- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:281.3-282.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德《前分析篇》卷一第25章(42a35–42b1)进行阐释,说明单一推论中的“主要前提”为偶数(两个)且项为奇数(三个)的含义,并分析了复合推论和连锁推论中前提与结论的衔接结构。
" Φανερὸν οὖν, ὡς, ἐν ᾧ λόγῳ συλλογιστικῷ μὴ ἄρτιαί εἰσιν αἱ προτάσεις, δι’ ὧν γίνεται τὸ συμπέρασμα τὸ κύριον." Τὸ μὲν ἄρτιαι ἀντὶ τοῦ ‘δύο’· ἔδειξε γάρ, ὅτι ἐκ τριῶν ὅρων καὶ δύο προτάσεων πᾶς ἁπλοῦς καὶ εἷς συλλογισμός. τὸ δὲ συλλογιστικῷ προσέθηκεν, ὅτι εἰσί τινες καὶ ἐπακτικοὶ λόγοι, οἳ καὶ αὐτοὶ μὲν γίνονται διὰ προτάσεων, οὐ μὴν δύο ἐξ ἀνάγκης. ἀλλὰ καὶ τὸ δι’ ὧν γίνεται τὸ συμπέρασμα τὸ κύριον δηλωτικόν ἐστι τῶν προτάσεων τῶν προσεχῶν, δι’ ὧν [ἦν] τὸ προκείμενον συμπέρασμα προσεχῶς δείκνυται· οὐδὲν γὰρ κωλύει τῶν προσεχῶν τῷ δεικνυμένῳ προτάσεων εἶναί τινα συμπέρασμα ἄλλων τινῶν προτάσεων,1 ὡς ἐπὶ τῶν συνθέτων ἐδείχθη συλλογισμῶν.
“由此显然,在主要结论由之产生的那些前提不是偶数的推论性论证中,” “偶数”是用来代替“二”的;因为他表明了,一切单纯且单一的推论都是由三个项和两个前提构成的。他之所以加上“推论性”,是因为也存在某些归纳性的论证,它们本身固然也是通过前提构成的,但并不必然是两个前提。而且,“主要结论由之产生的”这句话指明了那些直接的前提,所提出的结论正是通过它们被直接证明的;因为正如在复合推论的情形中所表明的那样,对于被证明者而言直接的前提中的某一些,完全可以是另一些前提的结论,这并不受任何妨碍。
"Ἔνια γὰρ τῶν ἄνωθεν συμπερασμάτων ἀναγκαῖον εἶναι προτάσεις." Τοῦτ’ ἔστιν ‘ἔνια γὰρ τῶν ἄνωθέν τε καὶ πρώτως δεδειγμένων καὶ συμπερασμάτων ἐπ’ ἄλλαις προτάσεσι γεγονότων ἀναγκαῖον εἶναι τῶν μετὰ ταῦτα προτάσεις’· τὸ γὰρ ἄλλων συμπέρασμα προτάσεων οὐδὲν κεκώλυται ἄλλου συμπεράσματος πάλιν αὐτὸ εἶναι πρότασιν συνακτικήν. εἰ δὲ μὴ δύο εἶεν αἱ τοιαῦται προτάσεις, δι’ ὧν γίνεται τὸ προσεχῶς γινόμενον συμπέρασμα, φανερόν φησιν ἐκ τῶν προειρημένων εἶναι, ὅτι οὗτος ὁ λόγος ἢ οὐ συλλελόγισται ἢ πλείω τῶν ἀναγκαίων ἠρώτηκε πρὸς τὴν θέσιν. εἰ μὲν γὰρ μήτε τὸ Α καὶ τὸ Β συνάγοιέν τι μήτε τὸ Γ καὶ τὸ Δ, ἃ ἦν συνακτικὰ τοῦ Ε κείμενα, οὐδ’ ὅλως ἂν εἴη συλλογισμὸς γινόμενος· εἰ δ’ ἄλλα τινὰ συλλογίζοιτο, οὐ τοῦ προκειμένου ἂν εἴη συλλογισμὸς γινόμενος. εἰ δὲ τὰ μὲν δύο τὸ Ε δεικνύοι τὰ δὲ δύο ἢ ἄλλο τι ἢ [εἰ] μηδέν, μάτην ἂν εἴη εἰλημμένα κατὰ ἀμφότερα· εἰ μὲν γὰρ ἄλλο τι, πλείους οἱ συλλογισμοί, εἰ δὲ μηδέν, μάτην ἂν εἴη εἰλημμένα· μάτην δὲ ὡς πρὸς τὴν τοῦ Ε δεῖξιν, καὶ εἰ ἄλλο τι ἔξωθεν συνάγοιτο ὑπ’ αὐτῶν· κατὰ τοῦτο δὲ πλείους ἂν εἶεν τῶν ἀναγκαίων εἰλημμέναι.
