- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:280.9-281.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《前分析篇》42a24中关于从前提Α和Β推导出非预期的结论Ε时的各种情形的分类与驳斥,并论证了为何一切推论本质上都由三个项和两个前提构成,进而说明这何以奠定了仅存在三个格。
" Εἰ δ’ ἐκ τῶν Α, Β μὴ τὸ Ε ἀλλ’ ἄλλο τι γίνεται." Πρότερον λαβὼν ἐκ τῶν Α, Β προτάσεων συνάγεσθαι τὸ Ε καὶ περὶ τῶν Γ, Δ ποιησάμενος τὸν λόγον νῦν ζητεῖ, εἰ μὴ εἴη τὸ Ε συναγόμενον ἐκ τῶν Α, Β, ἄλλο δέ τι. ἂν δή, φησίν, ὑπὸ τῶν Α, Β ἄλλο τι καὶ μὴ τὸ Ε συνάγηται, ἐκ δὲ τῶν Γ, Δ ἢ τὸ ἕτερον τῶν Α, Β ἤ τι ἄλλο ἔξωθεν, οἵ τε συλλογισμοὶ πλείους1 (πλείω γὰρ καὶ τὰ συμπεράσματα, τὸ μὲν ἐπὶ τοῖς Α, Β τὸ δὲ ἐπὶ τοῖς Γ, Δ, εἴτε τὸ Α ἢ τὸ Β εἴη τοῦτο εἴτε ἄλλο τι ἔξωθεν), καὶ ἔτι οὐ τὸ προκείμενον ἔσται δεικνύμενον καὶ συναγόμενον· ἔκειτο γὰρ τὸ Ε συμπέρασμα εἶναι. εἰ δὲ τὰ μὲν Α, Β εἴη συνάγοντα ἔξωθέν τι, τὰ δὲ Γ, Δ μηδὲν εἴη δεικνύντα, ὁ μὲν συλλογισμὸς εἷς ἔσται, ἀλλ’ οὐ τοῦ προκειμένου· οὐ γὰρ τὸ Ε ἐδείχθη ὑπὸ τῶν Α, Β ἀλλὰ ἄλλο τι· τὰ δὲ Γ, Δ “μάτην ἔσται εἰλημμένα” καὶ κείμενα. ὁ δὲ αὐτὸς λόγος, καὶ εἰ τὰ μὲν Γ, Δ εἴη ἔξωθέν τι συνάγοντα τὰ δὲ Α, Β μηδέν. ἢ τὸ εἰ δὲ μὴ γίνεται ἐκ τῶν Γ, Δ μηδὲν γέγραπται ἀντὶ τοῦ ‘εἰ δὲ μὴ γίνεται ἐκ τῶν Α, Β μηδέν’·2 περὶ μὲν γὰρ τῶν Γ, Δ ἔφθασε τοῦτο εἰρῆσθαι, περὶ δὲ τῶν Α, Β ἔλιπεν ἔτι ῥηθῆναι. εἰ γὰρ μὴ οὕτως ἔχοι, δὶς μὲν ἔσται τὸ αὐτὸ περὶ τῶν Γ, Δ λεγόμενον, περὶ δὲ τῶν Α, Β παρειμένον. δείξας δὲ ταῦτα ἐπιφέρει εὐλόγως, ὅτι πᾶς συλλογισμὸς διὰ τριῶν ὅρων καὶ διὰ προτάσεων δύο· καὶ γὰρ οἱ σύνθετοι συλλογισμοὶ τὰς προσεχῶς δεικνυούσας προτάσεις δύο ἔχουσιν. οἱ γὰρ τρεῖς ὅροι δύο ποιοῦσι προτάσεις, ἐκτὸς εἰ μὴ καὶ ἀντιστροφὴ γίνοιτό τινος3 τῶν προτάσεων ἢ καὶ ἀμφοτέρων· οὕτως γὰρ δόξουσι πλείους προτάσεις ἐκ τριῶν ὅρων γίνεσθαι. ἐλαμβάνομεν δὲ τὰς ἀντιστροφὰς πρὸς τὴν τελείωσιν τῶν ἀτελῶν συλλογισμῶν· οὗτοι δ’ ἦσαν οἱ ἐν δευτέρῳ τε καὶ τρίτῳ σχήματι. ἀλλὰ καὶ ἐπ’ ἐκείνων ἐκ δύο προτάσεων ὁ συλλογισμός· τὴν γὰρ ἀντιστρέφουσαν ἐλαμβάνομεν ἀντὶ τῆς, πρὸς ἣν ἀντέστρεφε,4 πρὸς τὸ δεῖξαι τὸ συμπέρασμα ἀλλ’ οὐκ ἀμφοτέρας. ἀναγκαίως δὲ ἐκ τριῶν ὅρων πάντα συντελούμενον δείκνυσι συλλογισμόν· χρήσιμον γὰρ αὐτῷ πρὸς τὸ τρία σχήματα μόνα εἶναι· τριῶν γὰρ ὄντων ὅρων ἡ τοῦ μέσου θέσις οὐκ ἄλλως ἕξει πρὸς τοὺς ἄκρους παρὰ τὴν ἐν τοῖς τρισὶ σχήμασι κειμένην σχέσιν αὐτοῦ πρὸς αὐτούς.
