ ἐν τῷ πρώτῳ καὶ δευτέρῳ σχήματι δείκνυται, μοναχῶς μὲν ἐν πρώτῳ, διχῶς δὲ ἐν δευτέρῳ. τὸ δὲ καθόλου καταφατικὸν χαλεπώτατον· καὶ γὰρ ἐν τῷ πρώτῳ σχήματι δείκνυται μόνῳ καὶ ἐν τούτῳ μοναχῶς. ἐξ ὧν δῆλον, ὅτι πάντων τὸ καθόλου καταφατικὸν κατασκευασθῆναι μὲν χαλεπώτατον, ῥᾷστον δὲ ἀνασκευασθῆναι· διά τε γὰρ τοῦ ἐπὶ μέρους ἀποφατικοῦ ἡ ἀνασκευὴ αὐτοῦ, ὃ ἐν πᾶσί τε τοῖς σχήμασι δείκνυται καὶ διὰ πλείστων συλλογισμῶν· ἀλλὰ καὶ διὰ τοῦ καθόλου ἀποφατικοῦ, ὃ καὶ αὐτὸ ἐν δύο τε σχήμασι καὶ συλλογισμοῖς τρισίν. ἔτι δὲ καὶ τοῦτο, φησί, γνώριμον, ὅτι τὸ κατασκευάσαι τὸ καθόλου τοῦ ἀνασκευάσαι χαλεπώτερον. ἔμπαλιν δὲ ἐπὶ τοῦ ἐπὶ μέρους ἔχει· κατασκευασθῆναι μὲν γὰρ τὰ ἐπὶ μέρους ῥᾴονα, ἀνασκευασθῆναι δὲ χαλεπώτερα. ἀνασκευάζεται μὲν γὰρ τὸ καθόλου καὶ ὑπὸ τοῦ ἀντικειμένου ἀντιφατικῶς τοῦ ἐπὶ μέρους, τὸ μὲν καταφατικὸν ὑπὸ τοῦ ἀποφατικοῦ, ὃ ἐν τοῖς τρισὶ δείκνυται σχήμασι, τὸ δὲ ἀποφατικὸν ὑπὸ τοῦ καταφατικοῦ, ὃ ἐν δύο ἐστὶ σχήμασι, τῷ τε πρώτῳ καὶ τῷ τρίτῳ, καὶ ἔτι ὑπὸ τοῦ ἐναντίου, τὸ μὲν καθόλου καταφατικὸν ὑπὸ τοῦ καθόλου ἀποφατικοῦ, ὅ ἐστι καὶ αὐτὸ ἐν δύο σχήμασι, τὸ δὲ καθόλου ἀποφατικὸν ὑπὸ τοῦ καθόλου καταφατικοῦ, ὅ ἐστι μόνον ἐν ἑνί, τῷ γὰρ πρώτῳ. κατασκευάζεται δὲ τὸ μὲν καθόλου καταφατικὸν μοναχῶς, τὸ δὲ καθόλου ἀποφατικὸν τριχῶς τε καὶ ἐν δύο σχήμασι. τὸ δὲ ἐν δύο σχήμασι περὶ τοῦ ἐπὶ μέρους καταφατικοῦ λέγει, ὅ ἐστιν ἀναιρετικὸν τοῦ καθόλου ἀποφατικοῦ.
