- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:277.1-278.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大考察了从四个前提直接推导出一个结论的假定,指出基于词项间的包含关系必然会形成独立的前提配对(Α-Β与Γ-Δ)。通过对所得结论的分析,他论证了这种情况要么归结为多个推论,要么归结为包含前推论的复合推论(即“第三主题”),而绝不可能存在具有三个或更多直接前提的单一推论。
" Ἔστω γὰρ τὸ Ε συμπεπερασμένον ἐκ τῶν ΑΒΓΔ. οὐκοῦν ἀνάγκη τι αὐτῶν ἄλλο πρὸς ἄλλο εἰλῆφθαι." Ὅτι πᾶς συλλογισμὸς διὰ τριῶν ὅρων καὶ διὰ προτάσεων προσεχῶν δύο δείκνυται, δι’ ὑποθέσεως δείκνυσιν. εἰ γὰρ οἷόν τε διὰ πλειόνων, ἔστω τὸ Ε δεδειγμένον διὰ προτάσεων τῶν ΑΒΓΔ. ποιεῖται δὲ τὴν δεῖξιν ἐπὶ τοῦ πρώτου σχήματος· ὡς γὰρ ἂν ἐπὶ τούτου δειχθῇ, οὕτως ἔσται καὶ ἐπὶ τῶν ἄλλων σχημάτων. οὐκοῦν εἰ τὸ Ε συλλογιστικῶς δείκνυται διὰ τῶν ΑΒΓΔ προτάσεων, ἀνάγκη ἐν αὐταῖς εἶναι τὸ μέν τι ὡς ὅλον τὸ δὲ ὡς μέρος, τοῦτ’ ἔστι τὴν μέν τινα πρότασιν καθόλου εἶναι τὴν δὲ ὑπὸ ταύτην· ἀδύνατον γὰρ ἄλλως γενέσθαι συλλογισμὸν μὴ τοῦ μὲν καθόλου ληφθέντος τοῦ δὲ ἐπὶ μέρους καὶ ἐν τούτῳ περιεχομένου. τοῦτο γάρ, φησί, δέδεικται, ὅτι, εἰ εἴη συλλογισμός, ἀνάγκη τῶν ὅρων τινὰς τῶν δεικτικῶν συλλογιστικῶς τοῦ προκειμένου πρὸς ἀλλήλους οὕτως ἔχειν ὡς τὸν μὲν περιέχειν τὸν δὲ περιέχεσθαι. τοῦτο γὰρ δέδεικται μὲν καὶ πρὸ ὀλίγου, εἴρηκε δὲ αὐτὸ καὶ ἐν τῇ τῶν συλλογισμῶν καταριθμήσει τε καὶ ἐκθέσει· αὕτη γὰρ ἦν πρώτη γένεσις τῶν συλλογισμῶν· τῷ γὰρ ἐν ὅλῳ ἄλλῳ ἄλλον εἶναι καὶ τῷ κατὰ παντὸς ἄλλον ἄλλου λέγεσθαι τούτων τῶν ἀναποδείκτων συλλογισμῶν 〈αἱ〉 εὑρέσεις.1 οὐ μόνον δὲ ἔδει τοὺς ὅρους οὕτως ἔχειν πρὸς ἀλλήλους, ἀλλὰ καὶ τῶν προτάσεων τὴν μὲν καθόλου εἶναι πρὸς τὸ κείμενον, ἣν καὶ μείζονα λέγομεν, τὴν δὲ ἐλάττονά τε καὶ ὑπὸ ταύτην. δεήσει δὴ καὶ ἐπὶ τῶν ΑΒΓΔ προτάσεων τοῦτο