“但是,如果从Α和Β产生的不是Ε而是别的某种东西。” 他此前设定了从前提Α和Β中推导出Ε,并讨论了Γ和Δ,现在则探讨如果从Α和Β中推导出的不是Ε而是别的某种东西,情况会如何。他说,如果由Α和Β推导出的是别的某种东西而非Ε,而从Γ和Δ中推导出的或者是Α和Β中的一个,或者是外来的某种别的东西,那么推论就会有多个(因为结论也是多个,一个在Α和Β那里,另一个在Γ和Δ那里,不论这结论是Α或Β,还是外来的某种别的东西),而且进一步说,所提出的问题将得不到证明和推导;因为曾设定Ε是结论。但是,如果Α和Β推导出某种外来的东西,而Γ和Δ什么也没有证明,那么推论将是一个,但不是关于所提问题的推论;因为由Α和Β所证明的并不是Ε而是别的某种东西,而Γ和Δ将是“徒劳地被选取”和设定的。同样的道理也适用于Γ和Δ推导出外来的某种东西而Α和Β什么也没有推导出的情况。或者,“如果从Γ和Δ中什么也没有产生”这句话是用来代替“如果从Α和Β中什么也没有产生”而写的;因为关于Γ和Δ这一点已经被说过了,但关于Α和Β这一点仍有待说明。因为如果不这样,同样的事情对于Γ和Δ将被说了两次,而对于Α和Β则被忽略了。在表明了这些之后,他顺理成章地补充说,一切推论都是通过三个项和通过两个前提构成的;因为复合推论也具有直接起证明作用的两个前提。因为三个项构成两个前提,除非其中一个前提甚至两个前提都发生了换位;因为只有这样,三个项似乎才会产生更多前提。但是,我们此前采用换位是为了使不完全推论完全化;而这些推论是第二和第三格中的推论。然而即使在那些情况下,推论也是由两个前提构成的;因为为了证明结论,我们采用的是换位后的前提,来代替它所由以换位的前提,而不是两者都采用。他必然地表明一切推论都是由三个项构成的;因为这有助于他证明只有三个格;因为在有三个项的情况下,中项的位置相对于两端项的关系,不会有别于在三个格中所设定的它对它们的关系。
- 2.174ἂν δή, φησίν, ὑπὸ τῶν Α, Β ἄλλο τι καὶ μὴ τὸ Ε συνάγηται, ἐκ δὲ τῶν Γ, Δ ἢ τὸ ἕτερον τῶν Α, Β ἤ τι ἄλλο ἔξωθεν, οἵ τε συλλογισμοὶ πλείους
这是由“ἂν δή...”引导的条件从句所带的主句结构:“οἵ τε συλλογισμοὶ πλείους [ἔσονται]... καὶ ἔτι οὐ τὸ προκείμενον ἔσται...”。在“πλείους”处需要补充省略的系动词(ἔσονται),并通过“τε... καί”并列了两个后承结论:一是推论将变为多个,二是所提结论得不到证明。
- 2.174ἢ τὸ εἰ δὲ μὴ γίνεται ἐκ τῶν Γ, Δ μηδὲν γέγραπται ἀντὶ τοῦ ‘εἰ δὲ μὴ γίνεται ἐκ τῶν Α, Β μηδέν’
中性单数冠词“τὸ”将所引用的从句“εἰ δὲ μὴ γίνεται ἐκ τῶν Γ, Δ μηδέν”整体名词化,作为被动动词“γέγραπται”的主语,其后接介词短语“ἀντὶ τοῦ [ῥητοῦ]...”,表达一种文本校勘或解释性的构拟。
- 2.174ἐκτὸς εἰ μὴ καὶ ἀντιστροφὴ γίνοιτό τινος
“ἐκτὸς εἰ μή”是除外词与否定词结合的习惯用法,意为“除非”,它与祈愿语气动词“γίνοιτο”一同引出主句命题(三个项构成两个前提)的例外情况。
- 2.174τὴν γὰρ ἀντιστρέφουσαν ἐλαμβάνομεν ἀντὶ τῆς, πρὸς ἣν ἀντέστρεφε
名词化分词“τὴν ἀντιστρέφουσαν”指换位得出的前提,并通过“ἀντὶ τῆς [προτάσεως], πρὸς ἣν ἀντέστρεφε”与换位原本所依据的前提相对照;介词短语“πρὸς ἣν”表示换位的对应关系。
