← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§283.24-284.29

复合三段论的格之组合与合成定理

亚历山大讨论了重叠推论与被重叠推论在不同格与相同格之间的组合,指出了亚里士多德学派实用的合成定理与斯多亚学派扩展各主题之间的分歧,并明确了通过前推论与通过连续中项得出结论的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.178#2

ἐπιβαλλόμενος γάρ ἐστιν ὁ πρῶτος, οὗ παρεῖται τὸ συμπέρασμα, ὅ ἐστιν ‘Α κατὰ παντὸς τοῦ Γ’· ἐπιβάλλων δὲ ὁ ἔκ τε τοῦ παρειμένου [ὁ ἐκ] τοῦ ‘τὸ Α κατὰ τοῦ Γ’ καὶ ‘τὸ Γ κατὰ τοῦ Δ’ δεικνύμενος, οὗ ἐστι συμπέρασμα ‘τὸ ἄρα Α κατὰ τοῦ Δ’. ἐπὶ μὲν οὖν τῶν εἰρημένων καὶ ὁ ἐπιβάλλων καὶ ὁ ἐπιβαλλόμενος ἐν πρώτῳ σχήματι. δύναται δὲ κατὰ τὴν ὁδὸν ταύτην καὶ ἐκ δευτέρου σχήματος ἐπιβάλλειν συλλογισμὸς ἐκ πρώτου σχήματος συλλογισμῷ· ἂν γὰρ τὸ Α κατὰ παντὸς τοῦ Β, τὸ Β κατὰ παντὸς τοῦ Γ, τὸ Α κατ’ οὐδενὸς τοῦ Δ, γίνεται ὁ μὲν ἐπιβαλλόμενος ἐν πρώτῳ σχήματι, οὗ συμπέρασμα τὸ Α Γ, ὁ δὲ ἐπιβάλλων αὐτῷ ἐν δευτέρῳ σχήματι ὁ ἔχων προτάσεις ‘τὸ Α κατὰ παντὸς τοῦ Γ’, ὃ παρειατέον συμπέρασμα τοῦ πρώτου, πρότασις δὲ τούτου καὶ ‘τὸ Α κατ’ οὐδενὸς τοῦ Δ’, ἔχων συμπέρασμα ‘τὸ Γ κατ’ οὐδενὸς τοῦ Δ’. δύναται καὶ ἀνάπαλιν ὁ ἐπιβαλλόμενος εἶναι ἐν δευτέρῳ σχήματι ὁ δὲ ἐπιβάλλων ἐν τῷ πρώτῳ· οἷον τὸ Α κατ’ οὐδενὸς τοῦ Β, τὸ Α κατὰ παντὸς τοῦ Γ, τὸ Γ κατὰ παντὸς τοῦ Δ, τὸ Β ἄρα κατ’ οὐδενὸς τοῦ Δ. παρείαται μὲν γὰρ τὸ συμπέρασμα τοῦ πρώτου ὄντος ἐν δευτέρῳ σχήματι ὂν ‘τὸ Β κατ’ οὐδενὸς τοῦ Γ’· ἐκ δὲ τούτου 〈καὶ τοῦ〉 ‘τὸ Γ κατὰ παντὸς τοῦ Δ’ ἐν πρώτῳ συνάγεται ‘τὸ Β οὐδενὶ τῷ Δ’. τῇ αὐτῇ μεθόδῳ καὶ ἐκ τοῦ τρίτου σχήματος ἔστι καὶ ἐπιβάλλοντα καὶ ἐπιβαλλόμενον λαβεῖν καὶ πρὸς τῶν ἐν πρώτῳ τινὰ σχήματι1 καὶ πρὸς τῶν ἐν δευτέρῳ· ἀλλὰ καὶ τοὺς ἐκ τῶν αὐτῶν σχημάτων πρὸς ἀλλήλους, τοὺς μὲν ἐν πρώτῳ πρὸς ἀλλήλους, τοὺς δὲ ἐν δευτέρῳ πρὸς ἀλλήλους, καὶ τοὺς ἐν τρίτῳ ὁμοίως. ἀλλὰ καὶ τρεῖς συλλογισμοὺς ἔστιν οὕτως λαβεῖν ἐκ τῶν τριῶν σχημάτων ἐπιβάλλοντάς τε καὶ ἐπιβαλλομένους κατὰ τὸ παραδεδομένον συνθετικὸν θεώρημα, ὃ οἱ μὲν περὶ Ἀριστοτέλη τῇ χρείᾳ παραμετρήσαντες παρέδοσαν, ἐφ’ ὅσον αὕτη ἀπῄτει, οἱ δὲ ἀπὸ τῆς Στοᾶς παρ’ ἐκείνων λαβόντες καὶ διελόντες ἐποίησαν ἐξ αὐτοῦ τὸ καλούμενον παρ’ αὐτοῖς δεύτερον θέμα καὶ τρίτον καὶ τέταρτον, ἀμελήσαντες μὲν τοῦ χρησίμου πᾶν δὲ τὸ ὁπωσοῦν δυνάμενον λέγεσθαι ἐν τῇ τοιαύτῃ θεωρίᾳ, κἂν ἄχρηστον ᾖ, ἐπεξελθόντες τε καὶ ζηλώσαντες. δέδεικται δὲ περὶ τούτων ἐν ἄλλοις. Δεικνὺς δέ, πότε ἐστὶ τὸ διὰ [τὸ διὰ] προσυλλογισμῶν, διὰ πλειόνων συνεχῶν μέσων εἶπεν, οἷον τὸ Α διὰ τῶν Γ, Δ. εἰ γὰρ εἴη συμπέρασμα μὲν ὂν τὸ Α, δεικνύοιτο δὲ τοῦτο διὰ μέσων τῶν Γ, Δ, τοῦ μὲν Α κατὰ τοῦ Γ τοῦ δὲ Γ κατὰ τοῦ Δ τοῦ δὲ Δ κατὰ τοῦ Β, διὰ προσυλλογισμῶν μὲν ἔσται, ἂν πρῶτον τὸ Α κατὰ τοῦ Δ συλλογισάμενος διὰ τοῦ Γ, εἶτα τὸ Δ κατὰ τοῦ Β λαβὼν ἢ καὶ αὐτὸ συλλογισάμενος διὰ τοῦ Ε λάβῃ τὰ Α, Δ συμπεράσματα2 προτάσεις δεικτικὰς τοῦ Α συμπεράσματος, διὰ δὲ πλειόνων μέσων συνεχῶν, ἂν ἁπλῶς λαβὼν τὸ Α κατὰ τοῦ Γ, τὸ Γ κατὰ τοῦ Δ, τὸ Δ κατὰ τοῦ Β ἐπενέγκω ἐπὶ τούτοις ‘τὸ Α ἄρα κατὰ τοῦ Β’· αὕτη γὰρ ἡ διαφορὰ τοῦ τε διὰ προσυλλογισμῶν καὶ τοῦ διὰ πλειόνων μέσων συνεχῶν.

