← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§275.7-276.8

结合归纳与推论确立前提与复合论证的分析

亚历山大举出了复合论证的具体实例(其中一个前提通过归纳证明,另一个通过推论证明,如政治学的目的以及柏拉图《国家篇》第一卷中的论证),并依据合成定理阐明了此类论证的分析如何分解为归纳与推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.170#2

οἷον εἰ δεικνύοιτο, ὅτι ἡ πολιτικὴ ἀγαθοῦ τινος ἐφίεται, διὰ προτάσεων τῶν ἡ πολιτικὴ μέθοδός ἐστι, πᾶσα μέθοδος ἀγαθοῦ τινος ἐφίεται’, τούτων δὲ ἡ μὲν λέγουσα ‘πᾶσα μέθοδος ἀγαθοῦ τινος ἐφίεται’ δι’ ἐπαγωγῆς δεικνύοιτο προχειριζομένων ἡμῶν τὰς τέχνας τε καὶ τὰς ἐπιστήμας, καθ’ ὧν ἡ μέθοδος, καὶ δεικνύντων, ὅτι οὕτως ἔχουσιν, ἡ δὲ λέγουσα τὴν πολιτικὴν μέθοδον εἶναι διὰ συλλογισμοῦ τοῦ ‘πᾶσα ἕξις μετά τινος λόγου τῶν ὑπ’ αὐτὴν οὖσα θεωρητικὴ μέθοδός ἐστιν, ἡ δὲ πολιτικὴ ἕξις ἐστὶ μετὰ λόγου τῶν ὑπ’ αὐτὴν θεωρητική’. ἢ ὡς ὁ Πλάτων δείκνυσιν ἐν πρώτῳ Πολιτείας τὴν μὲν δικαιοσύνην φρόνησίν τινα οὖσαν τὴν δὲ ἀδικίαν ἀφροσύνην οὕτως· ὁ τοῦ ἀνομοίου μὲν ἀξιῶν τὸ πλέον ἔχειν τοῦ δὲ ὁμοίου μὴ ἀξιῶν φρόνιμος· ὁ δὲ δίκαιος τοῦ μὲν ἀνομοίου ἀξιοῖ πλέον ἔχειν, τοῦ δὲ ὁμοίου οὐκ ἀξιοῖ· δίκαιος ἄρα ὁ φρόνιμος.1 ἑκατέραν γὰρ τῶν προτάσεων τούτων δείκνυσιν, ἀλλὰ τὴν μὲν πρώτην δι’ ἐπαγωγῆς τὴν δὲ δευτέραν διὰ συλλογισμοῦ. ἡ μὲν οὖν ἐπαγωγὴ ὑπάρχει τοιαύτη· ὁ ἐν τοῖς ὑγιεινοῖς τοῦ μὲν ὁμοίου οὐκ ἀξιῶν πλεῖον ἔχειν τοῦ δὲ ἀνομοίου φρόνιμος περὶ ταῦτα· ἔστι δὲ οὗτος ὁ ἰατρός. ἀλλὰ καὶ ὁ ἐν τοῖς κατὰ μουσικὴν τοῦ μὲν ὁμοίου μὴ ἀξιῶν πλεονεκτεῖν περὶ τὴν ἐπίστασιν τῶν χορδῶν ἢ ἄνεσιν τοῦ δὲ μὴ ὁμοίου φρόνιμος ἐν τούτοις· τοιοῦτος γὰρ ὁ μουσικός. καὶ καθόλου ἄρα πᾶς ὁ τοῦ μὲν ὁμοίου οὐκ ἀξιῶν πλέον ἔχειν τοῦ δὲ ἀνομοίου φρόνιμος. τὴν δὲ δευτέραν πρότασιν οὕτως ἔστι συλλογίσασθαι· πᾶς ὁ τοῦ ἴσου ἀπονεμητικὸς “τοῦ μὲν ὁμοίου οὐ πλεονεκτεῖ, τοῦ δὲ ἀνομοίου”· ὁ δὲ δίκαιος τοῦ ἴσου ἀπονεμητικός· “ὁ ἄρα δίκαιος τοῦ μὲν ὁμοίου οὐ πλεονεκτεῖ, τοῦ δὲ ἀνομοίου”· ὁ δὲ τοιοῦτος φρόνιμος. οὐ μὴν οὐδὲ ἡ τοιαύτη δεῖξις ἁπλῆ ἀλλὰ σύνθετος, σύνθετος δὲ οὐκ ἐκ πλειόνων συλλογισμῶν ἀλλ’ ἐξ ἐπαγωγῆς καὶ συλλογισμοῦ. διὸ καὶ ἡ ἀνάλυσις αὐτοῦ οὐκ εἰς συλλογισμοὺς ἔσται, ὥσπερ τοῦ πρώτου 〈τοῦ〉 ἐκ συλλογισμῶν (ἑκατέρας γὰρ τῶν προτάσεων ἦν ἐν ἐκείνῳ τῷ συλλογισμῷ δεικτικά τινα συλλογιστικῶς), ἀλλὰ καὶ ἔσται τούτου ἡ ἀνάλυσις εἰς ἐπαγωγὴν καὶ συλλογισμόν, ἐξ ὧν καὶ συνετέθη. ἀναλύομεν γὰρ τὸν ὅλον λόγον φάσκοντες συνάγεσθαι τὸ μὲν Α ὑπὸ τῶν ἐπακτικῶς αὐτὸ κατασκευασάντων τὸ δὲ Β ἐκ τῶν οἰκείων προτάσεων· ὑπὸ δὲ τῶν Α, Β τὸ Ε· ὥστε καὶ ὑπὸ τῶν ἐξ ἀρχῆς τῶν τε τοῦ Α δεικτικῶν καὶ τῶν τοῦ Β τὸ Ε συναχθήσεται, ἐπειδὴ τὰ συνακτικά τινος, ὡς ἔφαμεν, μεθ’ οὗ ἢ μεθ’ ὧν τὸ ἐξ αὐτῶν δεικνύμενον συνάγει τι, μετ’ ἐκείνου ἢ μετ’ ἐκείνων καὶ αὐτὰ συνάξει. τὰ γὰρ συνακτικὰ τοῦ Α ἔστω τὰ Γ, Δ· μεθ’ οὗ ἢ μεθ’ ὧν τὸ Α τὸ ἐξ αὐτῶν δεικνύμενον συνάγει τι, μετὰ τούτου ἢ μετὰ τούτων καὶ αὐτὰ συνάξει, ὃ καὶ αὐτό·2 συνῆγε δὲ τὸ Α μετὰ τοῦ Β τὸ Ε· ἀλλὰ καὶ μετὰ τῶν τοῦ Β συνακτικῶν (ἔστω δὲ ταῦτα τὰ Ζ, Θ) τὸ αὐτὸ συνῆγε (τὸ γὰρ Ε)· καὶ τὸ Γ, Δ ἄρα μετὰ τῶν Ζ, Θ ἢ μετὰ τοῦ Β τὸ Ε συνάξει.

