- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:285.33-287.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德《前分析篇》42b5,亚历山大讨论了当项从外部或中间加入时前提数与结论数增长的规律,阐明了为何每增加一个项前提只增加一个,而结论增加的数目则比现有项数少一。
ὅπου γὰρ ἂν καὶ ὅθεν ἂν προστεθῇ, σὺν αὐτῷ καὶ μία πρότασις προστίθεται· οὐσῶν γὰρ δύο προτάσεων, τῆς τε Α καὶ τῆς Β,1 ἄν τε πρὸ τοῦ Α τὸν Δ ὅρον λαμβάνωμεν, ἔσται καὶ πρότασις προστιθεμένη ἡ Δ οὐδεμιᾷ τῶν κειμένων οὖσα ἡ αὐτή, ἄν τε μεταξὺ τοῦ Α· ἔσονται γὰρ αἱ Α καὶ Δ δύο ἀντὶ μιᾶς· ἀλλὰ κἂν μεταξὺ τοῦ Β· πάλιν γὰρ ἔσονται Β, Δ· ἀλλὰ κἂν ἔξωθεν μετὰ τὸ Γ· προστεθήσεται γὰρ ὁμοίως πάλιν ταῖς κειμέναις ἡ Γ. Αἱ μὲν οὖν προτάσεις καὶ οἱ ὅροι ταύτην ἀεὶ τὴν σχέσιν τε καὶ τάξιν φυλάξουσι, τὰ δὲ συμπεράσματα οὔτε πρὸς τοὺς ὅρους οὔτε πρὸς τὰς προτάσεις ἀεὶ τὴν αὐτὴν τάξιν ἕξει. καὶ τὴν αἰτίαν προσέθηκεν· ἑνὸς γὰρ ὅρου προστεθέντος συμπεράσματα προστίθεται ἑνὶ ἐλάττω τῶν ὑπαρχόντων ὅρων. οὗ αἴτιον, ὅτι πρὸς μόνον τὸν ἔσχατον τῶν κειμένων ὁ προστιθεὶς αὐτῷ,2 εἰ μετὰ τοῦτον ἡ προσθήκη γένοιτο, οὐ ποιεῖ συμπέρασμα. εἰ γὰρ εἶεν ὅροι ΑΒΓ, προστεθείη δὲ τὸ Δ, ἔσται συμπέρασμα καὶ τοῦ Α πρὸς τὸν Δ καὶ τοῦ Β πρὸς τὸν Δ· ἦν δὲ καὶ τοῦ Α πρὸς τὸν Γ· τριῶν δὴ ὅρων προϋπαρχόντων ἡ ἑνὸς ὅρου πρόσθεσις δύο συμπεράσματα προσέθηκεν ἑνὶ ἐλάττω τῶν προυπαρχόντων ὅρων. οὐκέτι μέντοι τοῦ Γ πρὸς τὸ Δ γίνεται συμπέρασμα, ὅτι μηδεὶς αὐτῶν ἐστι μέσος· δύο οὖν προσετέθη συμπεράσματα ἑνὸς προστεθέντος ὅρου. ἦν δὲ συμπέρασμα μὲν ἐπὶ τοῖς τρισὶν ὅροις τὸ Α, προτάσεις δὲ δύο, ὅροι δὲ τρεῖς· προστεθέντος οὖν τοῦ τετάρτου ὅρου δύο γίνεται προστιθέμενα συμπεράσματα, καὶ τὰ πάντα συμπεράσματα γίνεται τρία· ἀλλὰ καὶ αἱ προτάσεις τρεῖς, οἱ δὲ ὅροι τέσσαρες. ἂν δὴ πάλιν ἄλλος ὅρος προστεθῇ, πρότασις μὲν ἔσται μία προστεθειμένη, ὥστε αἱ πᾶσαι τέσσαρες ἔσονται, ὅροι δὲ πέντε οἱ πάντες, συμπεράσματα δὲ ἑνὶ ἐλάττω τῶν ὑπαρχόντων ὅρων ἔσται τὰ προστιθέμενα· ἦσαν δὲ οἱ ὅροι τέσσαρες· τρία οὖν ἔσται συμπεράσματα προστιθέμενα. ἦν δὲ καὶ τὰ ἐπὶ τοῖς κειμένοις τέτταρσιν ὅροις ἤδη τρία· τὰ πάντα οὖν ἓξ ἔσται συμπεράσματα ἐπὶ ὅροις πέντε καὶ τέτταρσι προτάσεσιν. πλείω οὖν τὰ συμπεράσματα, καὶ ἔτι μᾶλλον, ἂν ἄλλος ὅρος προστεθῇ· πολὺ γὰρ πλείω γίνεται τὰ συμπεράσματα καθ’ ἑκάστην πρόσθεσιν ὅρου, δι’ ἣν εἴρηκεν αἰτίαν. εἰπὼν δέ, ἂν ἔξωθεν προστεθῇ ὅρος, πρὸς τὸν ἔσχατον μόνον τῶν κειμένων πρὸ αὐτοῦ μὴ ποιήσειν αὐτὸν συμπέρασμα λέγει, ὅτι, κἂν ἐν μέσῳ τεθῇ, ὁμοίως ἑνὶ ἐλάττω τὰ προστιθέμενα συμπεράσματα ἔσται τῶν ἐξ ἀρχῆς κειμένων ὅρων πρὸ τῆς προσθέσεως τούτου· πρὸς γὰρ ἕνα μόνον ὅρον τῶν κειμένων καὶ οὗτος τεθεὶς οὐ ποιήσει συμπέρασμα. κείσθωσαν γὰρ ὅροι οἱ ΑΒΓ συνάγοντες τὸ Α συμπέρασμα, καὶ ἐμβεβλήσθω μεταξὺ τῶν ΑΒΓ ὁ Δ ὅρος· ἔσται δὴ τὰ συμπεράσματα 〈τὰ〉 προσκείμενα τῷ Α τό τε Α διὰ τοῦ Δ καὶ τὸ Δ διὰ τοῦ Β. δύο μὲν οὖν προσετέθη συμπεράσματα, οὐ μὴν τὰ δύο πρὸς αὐτόν, ἀλλὰ τὸ μὲν πρὸς αὐτὸν τὸν Δ (τὸ γὰρ Δ), τὸ δὲ δι’ αὐτοῦ (τὸ γὰρ ΑΒ)3 οὐ πρότερον ὂν συμπέρασμα διὰ τὸ προστεθῆναι τὸ Δ συμπέρασμα γέγονε. τὸ οὖν πρὸς ἕνα γὰρ μόνον οὐ ποιήσει συλλογισμὸν εἴη ἄν, ὅτι ἑνὶ μόνῳ οὐκ ἔσται αἴτιος διαστήματι 〈τοῦ〉 συμπέρασμα γίνεσθαι· τῷ γὰρ Α Δ. πρὸς δὲ τὸν Β, εἰ καὶ μὴ αὐτὸς συμπέρασμα ποιεῖ, ἀλλ’ αἴτιός γε γίνεται τοῦ Α Β συμπεράσματος αὐτός· εἰ δὲ αἴτιος, αὐτὸς ποιεῖ.