γίνεσθαι καὶ εἶναι τὴν μὲν καθόλου τὴν δὲ ὑπ’ αὐτήν, εἰ συναχθήσεταί τι δι’ αὐτῶν συλλογιστικῶς. ἐχέτωσαν οὕτως πρὸς ἀλλήλας αἱ προτάσεις, ἥ τε Α καὶ 〈ἡ〉 Β. οὔκουν εἰ οὕτως ἔχουσι πρὸς ἀλλήλας, δῆλον ὡς καὶ συναχθήσεταί τι ἐξ αὐτῶν· ὅταν γὰρ δύο προτάσεις οὕτως ἔχειν ληφθῶσι πρὸς ἀλλήλας, ἐξ ἀνάγκης συνάγεταί τι ἐξ αὐτῶν, καὶ δείκνυται συλλογιστικῶς τὸ δεικνύμενον καὶ συναγόμενον ἐκ τῶν Α, Β προτάσεων οὕτως ἐχουσῶν πρὸς ἀλλήλας. ἤτοι οὖν τὸ Ε, ὅπερ ἦν προκείμενον δείκνυσθαι ἐκ τῶν ΑΒΓΔ προτάσεων, ἢ τὸ ἕτερον τῶν Γ, Δ, ἃ καὶ αὐτὰ συνακτικὰ μετὰ τῶν Α, Β ἔκειτο τοῦ Ε, ἢ οὔτε τὸ Ε οὔτε τὸ Γ ἢ τὸ Δ ἀλλὰ ἄλλο τι παρὰ ταῦτα πάντα. εἰ μὲν οὖν τὸ Ε, εἴη ἂν ἐκ τῶν δύο μόνων, τοῦ τε Α καὶ τοῦ Β, συναγόμενον τὸ Ε ἀλλ’ οὐκ ἐκ τῶν ὑποτεθέντων τεσσάρων, τὰ δὲ λοιπὰ δύο τὸ Γ καὶ τὸ Δ, τοῦτ’ ἔστιν αἱ προτάσεις αἱ δύο αἱ λοιπαί.2 εἰ μὲν οὖν καὶ αὗται οὕτως ἔχουσι πρὸς ἀλλήλας ὡς τὴν μὲν καθόλου εἶναι, τὴν μείζονα πρότασιν, τὴν δ’ ἐλάττονά τε καὶ ὑποκειμένην ὡς γίνεσθαι συλλογιστικὴν ὑπ’ αὐτῶν συζυγίαν, συναχθήσεταί τι καὶ ἐκ τούτων συλλογιστικῶς, καὶ ἤτοι τὸ Ε ἢ τῶν Α [καὶ τὸ] Β τὸ ἕτερον ἢ ἄλλο τι παρ’ αὐτά. εἰ μὲν οὖν τὸ Ε καὶ ἐκ τούτων συνάγεται ὥσπερ καὶ ἐκ τῶν Α, Β, πλείους ἔσονται συλλογισμοὶ τοῦ αὐτοῦ· ἐδείχθη γάρ, ὅτι, ἂν τὸ αὐτὸ συμπέρασμα “δι’ ἄλλων καὶ ἄλλων” προτάσεων γίνηται, πλείους οἱ συλλογισμοί. ἀλλὰ κἂν τῶν Α, Β τὸ ἕτερον ὑπὸ τῶν Γ, Δ συνάγηται, καὶ οὕτως πλείους οἱ συλλογισμοὶ 〈τῷ〉 τὴν ἑτέραν πρότασιν τῶν Α, Β, αἳ ἦσαν τοῦ Ε συλλογιστικαί, συμπέρασμα εἶναι ἐπὶ ταῖς Γ, Δ προτάσεσιν. ἔστι δὲ ἡ τοιαύτη σύνθεσις κατὰ τὸ τρίτον ὑπὸ τῶν νεωτέρων καλούμενον θέμα γινομένη, ὅ ἐστιν ὑπὸ τὸ προειρημένον ἡμῖν