“既然我们已经掌握了推论是关于什么的,以及在每一个格中〔证明〕何种〔论题〕。” 他说,既然我们掌握了推论是关于什么的(因为它们是关于论题的,而论题有四个:两个是全称的,或肯定或否定;两个是特称的,同样一个肯定一个否定),并且我们也掌握了在每一个格中〔证明〕何种〔论题〕,以及每个论题以多少种方式[被证明](因为全称肯定仅在第一格中以单一方式证明,即通过一个推论;全称否定则既在第一格中也在第二格中证明,在第一格中以单一方式,即通过一个推论,在第二格中以两种方式,即通过两个推论;特称肯定既在第一格中也在第三格中证明,在第一格中以单一方式,在第三格中以三种方式;特称否定则在三个格中都证明,但在第一格中以单一方式,在第二格中以两种方式,在第三格中以三种方式),他说,既然这些是明晰的,那么论题中哪一种是易于立论的,哪一种不是,也是明晰的。因为在更多的格中并通过更多的推论(因为他所说的“变格”是指推论或组合)被证明的论题,是易于立论的论题;因为通过更多途径被证明的论题,拥有更多被证明的凭借,因此也更容易立论;而在较少的格中并通过较少的推论被证明的,则较难立论且更为困难。通过较多的格且通过最多的推论被证明的是特称否定;因为在所有论题中,唯有它在三个格中并通过六个推论被证明。他所称的“变格”,大概是指各格中由前提相互之间的关系所造成的推论的差异;因为他把它们相互之间的关系称为“变格”。在特称否定之后,更容易立论的应当是特称肯定;因为它既通过第一格也通过第三格并经过四个推论被证明:第一格中一个,第三格中三个。在此之后应当是全称否定;因为它在第一格和第二格中被证明,在第一格中以单一方式,在第二格中以两种方式。而全称肯定是极其困难的;因为它仅在第一格中被证明,而且在此格中仅以单一方式被证明。由此显而易见,在所有论题中,全称肯定是极难确立而极易驳斥的;因为对它的驳斥既通过特称否定进行(特称否定在所有格中且通过最多的推论被证明),也通过全称否定进行(全称否定本身也在两个格中并通过三个推论被证明)。此外,他说,这也是显而易见的:确立全称要比驳斥全称更为困难。而在特称的情形下则正好相反;因为特称更容易确立,而更难驳斥。因为全称既被矛盾对立的特称所驳斥——肯定是由于否定(其在三个格中被证明),否定则是由于肯定(其存在于两个格中,即第一格和第三格)——也被反对对立所驳斥:全称肯定是由于全称否定(其本身也在两个格中),全称否定则是由于全称肯定(其仅在一个格中,即第一格)。然而全称肯定以单一方式被确立,而全称否定则以三种方式并在两个格中被确立。而“在两个格中”这句话,他说的是关于特称肯定的,特称肯定是全称否定的消解者。
- 2.179ἐπεὶ ὅ γε μέσος ἐμβαλλόμενος πρὸς οὐδέτερον τῶν, ὧν ἐστι μέσος, ποιεῖ συμπεράσματα
在关系结构 τῶν, ὧν ἐστι μέσος 中,先行词 τῶν 指的是该项所插入其间的两侧端项,关系代词 ὧν 是由 μέσος 所要求的属格。所插入的中项自身并不与它充当中项的两端项中的任何一个直接构成结论,但它通过它们与所有其他项构成结论。
- 2.180Ἐπεὶ ἔχομεν, φησί, περὶ ὧν οἱ συλλογισμοί ... ἐπεὶ οὖν ταῦτα φανερά ἐστι, φησί, φανερόν ἐστι, καὶ ποῖον τῶν προβλημάτων εὐεπιχείρητόν ἐστι
在开头的 Ἐπεὶ ἔχομεν 之后,经历了两个长篇插入性说明(论题的四分法及其在各格中的具体证明方式),随后通过 ἐπεὶ οὖν ταῦτα φανερά ἐστι 对原因从句进行了概括与复引(resumptive),最终落实到主句 φανερόν ἐστι, καὶ ποῖον...,构成了一个长周期句。
- 2.180πτώσεων γὰρ ἢ τῶν συλλογισμῶν λέγει ἢ τῶν συζυγιῶν
对亚里士多德原文中 πτώσεις(屈折/变格)一词所作的注脚性插入说明。属格 πτώσεων 起解释性属格的作用,标明被释词项:“因为他所说的‘变格’是指推论或[前提的]结合”。