例如,如果通过前提“政治学是一种探究方法;每种探究方法都追求某种善”来证明政治学追求某种善,而在这些前提中,陈述“每种探究方法都追求某种善”的前提,是通过我们检视该探究方法所适用的各项技艺与各门科学,并证明它们确实如此,从而借助归纳被证明的;而陈述政治学是一种探究方法的前提,则是通过推论“凡伴有某种理性话语且对其所统辖的事物进行理论考察的品质,都是探究方法;而政治学是伴有理性话语且对其所统辖的事物进行理论考察的品质”被证明的。 或者,正如柏拉图在《国家篇》第一卷中证明正义是某种明智而不正义是无知那样,其论证如下:“凡主张胜过与自己不同之物、而不主张胜过与自己相同之物的人,就是明智的;而正义者主张胜过与自己不同之物,但不主张胜过与自己相同之物;因此明智者是正义的。”因为他证明了这两个前提中的每一个,但第一个是通过归纳证明的,第二个是通过推论证明的。于是归纳是这样的:“在健康事务中,不主张胜过与自己相同之物、而主张胜过与自己不同之物的人,在这些事务上是明智的;而这人就是医生。但是在音乐事务中,在琴弦的紧绷或松弛上不主张占取多于与自己相同之物、而主张占取多于与自己不相同之物的人,在这些事务中也是明智的;因为音乐家就是这样的人。因此普遍而言,凡不主张胜过与自己相同之物、而主张胜过与自己不同之物的人,都是明智的。”另一方面,第二个前提可以如下进行推论:“凡分配平等之物的人,‘都不占取多于与自己相同之物,而占取多于与自己不同之物’;而正义者是分配平等之物的人;‘因此正义者不占取多于与自己相同之物,而占取多于与自己不同之物’;而这样的人是明智的。” 然而,这样的证明也不是简单的,而是复合的;它并非由多个推论复合而成,而是由一个归纳和一个推论复合而成。因此,对它的分析也不会分解为各推论,就像源自推论的第一个[论证]那样(因为在那个推论中,存在着对两个前提各自进行推论性证明的事物),相反,这个论证的分析将分解为归纳和推论,它原本也就是由它们复合而成的。因为我们通过断言以下内容来分析整个论据:Α 由归纳地确立了它的前提推导出来,而 Β 由其固有的前提推导出来;Ε 则由 Α、Β 推导出来;因此 Ε 也将被最初的前提所推导出来,即被证明 Α 的前提和证明 Β 的前提共同推导出来,因为正如我们所说,推导出某物的那些前提,与由它们所证明的事物同它或它们一起推导出某物的那个或那些前提一道,它们自身也将推导出该结论。因为假定推导出 Α 的是 Γ、Δ;由它们所证明的 Α 与之一起推导出某物的那个或那些前提一道,它们自身也将与之或与它们一起推导出它自身所推导出的事物;而 Α 与 Β 一起推导出了 Ε;但它也与推导出 Β 的前提(假定它们是 Ζ、Θ)一起推导出了同一事物(即 Ε);因此 Γ、Δ 与 Ζ、Θ 一起,或者与 Β 一起,也将推导出 Ε。

