← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§278.20-280.8

非必然前提被引入论证的各种原因

针对亚里士多德关于推论的论述(42a8),亚历山大详细阐释了不构成必然推论的前提在论证中所起的作用,通过具体实例说明它们是如何出于归纳、隐匿结论、扩充修饰或使之清晰等目的而被引入的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.173#2

εἰ δὲ μήτε τοῦ Ε τὰ Γ, Δ μήτε τῶν Α, Β τοῦ ἑτέρου εἴη συλλογιστικά, ἄλλο δέ τι συλλογίζοιτο, πλείους τε ὁμοίως ἔσονται οἱ συλλογισμοὶ καὶ ἀσύναπτοι καὶ οὐδὲν κοινὸν πρὸς ἀλλήλους ἔχοντες· οὔτε γὰρ αὐτὰ τὰ Γ, Δ συνῆπται τῷ Ε οὔτε τὸ δεικνύμενον ἐξ αὐτῶν, εἴ γε τὰ μὲν Α, Β τοῦ Ε δεικτικά ἐστι, τὰ δὲ Γ, Δ ἔξωθέν τινος ἄλλου καὶ οὔτε τοῦ Ε οὔτε τῶν Α, Β τινός. Εἰ δὲ μηδ’ οὕτως ἔχοιεν πρὸς ἀλλήλας αἱ Γ, Δ προτάσεις, ὡς ἐχουσῶν συλλογιστικῶς τι συνήγετο,1 οὐκ ἀναγκαίως ἔσονται εἰλημμέναι (καὶ γὰρ χωρὶς τοῦ ληφθῆναι αὐτὰς τὸ Ε συνήγετο ἂν ἐκ τῶν Α, Β), ἀλλ’ ἢ μάτην ἔσται εἰλημμένα, τοῦτ’ ἔστι παρελκόντως καὶ ἀχρήστως, εἰ μὴ ἐπαγωγῆς χάριν ὡς πιστώσασθαί τι τῶν τοῦ Ε δεικτικῶν δι’ αὐτῶν (〈οὐ〉 γὰρ ἔτι ἐν τῇ ἐπαγωγῇ τὰ δεικτικά τινος τὰ μὲν ὡς ὅλα ἐστὶ τὰ δὲ ὡς μέρος· οὐδὲ γὰρ συλλογίζεται τι) ἢ κρύψεως χάριν ὡς διὰ τὴν τούτων παράθεσιν τὸν προσδιαλεγόμενον συγχωρεῖν ῥᾷον ταῖς συλλογιστικαῖς τοῦ προκειμένου προτάσεσι τῷ ταύτας ἐν μέσῳ τιθεμένας ἀποκρύπτειν καὶ μὴ ἐᾶν τὸ συμβησόμενον ἐκ τῶν συγχωρηθέντων καταφανὲς γίνεσθαι καὶ γνώριμον. ῥᾷον γὰρ οἱ οὐκ εἰδότες τὸ συναχθησόμενον ἐκ τῶν συγχωρηθέντων συγχωροῦσιν, ὃ ποιοῦσιν αἱ κρύψεως χάριν τοῦ συμπεράσματος ἔξωθεν ἐπιβαλλόμεναι προτάσεις· τοῦτο δὲ ποιοῦσιν οἱ διαλεκτικοί τε καὶ σοφισταί. τὸ δὲ ἤ τινος ἄλλου εἶπεν ἀντὶ τοῦ ὄγκου καὶ αὐξήσεως ἢ τοῦ σαφέστερον εἶναι τὸν λόγον· αἱ γὰρ παρὰ τὰς ἀναγκαίας προτάσεις λαμβανόμεναι τούτων τινὸς χάριν εἰώθασι λαμβάνεσθαι, ὡς ἔδειξεν ἐν τῷ τελευταίῳ τῶν Τοπικῶν. δι’ ἐπαγωγῆς μὲν 〈οὖν〉, ὅταν ἡ καθόλου πρότασις δέηται πίστεως, ὡς ἐδείξαμεν ἐν τῷ συνάγοντι λόγῳ τὴν πολιτικὴν ἀγαθοῦ τινος ἐφίεσθαι· ἡ γὰρ πρότασις ἡ ‘πᾶσα μέθοδος ἀγαθοῦ τινος ἐφίεται’ δι’ ἐπαγωγῆς ἐδείκνυτο. ἀλλὰ καὶ ἐν τῷ συλλογιζομένῳ λόγῳ τὸν δίκαιον φρόνιμον ἡ πρότασις ἡ λέγουσα ἅπαντα τὸν τοῦ μὲν ὁμοίου οὐκ ἀξιοῦντα πλεῖον ἔχειν τοῦ δὲ ἀνομοίου φρόνιμον εἶναι δι’ ἐπαγωγῆς ἐδείκνυτο. αὐξήσεως δέ, ὅταν μηκῦναί τις τὸν λόγον