← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§284.29-285.33

复合推论中项与前提的数量及插入位置

亚历山大解释了复合推论中项数始终比前提数多出一以及奇偶性交替的原因,指出了流传文本中的一处重复讹误,并就插进来的项置于“外部”或“中间”这一表述探讨了两种解釈。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.178#3

ἀμφοτέρως δὲ τὸ Α συμπέρασμα διὰ τῶν Γ, Δ μέσων. Ἐπὶ δὴ τῶν οὕτως γινομένων συλλογισμῶν, οἳ οὐκέτ’ εἰσὶν ἁπλοῖ, τὸ μὲν πλῆθος τῶν ὅρων ὁμοίως φησὶν ὑπερέξειν τοῦ τῶν προτάσεων πλήθους ἑνί, ὥσπερ καὶ ὅτε αἱ κύριαι προτάσεις τοῦ προκειμένου συμπεράσματος ἐλαμβάνοντο μόναι. οὐ μέντοι ἔτι αἱ μὲν προτάσεις αἰεὶ ἄρτιαι ἔσονται, οἱ δὲ ὅροι περισσοί, ὡς εἶχεν ἐπὶ τῶν ἁπλῶν συλλογισμῶν, ἀλλ’ ἔμπαλιν μὲν ἕξουσιν, ὁμοίως δέ· ὅταν μὲν γὰρ αἱ προτάσεις1 ὦσιν ἄρτιοι, οἱ ὅροι περισσοί, ὅταν δὲ αἱ προτάσεις περισσαί, οἱ ὅροι πάλιν ἄρτιοι· οὕτως γὰρ ἔσονται ἑνὶ ὑπερέχοντες οἱ ὅροι τῶν προτάσεων. ἡ δὲ λέξις οὕτως ἔχει· ὅταν μὲν αἱ προτάσεις ἄρτιαι, περιττοὶ οἱ ὅροι, ὅταν δὲ οἱ ὅροι, ἄρτιοι [περιτταὶ] αἱ προτάσεις. ἡμάρτηται 〈δέ〉· δὶς γὰρ ταὐτὸν λέγει. δεῖ δὲ εἶναι ὅταν δὲ οἱ ὅροι ἄρτιοι, περιτταὶ αἱ προτάσεις, ὡς προσυπακούσομεν τὸ περιτταί. ἀνὰ μέρος δὲ τὸ περιττὸν καὶ ἄρτιον ἕξουσιν οἵ τε ὅροι καὶ αἱ προτάσεις. αἴτιον δὲ τοῦ ἑνί τε ὑπερέχειν τοὺς ὅρους τὸν τῶν προτάσεων ἀριθμὸν καὶ παρὰ μέρος ἀρτίους τε καὶ περιττοὺς γίνεσθαι τὸ ἐξ ἀρχῆς μὲν ἐν τοῖς ἁπλοῖς συλλογισμοῖς τοὺς ὅρους ὑπερέχειν ἑνὶ τῶν προτάσεων (αἱ μὲν γὰρ ἦσαν δύο, οἱ δὲ τρεῖς), ἑκάστῃ δὲ προσθήκῃ ὅρου καὶ διάστημα, τοῦτ’ ἔστι πρότασιν, προστίθεσθαι. τούτου γὰρ οὕτως γινομένου ἡ ἐξ ἀρχῆς ἐν τοῖς ὅροις ὑπεροχὴ μένει· ὅταν γὰρ ἀνίσοις ἴσα προστεθῇ, τῷ αὐτῷ ἀλλήλων διοίσουσιν, ᾧ διέφερον καὶ πρὸ τοῦ τὰ ἴσα αὐτοῖς προστεθῆναι. ὅταν μὲν οὖν τοῖς τρισὶν ὅροις εἷς προστεθῇ, οἱ μὲν ὅροι τέσσαρές τε καὶ ἄρτιοι ἔσονται, αἱ δὲ προτάσεις τρεῖς τε καὶ περιτταί· δύο γὰρ οὔσαις αὐταῖς προσετέθη τρίτη διὰ τὴν πρόσθεσιν τοῦ ὅρου· ἅμα γὰρ ὅρου τε προσθήκη καὶ προτάσεως, ὡς ἔφαμεν. Τὸ δὲ ἢ γὰρ ἔξωθεν ἢ εἰς τὸ μέσον τεθήσεται ὁ παρεμπίπτων ὅρος εἴρηκεν ἤτοι διὰ τὰς τῶν σχημάτων διαφοράς (ἔξωθεν μὲν γάρ ἐστιν ὁ προστιθέμενος ὅρος, ἂν ἐν δευτέρῳ σχήματι ἢ τρίτῳ μέλλῃ δειχθήσεσθαι τὸ συμπέρασμα, ἐν τῷ μέσῳ δέ, ἂν ἐν πρώτῳ· ἂν μὲν γὰρ ᾖ δεδειγμένον τὸ Α κατὰ παντὸς τοῦ Γ διὰ μέσου τοῦ Β, εἰ μὲν ἐν δευτέρῳ σχήματι βουλοίμεθά τι συμπεράνασθαι, προσληψόμεθα τὸ Α κατὰ μηδενὸς τοῦ Δ, ἔξωθεν τὸ Δ προστεθέν· οὕτως γὰρ ἔσται τὸ Γ κατ’ οὐδενὸς τοῦ Δ· ἂν δὲ ἐν τρίτῳ, προσληψόμεθα πάλιν τὸ Δ κατὰ τοῦ Γ, ὥσπερ ἦν καὶ τὸ Α· οὕτως γὰρ ἔσται τὸ Α τινὶ τῷ Δ ὑπάρχον· ἂν δὲ ἐν πρώτῳ, ἐπ’ εὐθείας ληψόμεθα ὑποκείμενόν τι τῷ Γ τὸ Δ· οὕτω γὰρ ἐν πρώτῳ σχήματι τὸ Α κατὰ τοῦ Δ), ἢ οὐ τοῦτο λέγει·2 οὐ γὰρ τὸ Δ ἐν μέσῳ ἐλήφθη τῶν Α ἢ τῶν Β, ἀλλ’ ἔσχατον τοῦ Γ· ἀλλ’ εἴη ἂν τὸ λεγόμενον ἁπλούστερον ἢ γὰρ ἔξωθεν ἢ εἰς τὸ μέσον τεθήσεται ὁ παρεμπίπτων ὅρος, ἔξωθεν μέν, εἰ πρὸ τοῦ Α εἴη τις εἰλημμένος κατηγορούμενος τοῦ Α ἢ μετὰ τὸ Γ ὑποκείμενος τῷ Γ, εἰς τὸ μέσον δέ, εἰ μεταξὺ εἴη τοῦ Α ἢ τοῦ Β.

