- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:282.14-283.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《前分析篇》42b5的注解。亚历山大区分了带有前推论的证明与省略中间结论而使前提连续的连锁推论(sorites),并分别联系合成定理以及晚近学者关于“重叠与被重叠推论”的概念进行了阐释。
" Ὅταν δὲ διὰ προσυλλογισμῶν περαίνηται ἢ διὰ πλειόνων μέσων μὴ συνεχῶν." Εἰπὼν δύο εἶναι τὰς προσεχεῖς προτάσεις ἐν παντὶ συλλογισμῷ τὰς κυρίως δεικνυούσας τὸ προκείμενον συμπέρασμα καὶ διὰ τοῦτο ἀρτίους, καὶ τρεῖς ὅρους τοὺς τοιούτους, ἐξ ὧν αἱ δύο προτάσεις, διὸ καὶ περιττοὺς καὶ ἑνὶ πλείους τοὺς ὅρους τῶν προτάσεων, νῦν λέγει, εἰ μηκέτι μόνον αἱ κύριαι καὶ προσεχεῖς λαμβάνοιντο προτάσεις,1 ἀλλ’ εἶεν μὲν καὶ αὗται συμπεράσματα ἄλλων τῷ μὴ εἶναι ἀναπόδεικτοι, λαμβάνοιντο δὲ καὶ αἱ τῶν προτάσεων τούτων δεικτικαὶ προτάσεις. τοῦτο γάρ ἐστι διὰ προσυλλογισμῶν, ὅταν ὦσιν αἱ προσεχεῖς καὶ κύριαι τοῦ προκειμένου συμπεράσματος προτάσεις καὶ αὐταὶ δεικνύμεναι μετὰ συλλογισμῶν· οἱ γὰρ τῶν εἰς δεῖξιν τινος συμπεράσματος λαμβανομένων προτάσεων δεικτικοὶ συλλογισμοὶ προσυλλογισμοὶ γίνονται τοῦ τελευταίου καὶ ἐκ τούτων γινομένου συλλογισμοῦ. διὰ προσυλλογισμοῦ μὲν οὖν λέγει, ὅταν ἑκατέραν τῶν προτάσεων τῶν κυρίων τῶν τελευταίου συλλογισμοῦ πρῶτον διὰ τῶν οἰκείων προτάσεων συλλογισάμενοι καὶ ποιήσαντες συμπεράσματα τὰς προτάσεις οὕτως αὐτὰς λάβωμεν εἰς τὴν δεῖξιν τοῦ προκειμένου. οἷον εἰ εἴη ἐκ τῶν Α, Γ δεικνύμενόν τι προσεχῶς, αὐτὰ δὲ ταῦτα τὸ μὲν Α διὰ τῶν Α, Β δεικνύοιτο τὸ δὲ Γ διὰ τῶν Γ, Δ· ὅταν γὰρ συλλογισάμενοι πρῶτον τὸ Α εἶτα τὸ Γ τότε λάβωμεν τὸ Α καὶ Γ ὡς δεικτικὰ τοῦ Α, διὰ προσυλλογισμῶν τὴν δεῖξιν ποιούμεθα. οὐδὲν δὲ διαφέρει, ἄν ἐν ᾧ δήποτε σχήματι ὦσιν οἱ προσυλλογισμοὶ γεγονότες· ὁ γὰρ αὐτὸς λόγος, ἄν τε ἐν τῷ αὐτῷ ἄν τε ἐν διαφόροις. Τὸ δὲ διὰ πλειόνων μέσων συνεχῶν ἔστιν, ὅταν συνεχεῖς ἐφεξῆς προτάσεις πλείονας λαβόντες μηκέτι τὰ γινόμενα ἐξ αὐτῶν συμπεράσματα ἐκλαμβάνοντες τούτοις ὡς δεικτικοῖς τοῦ προκειμένου χρησώμεθα, ἀλλὰ πάσας τὰς προτάσεις λαμβάνωμεν ὡς δεικτικὰς τοῦ προκειμένου· ὅταν γὰρ οὕτως ποιῶμεν, δυνάμει προσυλλογιζόμεθα, οὐκ ἐνεργείᾳ. οἷον εἰ λάβοιμεν τὸ Α κατὰ τοῦ Β, τὸ Β κατὰ τοῦ Γ, τὸ Γ κατὰ τοῦ Δ, τὸ Δ κατὰ τοῦ Ε, τὸ Α ἄρα κατὰ τοῦ Ε· συνεχεῖς γὰρ ἐνταῦθα τὰς προτάσεις λαβόντες καὶ οὐκ ἐπεκλαβόντες 〈τὰ〉 ἐπ’ αὐταῖς γινόμενα συμπεράσματα χρώμεθα πᾶσιν αὐτοῖς ὡς ἐκ τούτων ὁμοίως πάντων συναγομένου τοῦ Α Ε συμπεράσματος. ἐν τῇ τοιαύτῃ τῶν προτάσεων συνεχείᾳ τό τε συνθετικόν ἐστι θεώρημα, περὶ οὗ προειρήκαμεν, καὶ οἱ καλούμενοι ὑπὸ τῶν νεωτέρων ἐπιβάλλοντες τε καὶ ἐπιβαλλόμενοι. τὸ μὲν οὖν συνθετικὸν θεώρημα εἴη ἂν ἐν τοῖς ἐκ προσυλλογισμῶν· ὅταν γὰρ ἔκ τινων συναγόμενόν τι ληφθὲν ὡς συμπέρασμα μετὰ τινὸς ἢ τινῶν ᾖ πάλιν συνάγον τι, ‘καὶ τὰ συνακτικὰ αὐτοῦ, μεθ’ οὗ ἢ μεθ’ ὧν συνῆγέ τι ἐκεῖνο, καὶ αὐτὰ τὸ αὐτὸ συνάξει’. οἱ δὲ ἐπιβάλλοντές τε καὶ ἐπιβαλλόμενοι καλούμενοι εἶεν ἂν ἐν ταῖς συνεχῶς λαμβανομέναις προτάσεσι χωρὶς τῶν συμπερασμάτων· ἐπιβαλλόμενοι μὲν γάρ εἰσιν, ὧν παρείαται2 τὸ συμπέρασμα, ἐπιβάλλοντες δέ, ὧν ἡ δεικτικὴ πρότασις παρείαται. τὰ γὰρ συμπεράσματα τὰ παραλειπόμενα τῶν ἐπιβαλλομένων συλλογισμῶν, οἵ εἰσι πρῶτοι τῇ τάξει, προτάσεις εἰσὶ δεικτικαὶ τῶν ἐπιβαλλόντων, οἵ εἰσι δεύτεροι τῇ τάξει, οἷον τὸ Α κατὰ παντὸς τοῦ Β, τὸ Β κατὰ παντὸς τοῦ Γ, τὸ Γ κατὰ παντὸς τοῦ Δ, τὸ Α κατὰ παντὸς τοῦ Δ.