συνθετικὸν θεώρημα, εἴ γε τοῦ μέν ἐστι περιοχή, ὡς προειρήκαμεν, ‘ὅταν ἔκ τινων συνάγηταί τι, τὸ δὲ συναγόμενον μετὰ τινὸς ἢ τινῶν συνάγῃ τι, καὶ τὰ συνακτικὰ αὐτοῦ, μεθ’ οὗ ἢ μεθ’ ὧν συνῆγέ τι ἐκεῖνο, καὶ αὐτὰ τὸ αὐτὸ συνάξει’, τοῦ δέ γε τρίτου καλουμένου θέματος ἡ περιοχὴ καὶ αὐτοῦ ἔχει ὧδε ‘ὅταν ἐκ δυεῖν τρίτον τι συνάγηται, ἑνὸς δὲ αὐτῶν ἔξωθεν ληφθῇ συλλογιστικά, ἐκ τοῦ λοιποῦ καὶ ἐκ τῶν ἔξωθεν τοῦ ἑτέρου συλλογιστικῶν τὸ αὐτὸ συναχθήσεται’. εἰ δὲ καὶ τὸν διὰ προσυλλογισμοῦ γινόμενον συλλογισμὸν ὄντα σύνθετον βούλοιτό τις ἕνα λέγειν συλλογισμόν, ὡς ἔφαμεν, τῷ δύνασθαι τὸ αὐτὸ διὰ πλειόνων ὅρων συνάγεσθαι, οὕτως ἕξει καὶ οὗτος ὁ λόγος· οὐ γὰρ τῷ τὰς προσεχῶς δεικτικὰς τοῦ Ε πλείους εἶναι προτάσεις τούτῳ διὰ πλειόνων ὅρων ὁ συλλογισμὸς ἔσται, ἀλλὰ τῷ τῶν προσεχῶς δεικτικῶν τοῦ Ε προτάσεων εἶναί τινων τὴν ἑτέραν ἢ τὰς δύο συμπεράσματα3 ἄλλων λόγων τε καὶ συλλογισμῶν.
“因为假定 Ε 是从 ΑΒΓΔ 推导出的结论。那么必然它们当中的某一个相对于另一个被选取。” 他通过假定证明了:每一个推论都是通过三个词项并借助两个直接前提被证明的。因为如果可能通过更多前提[被证明],假定 Ε 是通过前提 ΑΒΓΔ 被证明的。他在第一格中进行这一证明;因为正如在这一格中所证明的那样,在其他各格中也是如此。因此,如果 Ε 通过前提 ΑΒΓΔ 以推论方式被证明,那么在它们之中必然有某项作为整体,有某项作为部分,这就是说,某一个前提是全称的,而另一个前提在其之下;因为除非一个被取为全称的,另一个被取为特称的并包含于其中,否则推论不可能以其他方式产生。他说,因为这一点已被证明:如果有推论,那么在以推论方式证明所提出项的诸词项中,必然某些词项彼此具有这样的关系,即一方包含而另一方被包含。因为这一点不仅在不久前已被证明,他在列举和阐释推论时也谈到过;因为这就是推论的最初产生:由于一个事物在另一个事物中作为在整体中,以及由于一个事物关于另一个事物全称地被表述,才有了这些不可证推论的发现。而且不仅词项必须彼此具有这种关系,前提中也必须有一个相对于设定项是全称的——我们也称之为大前提——而另一个是小前提并且从属于它。因此,如果通过它们以推论方式得出某个结论,在前提 ΑΒΓΔ 上也必然发生这种情况,即一个是全称的,另一个从属于它。假定前提 Α 和 Β 彼此具有这种关系。那么,如果它们彼此具有这种关系,显然从它们之中也会推出某个结论;因为凡是两个前提被取为彼此具有这种关系时,必然从它们之中推出某个结论,并且从彼此具有这种关系的前提 Α、Β 中所证明和推出的事物,是以推论方式被证明的。