因为无论在何处以及从何处增加它,随着它也会同时增加一个前提。因为既然有两个前提,即Α和Β,那么无论我们在Α之前选取项Δ,都会有一个增加的前提Δ(它与既设的任何前提都不相同),还是选取在Α[的间距]中间;因为将会有Α和Δ两个前提取代原先的一个;而即便选取在Β[的间距]中间也是如此;因为又会有Β和Δ;而即便从外部选取在Γ之后也是如此;因为在既设的前提之外同样会再增加Γ。 因此,前提和项将始终保持这种关系和秩序,但结论无论是相对于项还是相对于前提,都不会始终保持同样的秩序。并且他补充了其原因:因为当增加一个项时,增加的结论比现有的项少一。其原因在于:如果增加发生在它之后,那么加在它之上的项,仅与既设诸项中最后的那个项不构成结论。因为如果有项Α、Β、Γ,且加上了Δ,那么既会有Α相对于Δ的结论,也会有Β相对于Δ的结论(并且先前也已有Α相对于Γ的结论);因此,在预先存在三个项时,一个项的增加便增加了两个结论,比预先存在的项少了一。然而,Γ相对于Δ的结论不再产生,因为它们中没有一个是中项;因此增加一个项时,便增加了两个结论。另一方面,在三个项的情形中,结论是Α,前提是两个,项是三个;因此当第四个项被加上时,便有两个结论被增加,全部结论变为三个;但前提也是三个,项是四个。如果再增加另一个项,增加的前提将是一个,从而全部前提将是四个,项总共是五个,而增加的结论将比现有的项少一;而项原先是四个;因此增加的结论将是三个。而在既设的四个项之上的结论已经有了三个;因此对于五个项和四个前提,全部结论将是六个。因此结论更多,并且如果再增加另一个项,则更是如此;因为由于他所说的原因,随着项的每一次增加,结论都会变得多得多。 在说明了如果一个项是从外部增加的,它将仅不与既设在它之前的诸项中最后的那个项构成结论之后,他又说,即使它被置于中间,所增加的结论同样将比在增加此项之前原初既设的诸项少一;因为这一个被放置时,也仅与既设诸项中的一个项不构成结论。因为设得出结论Α的项为Α、Β、Γ,且项Δ被插入在Α、Β、Γ之间;那么加在Α之上的结论,将是通过Δ的Α以及通过Β的Δ。因此确实增加了两个结论,但并非两个都是相对于它自身而言的,而是一个是相对于Δ自身而言的(即Δ),另一个则是通过它而构成的(即ΑΒ),后者原先不是结论,由于Δ被加上而成为了结论。因此,“因为它仅与一个项不构成推论”这句话的意思应当是:它仅对于一个间距不会成为产生结论的原因(即对于Α与Δ而言)。而相对于Β,即使它自身不构成结论,但至少它自身成为了结论ΑΒ的原因;而如果它是原因,它自身就在构成它。
- 2.178οὐσῶν γὰρ δύο προτάσεων, τῆς τε Α καὶ τῆς Β
字母Α与Β在此处带有阴性定冠词(τῆς τε Α καὶ τῆς Β),用作前提(或间距)的代号而非项的名称。随后的“ἄν τε μεταξὺ τοῦ Α”中的中性定冠词“τοῦ Α”是将字母名称Α视作不变化的单数中性名词,指将项插入前提或间距Α的中间。
- 2.178ὁ προστιθεὶς αὐτῷ
主格分词“ὁ προστιθείς”形式上为主动态,但在语境中承担被动意义(相当于ὁ προστεθείς,“被加入的项”),充当后文主要动词“οὐ ποιεῖ”的主语。与格“αὐτῷ”指代前面的“τὸν ἔσχατον τῶν κειμένων”(既设诸项中的最后一项)。
- 2.178τὸ μὲν πρὸς αὐτὸν τὸν Δ (τὸ γὰρ Δ), τὸ δὲ δι’ αὐτοῦ (τὸ γὰρ ΑΒ)
“τὸ μὲν ... τὸ δέ”这一相对结构用来分别说明所增加的两个结论(δύο συμπεράσματα)。括号内的“τὸ γὰρ Δ”与“τὸ γὰρ ΑΒ”是对结论的简略指称,在此充当省略句的补充说明(“因为一个是关于Δ的结论,另一个是关于ΑΒ的结论”)。