“因为在上面的结论中,有些必然是前提。” 这就是说:“因为在上面被首先证明的事物中,在基于其他前提而产生的结论中,有些必然是其后事物的各前提”;因为其他前提的结论自身再次成为推导另一结论的前提,这不受任何妨碍。他说,如果直接产生的结论由之产生的那些前提不是两个,那么从前述内容中显然可知,这个论证要么没有作出推论,要么为了确立论题而索求了多于必需的前提。因为如果Α和Β没有推导出任何东西,被设定用来推导Ε的Γ和Δ也没有推导出任何东西,那么就根本没有任何推论产生;如果它们推导出某些别的东西,产生的推论也不会是关于所提问题的推论。而如果其中两个证明了Ε,另外两个要么证明了别的某种东西要么什么也没有证明,那么在两种情形下它们都是徒劳地被选取的;因为如果证明了别的某种东西,推论就不仅是一个;如果什么也没有证明,它们就是徒劳地被选取的;并且即使由它们推导出了某种外来的别的东西,相对于Ε的证明而言它们也是徒劳的;而在这方面,被选取的前提就会多于必需的前提。
"Κατὰ μὲν οὖν τὰς κυρίας προτάσεις λαμβανομένων τῶν συλλογισμῶν." Κυρίας προτάσεις λέγει τὰς προσεχῶς δεικνυούσας καὶ συλλογιζομένας τὸ προκείμενον, ἃς ἔδειξεν οὔσας δύο. τοῦτο δὴ λέγει καὶ νῦν, ὅτι, εἰ τὰς κυρίας τοῦ συμπεράσματος καὶ προσεχῶς αὐτὸ δεικνυούσας λαμβάνομεν, ἔσονται ἐν παντὶ συλλογισμῷ προτάσεις μὲν δύο (τὸ γὰρ ἄρτιοι τῶν δύο σημαντικὸν εἴληφε πάλιν) ὅροι δὲ περιττοί· τρεῖς γὰρ ἐδείχθησαν ὄντες, ἐξ ὧν αἱ προσεχεῖς προτάσεις. ὅτι δὲ τὰ τρία τῶν δύο ἑνὶ ὑπερέχει, δῆλον. ἀλλὰ καὶ ὅτι τὰ συμπεράσματα ἡμίση τῶν προτάσεων τῶν προσεχῶς δεικτικῶν, δῆλον· δύο μὲν γὰρ αἱ προτάσεις, ἓν δὲ τὸ ἐξ αὐτῶν συμπέρασμα. ὁ γὰρ λαβὼν τὸ Α κατὰ τοῦ Β, τὸ Β κατὰ τοῦ Γ, τὸ Γ κατὰ τοῦ Δ καὶ συμπερανάμενος ‘τὸ Α ἄρα κατὰ τοῦ Δ’ οὐ διὰ κυρίων οὐδὲ διὰ προσεχῶν προτάσεων ἔδειξε τὸ συμπέρασμα·2 κύριαι γὰρ καὶ προσεχεῖς ἡ ‘τὸ Α κατὰ τοῦ Γ’ καὶ ‘τὸ Γ κατὰ τοῦ Δ’, αἱ δὲ Α καὶ Β δεικτικαὶ προσεχῶς τοῦ Α, ὃ συμπέρασμα τούτων ὂν πρότασις προσεχῶς γίνεται δεικτικὴ [πρότασις] τοῦ Α συμπεράσματος.
“因此,当推论按照主要前提被选取时,”他说“主要前提”,是指直接证明并推导出所提问题的前提,他已经表明这些前提是两个。这确实也就是他现在所说的:如果我们选取结论的主要前提即直接证明该结论的前提,那么在每一个推论中,前提将是两个(因为他再次将“偶数”理解为表示“二”),而项则是奇数的;因为直接前提由之构成的项被证明为三个。而三比二多一,这是显而易见的。而且,结论是直接证明的前提的一半,这也是显然的;因为前提是两个,而由它们得出的结论是一个。因为设定“Α属于Β,Β属于Γ,Γ属于Δ”并得出结论“所以Α属于Δ”的人,并没有通过主要前提也没有通过直接前提来证明这个结论;因为主要且直接的前提是“Α属于Γ”和“Γ属于Δ”,而前提Α和Β则是直接证明[中间结论]Α的,而作为它们结论的这个Α,又直接成为证明结论Α的各前提之一。
- 2.175οὐδὲν γὰρ κωλύει τῶν προσεχῶν τῷ δεικνυμένῳ προτάσεων εἶναί τινα συμπέρασμα ἄλλων τινῶν προτάσεων
在οὐδὲν κωλύει 所支配的宾格不定式结构中,不定式 εἶναι 的逻辑主语是不定代词宾格 τινα。属格短语 τῶν προσεχῶν τῷ δεικνυμένῳ προτάσεων 是修饰 τινα 的部分属格,通过倒装(hyperbaton)置于 τινα 之前。
- 2.177ὁ γὰρ λαβὼν τὸ Α κατὰ τοῦ Β, τὸ Β κατὰ τοῦ Γ, τὸ Γ κατὰ τοῦ Δ καὶ συμπερανάμενος ‘τὸ Α ἄρα κατὰ τοῦ Δ’ οὐ διὰ κυρίων οὐδὲ διὰ προσεχῶν προτάσεων ἔδειξε τὸ συμπέρασμα
全句的主语是由冠词引导的长大分词短语 ὁ λαβὼν ... καὶ συμπερανάμενος ...,在包孕了三个前提和一个结论之后引向主动词 ἔδειξε。宾语是 τὸ συμπέρασμα,并由表示方式手段的否定介词短语 οὐ διὰ κυρίων οὐδὲ διὰ προσεχῶν προτάσεων 加以修饰。