βούληται, ὡς ποιοῦσι πολλάκις οἱ συγγραφεῖς· οὐ γὰρ ἀρκούμενοι ψιλαῖς μόναις ταῖς τοῦ προκειμένου δεικτικαῖς προτάσεσιν ἔξωθέν τινας ἐπεμβάλλουσι κόσμου τε χάριν καὶ ὄγκου τοῦ κατὰ τὸν λόγον ἢ τῶν ἐν ταῖς προτάσεσι κειμένων τι, ὁποῖόν ἐστι τὴν φύσιν, ἐξηγούμενοι ἤ τι ἄλλο ἐνείροντες τῷ λόγῳ. οἷον εἰ βουλόμενός τις δεῖξαι τὸ καλὸν ὠφέλιμον λάβοι πρότασιν τὴν ‘πᾶν καλὸν ἀγαθόν’, ἔπειτα περὶ τοῦ καλοῦ τινα προστιθείη λέγων τὸ καλὸν εἶναι καὶ ἐπαινετὸν τῇ αὑτοῦ φύσει καὶ δι’ αὑτὸ αἱρετόν· τὸ γὰρ καλὸν πρὸς ἑαυτὸ ἐπισπώμενον δι’ αὑτὸ αἱρετόν· ἀλλὰ μὴν καὶ τὴν πλείστην μοῖραν ἔχειν πρὸς εὐδαιμονίαν αὐτό. ὁ γὰρ μήτε εἰς κατασκευὴν τοῦ τὸ καλὸν αἱρετὸν εἶναι ταῦτα λαμβάνων τῷ μὴ ἀμφισβητεῖσθαι τοῦτο μήτε ὡς πρὸς τὴν δεῖξιν τοῦ προκειμένου ἄλλως δ’ αὐτὰ προστιθεὶς αὐξήσεως χάριν αὐτὰ προστίθησι τοῦ λόγου, ὄγκον τινὰ περιτιθεὶς αὐτῷ καὶ φεύγων τὸ ἐκ τῆς τέχνης ξηρόν τε καὶ ψιλόν. κρύψεως δέ φησιν ὑπὲρ τοῦ μὴ δυσχεραίνειν μηδὲ ἀνανεύειν τὸν ἀποκρινόμενον ἀλλὰ ῥᾷον τὸ φαινόμενον διδόναι μὴ συνορῶντα τὸ συμβησόμενον. οἷον εἰ βουλόμενός τις δεῖξαι, ὅτι ἡ ὑγεία ἀγαθόν, λαβὼν τὴν ὑγείαν ὠφέλιμον εἶναι τῷ ἀγαθῷ μὴ εὐθέως ἐρωτῴη, εἰ τὸ τῷ ἀγαθῷ ὠφέλιμον ἀγαθόν, διὰ τὸ μὴ δώσειν τὸν ἀντιλέγοντα τῷ δοθέντος τὸ συμβησόμενον φανερὸν εἶναι,2 ἀλλὰ ἐν μέσῳ ἄλλα τινὰ ἐρωτῴη, οἷον εἰ ἀγαθός ἐστιν ὁ τὰς ἀρετὰς ἔχων, καὶ εἰ ἡ ἀρετὴ ἀγαθόν, ὡς ἐπαινετόν ἐστι, καὶ εἰ δι’ αὑτὴν αἱρετή, ἃ οὐδὲν μὲν αὐτῷ συντελεῖ, πρὸς ὃ βούλεται δεῖξαι, διασπᾷ δὲ τὴν συνέχειαν τῶν συναγουσῶν τὸ προκείμενον προτάσεων, εἶτα ἐπὶ τούτοις ἐξετάσαι,3 εἰ τὸ τῷ ἀγαθῷ ὠφέλιμον δύναταί ποτε κακὸν εἶναι ἢ ἀγαθόν ἐστιν ἀεί· ῥᾷον γὰρ οὕτως λήψεται, ἢ εἰ εὐθὺς αὐτὸ αἰτοίη. δύναται τὸ αὐτὸ τοῦτο καὶ δι’ ἐπαγωγῆς λαβεῖν λέγων ‘ὥσπερ τὸ τῷ μουσικῷ μουσικὸν καὶ τὸ τῷ τέκτονι τεκτονικόν, οὕτως καὶ τὸ τῷ ἀγαθῷ ἀγαθόν’. σαφηνείας δέ, ὅταν ἀσαφῶν οὐσῶν τῶν συλλογιστικῶν τοῦ προκειμένου προτάσεων εἰς σαφήνειαν αὐτῶν ᾖ τινα τιθέμενα, ὡς ἔχουσιν αἱ διὰ παραβολῆς προτάσεις λαμβανόμεναι· θέλοντας γὰρ λαβεῖν, ὅτι πᾶν τὸ ὅμοιον ταὐτόν, παραβλητέον ‘καὶ γὰρ τὸ ἀνόμοιον ἕτερον’, καὶ ὅτι ἐπιστήμη μία τῶν ἐναντίων, βουλομένους λαβεῖν παραβλητέον τὸ ὅτι καὶ γὰρ αἴσθησις ἡ αὐτὴ τῶν ἐναντίων.