无论在哪种方式下,结论Α都是通过中项Γ和Δ得到证明的。在以此种方式构成且不再是单一的推论中,他说,项的数量同样将比前提的数量多出一,正如当仅选取所讨论结论的主要前提时那样。然而,前提并不再总是偶数而项总是奇数(正如在单一推论中的情形那样),而是相反地交替出现,但方式相同:因为当前提为偶数时,项为奇数;而当前提为奇数时,项又为偶数;因为只有这样,项才会比前提多出一。但原文的措辞是这样的:“当前提为偶数时,项为奇数;而当项为[奇数]时,前提为偶数[奇数]”。然而这是有错误的;因为他说同一样东西说了两次。应当是“而当项为偶数时,前提为奇数”,我们将补出“奇数”来理解。项与前提将交替具有奇数和偶数。而项比前提的数目多出一、且交替成为偶数和奇数的原因在于:最初在单一推论中项就比前提多出一(因为前提是两个,而项是三个),并且随着每一个项的增加,一个间距——即一个前提——也被加上。因为在此种情况以这种方式发生时,项最初的超出量就保持不变;因为当把相等之物加到不相等之物上时,它们彼此之间的差额,仍将等于在相等之物加到它们之上以前它们所具有的差额。因此,当在三个项上加进一个项时,项将是四个且为偶数,而前提将是三个且为奇数;因为在原有的两个前提上,由于项的增加又加上了第三个前提;正如我们所说的,项的增加与前提的增加是同时发生的。 至于“因为插进来的项要么置于外部,要么置于中间”这句话,他这样说,或者是因为诸格之间的差异(因为如果结论将在第二格或第三格中得到证明,则被增加的项是从外部置入的;而如果是在第一格中,则是在中间;因为若Α已经通过中项Β被证明属于一切Γ,那么如果我们希望在第二格中推导出某个结论,我们将额外选取“Α不属于任何Δ”,Δ是从外部加上去的;因为这样就会得出“Γ不属于任何Δ”;但如果是在第三格中,我们将反过来额外选取“Δ属于Γ”,正如Α原先那样;因为这样就会得出“Α属于某个Δ”;而如果是在第一格中,我们将沿直线选取某个作为处于Γ之下的主词的Δ;因为这样在第一格中就会得出“Α属于Δ”);或者他并不是指这个;因为Δ并未取在Α或Β的中间,而是取在Γ的末端;不如说,所说的可能更为单纯:“因为插进来的项要么置于外部,要么置于中间”,置于外部是指如果在Α之前选取了某个作为Α的谓项之物,或者在Γ之后选取了某个处于Γ之下的主词,而置于中间是指如果在Α和Β之间。

语法注2 条
  1. 2.178ὅταν δὲ οἱ ὅροι, ἄρτιοι [περιτταὶ] αἱ προτάσεις

    对抄本流传文句的批判性评述。亚历山大指出流传文本中前后重复导致同义反复的讹误,并在紧随其后的 δεῖ δὲ εἶναι 中指明应理解的句构:“ὅταν δὲ οἱ ὅροι ἄρτιοι, περιτταὶ αἱ προτάσεις”,即补充出 περιτταί。译文保留了注释家所批评的流传讹文形式。

  2. 2.178ἤτοι διὰ τὰς τῶν σχημάτων διαφοράς ... ἢ οὐ τοῦτο λέγει

    围绕亚里士多德词句解释的长篇析取结构。以“ἤτοι διὰ ...”引出第一种解释(基于推论格之差异并包含详细的三段论展开),随后以“ἢ οὐ τοῦτο λέγει”否定该解释(因为Δ并非严格位于中间),最后通过“ἀλλ’ εἴη ἂν τὸ λεγόμενον ἁπλούστερον”转向更为直截的位置性解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:284.29-285.33