因此,它要么是那个原本被提出要从前提 ΑΒΓΔ 中证明的 Ε,要么是 Γ、Δ 中的一个(它们本身与 Α、Β 一起被设定为推导 Ε 的前提),要么既不是 Ε 也不是 Γ 或 Δ,而是除这一切之外的其他某个事物。首先,如果它是 Ε,那么 Ε 就是仅仅从 Α 和 Β 这两个前提推出的,而不是从假定的四个前提推出的,而剩下的两个是 Γ 和 Δ,即剩下的两个前提。如果这两个前提彼此也具有这种关系,即一个是全称的大前提,另一个是小前提且从属于它,从而由它们形成一个推论性的配对,那么从它们之中也会以推论方式推出某个事物,并且它要么是 Ε,要么是 Α 和 Β 中的一个,要么是除它们之外的其他事物。如果 Ε 像从 Α、Β 中一样也从它们之中推出,那么同一结论就会有多个推论;因为已经证明,如果同一结论“通过不同的”前提产生,推论就是多个。然而,即便 Α、Β 中的一个是由 Γ、Δ 推出的,这样一来推论同样是多个,因为曾是推导 Ε 的前提的 Α、Β 中的一个前提,是相对于前提 Γ、Δ 而言的结论。而这种结合是按照被近代人称为“第三主题”的原则产生的,该原则从属于我们前面提到的综合定理,如果正如我们前面所说,后者的规定是:“当从某些前提中推出某物,而推出的物与某一个或某些前提一起推出某物时,推导它的那些前提与它用来共同推出某物的那个或那些前提一起,本身也将推出同一事物”;而所谓“第三主题”本身的规定如下:“当从两个前提中推出第三物,而推导其中一个前提的前提是从外部引入时,由剩下的前提和外部引入的推导另一前提的前提,将推出同一事物”。但是,正如我们所说,即便有人由于同一事物能够通过更多的词项被推导出来,因而愿意把通过前推论产生的复合推论称为一个推论,这个论据的情况也将是这样:因为并不是由于直接证明 Ε 的前提更多,推论才是通过更多词项进行的,而是由于直接证明 Ε 的前提中,有一个或两个是其他论证和推论的结论。
- 2.173τῷ γὰρ ἐν ὅλῳ ἄλλῳ ἄλλον εἶναι καὶ τῷ κατὰ παντὸς ἄλλον ἄλλου λέγεσθαι τούτων τῶν ἀναποδείκτων συλλογισμῶν 〈αἱ〉 εὑρέσεις
两个带冠词不定式的与格短语 τῷ... εἶναι 和 τῷ... λέγεσθαι 作原因或方式与格,用以解释校订补充的主语 〈αἱ〉 εὑρέσεις(句中省略了系动词或谓语动词如 ἐγένοντο)。全句骨干为:“由于……才有了这些不可证推论的发现”。
- 2.173τὰ δὲ λοιπὰ δύο τὸ Γ καὶ τὸ Δ, τοῦτ’ ἔστιν αἱ προτάσεις αἱ δύο αἱ λοιπαί
该主格短语紧接前文的归结分句 εἴη ἂν... συναγόμενον τὸ Ε ἀλλ’ οὐκ ἐκ τῶν ὑποτεθέντων τεσσάρων,省略了谓语(如 εἴη ἄν),构成独立悬置主格(nominative pendens),用以提出剩余的两项,并作为后文条件句 εἰ μὲν οὖν καὶ αὗται... 中主语 αὗται 的先行先导成分。
- 2.173οὐ γὰρ τῷ τὰς προσεχῶς δεικτικὰς τοῦ Ε πλείους εἶναι προτάσεις τούτῳ διὰ πλειόνων ὅρων ὁ συλλογισμὸς ἔσται, ἀλλὰ τῷ τῶν προσεχῶς δεικτικῶν τοῦ Ε προτάσεων εἶναί τινων τὴν ἑτέραν ἢ τὰς δύο συμπεράσματα
该句由 οὐ... τῷ [不定式短语] ... τούτῳ ... ἀλλὰ τῷ [不定式短语] 构成因果对比结构,带冠词不定式的与格表达原因(“并非由于……而是由于……”)。指示代名词 τούτῳ 在主句中复指前方被否定的原因短语 τῷ... εἶναι。