因为次序在先且结论被省略的是被重叠的推论,其结论是“Α属于一切Γ”;而重叠的推论则是从被省略的“Α属于Γ”和“Γ属于Δ”中得到证明的推论,其结论是“所以Α属于Δ”。因此,在所举的例子中,重叠的推论和被重叠的推论都处于第一格。但是按照这种途径,第二格的推论也可以重叠于第一格的推论之上。因为如果设定Α属于一切Β,Β属于一切Γ,Α不属于任何Δ,那么被重叠的推论产生于第一格,其结论是ΑΓ;而重叠于其上的推论则处于第二格,它拥有“Α属于一切Γ”这一前提(这是第一个推论应当被省略的结论),并且它的前提中还有“Α不属于任何Δ”,其结论是“Γ不属于任何Δ”。相反地,被重叠的推论也可以处于第二格,而重叠的推论处于第一格;例如:Α不属于任何Β,Α属于一切Γ,Γ属于一切Δ,所以Β不属于任何Δ。因为处于第二格的第一个推论的结论“Β不属于任何Γ”被省略了;而由这个结论与“Γ属于一切Δ”结合,在第一格中推导出了“Β不属于任何Δ”。依照同样的方法,从第三格中也既可以选取重叠的推论,也可以选取被重叠的推论,既可以相对于第一格推论中的某一个,也可以相对于第二格推论中的某一个;不仅如此,相同诸格的推论相互之间也是如此:第一格推论相互之间,第二格推论相互之间,第三格推论同样相互之间。甚至还可以根据流传下来的合成定理,像这样从三个格中选取三个相互重叠与被重叠的推论;亚里士多德学派的人根据实用需要来衡量这一定理,仅在其所要求的限度内将其传授下来,而斯多亚学派的人则从他们那里接受过来并加以细分,由此制造出了在他们那里被称为第二、第三和第四主题的内容,他们忽视了有用性,而对在这一理论中无论如何能够被言说的一切,哪怕毫无用处,也加以详尽探讨并热心追求。关于这些在其他著作中已有论证。 另一方面,他在说明何时是通过前推论时说,通过连续的多个[中]项,例如通过Γ和Δ得出Α。因为如果结论是Α,并且这是通过中项Γ和Δ得到证明,即Α属于Γ,Γ属于Δ,Δ属于Β,那么如果我们首先通过Γ推导出Α属于Δ,然后选取Δ属于Β或者也通过Ε推导出了这一点,并将结论Α和Δ选取为证明结论Α的前提,这就是通过前推论;但如果我们只是单纯地选取Α属于Γ,Γ属于Δ,Δ属于Β,并在此之上加上“所以Α属于Β”,这就是通过连续的多个中项。因为这就是通过前推论与通过连续的多个中项之间的区别。

语法注2 条
  1. 2.178πρὸς τῶν ἐν πρώτῳ τινὰ σχήματι

    介词 πρός 直接支配位于其后的宾格代词 τινά(“[推论中的]某一个”),而部分性属格短语 τῶν ἐν πρώτῳ σχήματι(“处于第一格之物中的”)被插入在介词与其宾语之间,构成了倒装分离(hyperbaton)。此处 πρός 并不支配属格,而是带宾格表示“相对于处于第一格之物中的某一个”。

  2. 2.178ἂν πρῶτον τὸ Α κατὰ τοῦ Δ συλλογισάμενος διὰ τοῦ Γ, εἶτα τὸ Δ κατὰ τοῦ Β λαβὼν ἢ καὶ αὐτὸ συλλογισάμενος διὰ τοῦ Ε λάβῃ τὰ Α, Δ συμπεράσματα

    在由连词 ἄν 引导的条件从句中,谓语动词是置于末尾的虚拟式 λάβῃ。此前出现的分词 συλλογισάμενος(“在推导之后”)以及 λαβὼν ἢ ... συλλογισάμενος(“在选取或……推导之后”)皆为与主语一致的情状分词,表示在主述动词 λάβῃ 动作之前先行完成的动作。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:283.24-284.29