← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§276.9-276.33

复合论证中的多重结论与推论复数性

注解亚里士多德《前分析篇》第一卷第25章(42a4–42a6),阐明在前提本身被证明的复合论证中,因存在多个结论故存在多个推论;即便将该论证视为一个推论,也不可能在不包含中间结论的情况下仅凭更多的直接前提得出同一结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.171

" Ἀλλὰ καὶ οὕτως πλείους οἱ συλλογισμοί· πλείω γὰρ τὰ συμπεράσματα, οἷον τό τε Α καὶ τὸ Β καὶ τὸ Γ." Τὸ μὲν Γ ἀντὶ τοῦ Ε ἔλαβεν, ὃ ἦν ἐπὶ τοῖς Α, Β [καὶ τὸ Γ] εἰλημμένον αὐτῶν συμπέρασμα. λέγει δὲ μὴ ἕνα γίνεσθαι συλλογισμόν, ἐν ᾧ συλλογισμῷ αἱ προτάσεις αἱ δεικτικαὶ τοῦ συμπεράσματος συμπεράσματα ἄλλων τινῶν εἰσιν· ὅσα γὰρ τὰ συμπεράσματα, τοσοῦτοι καὶ οἱ συλλογισμοί. ἔστι δὲ συμπέρασμα τό τε Α καὶ τὸ Β· αὗται γὰρ ἦσαν μὲν δεικτικαὶ τοῦ Γ προτάσεις, αὐταὶ δὲ ἄλλων συμπεράσματα· ἀλλὰ καὶ τὸ Γ τὸ προσεχῶς ἐκ τῶν Α, Β δεικνύμενον. δῆλον δέ, ὅτι, ἐφ’ ὧν διὰ συλλογισμῶν αἱ δύο προτάσεις δείκνυνται εἶναι, τὰ δύο συμπεράσματα1 τρία γίνεται συμπεράσματα. τὸ γὰρ δι’ ἐπαγωγῆς δειχθὲν οὐ συλλογισμός. ἀλλ’ οὖν κἀκεῖ πλείους οἱ συλλογισμοί, ὅτι ἡ ἑτέρα τῶν προτάσεων ἡ Β ἦν διὰ συλλογισμοῦ δεδειγμένη, ὥστε καὶ οὕτως δύο συλλογισμοί. εἰπὼν δὲ οὐχ ἕνα γίνεσθαι συλλογισμὸν ἀλλὰ τοσούτους, ὅσα τὰ συμπεράσματα, ἐπιφέρει " Εἰ δ’ οὖν μὴ πλείους ἀλλ’ εἷς, οὕτω μὲν ἐνδέχεται γίνεσθαι διὰ πλειόνων τὸ αὐτὸ συμπέρασμα." Εἴ τις, φησίν, ἀξιώσαι καὶ τὸν τοιοῦτον ἕνα συλλογισμὸν εἶναι τῷ πρὸς τὴν τοῦ τελευταίου συμπεράσματος δεῖξιν καὶ τὰς τῶν προτάσεων δείξεις συντελεῖν,2 οὐ πρὸς τοῦτο, φησί, φιλονεικητέον, ἀλλὰ γνωστέον, ὅτι οὕτως μὲν καὶ τοῦτον τὸν τρόπον ἐγχωρεῖ διὰ πλειόνων ὅρων καὶ προτάσεων γίνεσθαι τὸ αὐτὸ συμπέρασμα ἐμπεριεχομένων πλειόνων συμπερασμάτων τῷ παντὶ λόγῳ. ὡς δὲ τὸ Γ διὰ τῶν Α, Β, ἀδύνατον,3 τοῦτ’ ἔστιν ‘οὕτως δέ, ὡς διὰ δύο προτάσεων δείκνυταί τι, συμπλέκειν καὶ διὰ πλειόνων προσεχῶν λαμβανομένων καὶ μηδὲν ἄλλο ἀλλ’ ἢ τὸ προκείμενον συμπέρασμα συναγουσῶν ἀδύνατον’.

“然而即便如此,推论也是多个;因为结论是多个,例如 Α、Β 和 Γ。” 他用 Γ 代替了 Ε,而 Ε 原本是相对于 Α、Β 而言所取的它们两者的结论。而他是说,如果在某个推论中证明结论的前提是某些其他前提的结论,那么形成的就不是一个推论;因为结论有多少,推论也就有多少。而 Α 和 Β 都是结论;因为它们一方面是证明 Γ 的前提,但另一方面自身又是其他前提的结论;此外由 Α、Β 直接证明的 Γ 也是[结论]。显然,在两个前提都是通过推论被证明成立的情况下,原本的两个结论就变成了三个结论。因为通过归纳被证明的并非推论。不过无论如何,即便在那里推论也是多个,因为前提中的另一个即 Β 是通过推论被证明的,因此即便如此也是两个推论。在说明了形成的不是一个推论、而是与结论数量相同的推论之后,他接着补充道: “但无论如何,如果它不是多个而是一个,那么如此这般,同一结论确实可能通过更多的[前提]而产生。” 他说,如果有人主张,由于对诸前提的证明也有助于对最终结论的证明,因而此类论证也是一个推论,那么并不应当就此吹毛求疵,而应当认识到:如此这般且以这种方式,同一结论确实可能通过更多的词项和前提而产生,此时整个论据中包含着多个结论。但若像 Γ 通过 Α、Β 产生的那样,则是不可能的;这就是说,“但若像通过两个前提证明某事那样,也通过更多被取为直接的、且除了所提出的结论外不推导出任何其他东西的〔前提〕来加以结合,则是不可能的”。

语法注3 条
  1. 2.171ἐφ’ ὧν διὰ συλλογισμῶν αἱ δύο προτάσεις δείκνυνται εἶναι, τὰ δύο συμπεράσματα τρία γίνεται συμπεράσματα

    介词短语 ἐφ’ ὧν(“在……的情况下”)的先行词是表示泛指情况的中性代词。关系从句中不定式 εἶναι 与 δείκνυνται 连用,表示“被证明成立”。主句中的 τὰ δύο συμπεράσματα 指前提各自作为结论时的两个结论,与谓语部分 τρία γίνεται συμπεράσματα(“变成了三个结论”)构成主谓结构,即加上最终结论后共有三个结论。

  2. 2.172τῷ πρὸς τὴν τοῦ τελευταίου συμπεράσματος δεῖξιν καὶ τὰς τῶν προτάσεων δείξεις συντελεῖν

    带冠词与格不定式短语 τῷ ... συντελεῖν 表示原因(“由于……”)。不定式 συντελεῖν 的逻辑主语是宾格短语 καὶ τὰς τῶν προτάσεων δείξεις(“前提的证明也……”),介词短语 πρὸς τὴν τοῦ τελευταίου συμπεράσματος δεῖξιν(“对于最终结论的证明”)表示其目的或贡献方向。

  3. 2.172ὡς δὲ τὸ Γ διὰ τῶν Α, Β, ἀδύνατον

    从句 ὡς δὲ τὸ Γ διὰ τῶν Α, Β 中省略了动词(如 δείκνυται,“被证明”),需补足为“但若像 Γ 通过 Α、Β [被证明]那样”。表语形容词 ἀδύνατον 表明其不可能,紧随其后的 τοῦτ’ ἔστιν 引导的同位语解释(即 συμπλέκειν ... ἀδύνατον)进一步明确了该句的语法结构与含义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:276.9-276.33