“然而,当它通过前推论或者通过不连续的多个[中]项得出结论时。” 在说明了在每一个推论中,主要证明所提结论的直接前提是两个并因此是偶数,而构成这两个前提的这类项是三个并因此是奇数且比前提多一个之后,他现在说明如果不再仅仅选取主要且直接的前提,而是这些前提本身由于并非不可证明也是其他前提的结论,并且证明这些前提的前提也被选取时的情形。因为这就是“通过前推论”,即当针对所提结论的直接且主要的前提本身也是伴随着推论被证明的时候;因为用于证明某个结论所选取的那些前提的证明性推论,就成了最后的推论即由这些前提产生的推论的前推论。因此,他说“通过前推论”,是指当我们首先通过各自固有前提推导出了最后推论的每一个主要前提,并将这些前提变成了结论之后,再为了证明所提问题而选取它们的时候。例如,如果某物直接由Α和Γ证明,而就这些本身而言,Α通过Α和Β证明,Γ通过Γ和Δ证明;因为当我们首先推导出了Α,然后推导出了Γ,这时再选取Α和Γ作为Α的证明时,我们就是通过前推论在进行证明。而且,前推论无论产生于哪一种格,都毫无区别;因为无论在相同的格还是在不同的格中,道理都是一样的。另一方面,“通过连续的多个[中]项”是指,当我们连续地相继选取多个前提,不再抽取由它们产生的诸结论并把这些结论用作所提问题的证明,而是把所有前提都选取为所提问题的证明的时候;因为当我们这样做时,我们是在潜能上而不是在现实上运用前推论。例如,如果我们设定Α属于Β,Β属于Γ,Γ属于Δ,Δ属于Ε,所以Α属于Ε;因为在这里,我们连续地选取了各前提,而没有抽取基于它们产生的结论,就把它们全部加以使用,就好像结论ΑΕ同样是由所有这些前提共同推导出来的一样。在前提的这种连续性中,既有我们此前谈到过的合成定理,也有被晚近学者称为重叠与被重叠的推论。合成定理存在于由前推论构成的论证中;因为每当由某些前提推导出的某个东西作为结论被选取,并与一个或若干个前提一起再次推导某物时,“它的推导前提,与该结论同之一起推导某物的那一个或若干个前提相结合,其本身也将推导出相同的东西”。而被称作重叠与被重叠的推论,则存在于不带结论而连续选取的前提之中;因为结论被省略的是被重叠的推论,而证明性前提被省略的是重叠的推论。因为在次序上在先的被重叠推论的被省略结论,就是在次序上在后的重叠推论的证明性前提,例如:Α属于一切Β,Β属于一切Γ,Γ属于一切Δ,所以Α属于一切Δ。
- 2.178νῦν λέγει, εἰ μηκέτι μόνον αἱ κύριαι καὶ προσεχεῖς λαμβάνοιντο προτάσεις
条件/间接疑问从句 εἰ μηκέτι... 接在主动词 λέγει 之后,引出所要讨论的新情况。它与前面的分词短语 Εἰπὼν δύο εἶναι... 形成对比,构成整个长句的骨架:在说明了直接前提是两个之后,现在论述如果不再仅仅选取直接前提时的情况。
- 2.178ἐπιβαλλόμενοι μὲν γάρ εἰσιν, ὧν παρείαται τὸ συμπέρασμα, ἐπιβάλλοντες δέ, ὧν ἡ δεικτικὴ πρότασις παρείαται
这是关于被重叠推论(ἐπιβαλλόμενοι,被动)与重叠推论(ἐπιβάλλοντες,主动)的定义分句。动词 παρείαται 是 παρίημι(省略、忽略)的完成时被动第三人称复数形式(带有古风/伊奥尼亚式的 -αται 词尾),与关系代词属格 ὧν 搭配,分别规定了“其结论被省略的”与“其证明性前提被省略的”推论之间的关系。