语法注2 条
  1. 2.170δίκαιος ἄρα ὁ φρόνιμος

    带冠词的 ὁ φρόνιμος 是主语,不带冠词的 δίκαιος 是表语。就上下文论证目标而言,其本意是证明“正义是明智”(即“正义者是明智的”),形式上从大前提和小前提推导出的结论理应是“正义者是明智的”(ὁ δίκαιος ἄρα φρόνιμος)。然而原文在句法上将冠词置于 φρόνιμος 前,使 δίκαιος 为无冠词表语,字面意为“因此明智者是正义的”;译文严格保留了这一句法结构。

  2. 2.170μεθ’ οὗ ἢ μεθ’ ὧν τὸ Α τὸ ἐξ αὐτῶν δεικνύμενον συνάγει τι, μετὰ τούτου ἢ μετὰ τούτων καὶ αὐτὰ συνάξει, ὃ καὶ αὐτό

    关系从句 μεθ’ οὗ ἢ μεθ’ ὧν... συνάγει τι 前置,并与主句中的指示词短语 μετὰ τούτου ἢ μετὰ τούτων 相呼应。主句的主语 αὐτά 指代前述推导出 Α 的前提(即 Γ、Δ)。句末的省略表达 ὃ καὶ αὐτό 中,关系代词 ὅ 用作宾格,意为“即它[Α]自身也[推导出的那个结论]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:275.7-276.8