而如果 Γ、Δ 既不是 Ε 的推论前提,也不是 Α、Β 之一的推论前提,而是推导其他某个事物,那么推论同样将是多个,并且是互不相连、彼此毫无共同之处的;因为如果 Α、Β 确实是 Ε 的证明前提,而 Γ、Δ 是从外部对其他某物的证明前提,既不证明 Ε 也不证明 Α、Β 中的任何一个,那么无论是 Γ、Δ 本身还是由它们证明的结论,都没有与 Ε 相连。但是,如果前提 Γ、Δ 彼此之间甚至都不具有能使某种推论结论从中得出的关系,那么它们将不是必然被选取的(因为即使不选取它们,Ε 也可以从 Α、Β 中推出),而是被徒劳选取的,也就是说多余且无用地被选取,除非是为了归纳的缘故,以便通过它们证实证明 Ε 的前提中的某一个(因为在归纳中,证明某物的前提不再是一个作为整体而另一个作为部分;因为归纳根本不推论出任何东西),或者是为了隐匿的缘故,以便通过将它们并置,使对话者更容易同意证明所提出项的推论前提,这是由于这些前提〔即 Γ、Δ〕被置于中间而起掩盖作用,而不让从被同意的前提中将要产生的结果变得显然和可知。因为那些不知道从被同意的前提中将得出什么的人更容易同意,这正是为了隐匿结论而从外部引入的前提所起的作用;辩证家和智者正是这样做的。而他说“或者为了某种其他目的”,是指充实与扩充,或者为了使论证更加清晰;因为在必要前提之外所选取的前提,通常是为了这些目的之一而选取的,正如他在《学题篇》最后一卷中所表明的那样。通过归纳,是在全称前提需要证实的时候,正如我们在推导政治学追求某种善的论证中所展示的那样;因为“所有方法都追求某种善”这一前提是通过归纳证明的。而且在推论正义之人是明智之人的论证中,断言凡是不自认应当比同类之人拥有更多、而自认应当比不同类之人拥有更多的人都是明智之人的前提,也是通过归纳证明的。而为了扩充,是在有人希望拉长篇幅的时候,正如著述家们经常做的那样;因为他们不满足于仅用证明所提出项的单薄前提,而是出于修辞装饰和充实话语的缘故从外部插入某些前提,或者解释前提中设立的某事物就其本性而言是怎样的,或者在话语中穿插其他内容。例如,如果有人想要证明高尚之事是有益的,选取了“凡高尚之事皆是善的”这一前提,随后又补充了关于高尚之事的某些内容,说高尚之事就其自身本性而言也是值得赞扬的,并且因其自身而值得选择;因为高尚之事吸引人归向自身,因而是因其自身而值得选择的;甚至它对幸福占有最大的份额。因为不为了确立高尚之事值得选择(因为这一点并没有争议),也不为了证明所提出项,而是出于其他理由补充这些内容的人,是为了扩充论证而补充它们的,赋予论证某种分量,并避免来自技艺的枯燥与简陋。而他说为了隐匿,是为了使应答者不致反感或拒绝,而是在没有觉察到将要产生的结果的情况下更容易承认表面看来合理的事情。例如,如果有人想要证明健康是善,在选取了健康对善人是有益的之后,并不立即询问对善人有益的是否是善,因为由于一旦同意则将要产生的结果是显然的,反对者将不会同意,而是在中间询问其他一些问题,例如具有美德的人是否是善人,美德是否作为值得赞扬之物是善的,以及它是否因自身而值得选择——这些对于他想要证明的目标毫无帮助,却打断了推导所提出项的前提的连续性——然后在此基础上考察对善人有益的是否有时可能为恶,抑或总是善;因为与直接要求它相比,他这样会更容易获得同意。也可以通过归纳获得同一结论,即说:“正如对于精通音乐者之物是音乐性的,对于木匠之物是木工性的,同样对于善人之物也是善的”。而为了清晰,是在推导所提出项的推论前提不够清晰时,为了使之清晰而设立某些前提,正如通过类比选取的前提那样;因为想要选取“凡相似之物皆相同”的人,应当附带提出“因为不相似之物互有差异”;想要选取“相反之物的知识是一门”的人,应当附带提出“因为相反之物的感知也是同一的”。

语法注3 条
  1. 2.173ὡς ἐχουσῶν συλλογιστικῶς τι συνήγετο

    连词 ὡς 引导属格独立结构 ἐχουσῶν,其后接未完成过去时直陈式 συνήγετο,表示假想或虚拟的结果:“以若它们如此关联就会从中推论出某种结论的方式”。

  2. 2.173τῷ δοθέντος τὸ συμβησόμενον φανερὸν εἶναι

    冠词与格 τῷ 引导不定式 εἶναι 构成因果状语从句(“由于……是显然的”),内部嵌入了属格独立结构 δοθέντος(“一旦被承认”),τὸ συμβησόμενον 为 εἶναι 的宾格主语,φανερόν 为表语。

  3. 2.173εἶτα ἐπὶ τούτοις ἐξετάσαι

    不定式 ἐξετάσαι 承接前文的一系列希求法动词(μὴ εὐθέως ἐρωτῴη ... ἀλλὰ ... ἐρωτῴη),在句式转换中继续表达假设的操作过程(“然后在此基础上进行考察……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:278.20-280.8