- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:274.5-275.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德在《前分析篇》42a1中关于前提通过预备推论(或归纳)确立的复合推论,阐述了所谓“合成定理”的表述及其具体例证。
" Ἢ πάλιν ὅταν ἑκάτερον τῶν ΑΒ διὰ συλλογισμοῦ ληφθῇ." Καὶ οὕτως, φησί, τὸ αὐτὸ διὰ πλειόνων ὅρων δειχθήσεται, εἰ ἑκατέρα τῶν προτάσεων, ἥ τε Α καὶ ἡ Β, δι’ ὧν συνήγετο τὸ Ε, εἰ εἴη διὰ προσυλλογισμοῦ εἰλημμένη,1 ὡς ἑκατέραν αὐτῶν συμπέρασμα συλλογισμῶν εἶναι, τὴν μὲν Α διὰ τῶν Δ, Ε προτάσεων τὴν δὲ Β διὰ τῶν Ζ, Θ. δεικνύοιτο γὰρ ἂν καὶ τὸ Ε διὰ τῶν Δ Ε Ζ Θ προτάσεων· οὐ μὴν ὁ συλλογισμὸς ἁπλοῦς ἔτι ἀλλὰ σύνθετος· ἀνάγκη γὰρ τὸ ὑπό τινων συναγόμενον συνάγεσθαι καὶ ὑπὸ τῶν ἐκεῖνα συναγόντων διὰ τὸ δυνάμει ἐν τοῖς συνάγουσιν εἶναι τὰ συναγόμενα. οἷον εἰ εἴη δεικνύμενον πᾶν δίκαιον συμφέρον εἶναι διὰ προτάσεων τῶν ‘πᾶν δίκαιον ἀγαθόν, πᾶν ἀγαθὸν συμφέρον’, ἑκατέρα δὲ τῶν προτάσεων τούτων εἴη δεικνυμένη συλλογιστικῶς, ἡ μὲν πρώτη διὰ τῶν ‘πᾶν δίκαιον καλόν, πᾶν καλὸν ἀγαθόν’, ἡ δὲ δευτέρα διὰ τῶν ‘πᾶν ἀγαθὸν ὠφέλιμον, πᾶν ὠφέλιμον συμφέρον’, συνάξει καὶ ** τὸ ‘πᾶν δίκαιον συμφέρον’, ὃ ἦν δεικνύμενον ὑπὸ τῶν διὰ τούτων δεικνυμένων. δι’ ὧν δὲ λέγει νῦν, ὑπογράφει ἡμῖν φανερώτερον τὸ λεγόμενον συνθετικὸν θεώρημα, οὗ αὐτός ἐστιν εὑρετής. ἔστι δὲ ἡ περιοχὴ αὐτοῦ τοιαύτη ‘ὅταν ἔκ τινων συνάγηταί τι, τὸ δὲ συναγόμενον μετά τινος ἢ τινῶν συνάγῃ τι, καὶ τὰ συνακτικὰ αὐτοῦ, μεθ’ οὗ ἢ μεθ’ ὧν συνάγεται ἐκεῖνο, καὶ αὐτὰ τὸ αὐτὸ συνάξει’.2 τὰ γὰρ τῶν Α, Β συνακτικά, δι’ ὧν δείκνυται τὸ Γ φέρε εἰπεῖν, ταῦτα συνάγειν φησὶ καὶ τὸ ὑπὸ τῶν Α [καὶ τὸ] Β συναγόμενον, ὃ ἦν τὸ Γ. ἐπεὶ γὰρ τὸ ‘πᾶν δίκαιον ἀγαθόν’ συναγόμενον ὑπὸ τῶν ‘πᾶν δίκαιον καλόν, πᾶν καλὸν ἀγαθόν’ συνάγει μετὰ τοῦ ‘πᾶν ἀγαθὸν συμφέρον’ τὸ ‘πᾶν δίκαιον συμφέρον’, καὶ τὰ ‘πᾶν δίκαιον καλόν, πᾶν καλὸν ἀγαθόν’ ὄντα συνακτικὰ τοῦ ‘πᾶν δίκαιον ἀγαθόν’ μετὰ τοῦ ‘πᾶν ἀγαθὸν συμφέρον’ συνάξει τὸ ‘πᾶν δίκαιον συμφέρον’, ὃ συνῆγε καὶ τὸ ὑπ’ αὐτῶν συναγόμενον καὶ μετὰ τοῦ ‘πᾶν ἀγαθὸν συμφέρον’. κἂν ληφθῇ δὲ τὸ ‘πᾶν δίκαιον ἀγαθόν’ μετὰ τῶν ‘πᾶν ἀγαθὸν ὠφέλιμον, πᾶν ὠφέλιμον συμφέρον’ συνάγειν τὸ ‘πᾶν δίκαιον συμφέρον’, καὶ τὰ τοῦ ‘πᾶν δίκαιον ἀγαθόν’ συνακτικὰ μετὰ τούτων τὸ αὐτὸ συνάξει· διὰ τοῦτο γὰρ πρόσκειται ἐν τῇ περιοχῇ τὸ ‘μετὰ τινὸς ἢ τινῶν’. Καὶ οὕτως γίνεται τὸ αὐτὸ διὰ πλειόνων δεικνύμενον ὅρων, κἂν τῶν συνακτικῶν τινος τὸ μὲν ἐπαγωγῇ τὸ δὲ συλλογισμῷ δεδειγμένον ᾖ,3 οἷον τὰ Α, Β, ἃ τοῦ Ε ἦν συλλογιστικά, εἰ τὸ μὲν Α δι’ ἐπαγωγῆς εἰλημμένον εἴη τὸ δὲ Β διὰ συλλογισμοῦ· πάλιν γὰρ ἔσται καὶ τὸ Ε δεικνύμενον ἐκ τῶν ἐπακτικῶς δειξάντων τὸ Α καὶ ἐκ τῶν συλλογιστικῶς τὸ Β.
“或者再次,当ΑΒ中的每一个都通过推论而被获得时。” 他说,这样,如果推导出Ε的前提Α和前提Β中的每一个都通过预备推论而被获得,以致它们中的每一个都是各推论的结论,Α通过前提Δ、Ε,而Β通过Ζ、Θ,那么同一事物也将通过更多的词项被证明。因为Ε也可以通过前提Δ、Ε、Ζ、Θ被证明;然而该推论不再是简单的,而是复合的;因为凡被某些前提推导出的事物,必然也被那些推导出这些前提的事物所推导出来,这是由于被推导出的事物潜能地存在于推导出它们的事物之中。例如,如果通过前提“所有正义之物都是善的,所有善都是有利的”来证明所有正义之物都是有利的,并且这些前提中的每一个都通过推论被证明,第一个通过“所有正义之物都是优美的,所有优美之物都是善的”,第二个通过“所有善都是有益的,所有有益之物都是有利的”,[这些前提]也将推导出“所有正义之物都是有利的”,而这原本是由通过这些前提所证明的前提推导出来的。 通过他现在所说的话,他为我们更清楚地勾勒出了所谓合成定理,他本人就是该定理的发现者。而它的表述如下:“当某物由某些前提推导出,而被推导出的事物与某个或某些前提一起推导出某物时,推导出它的那些前提,与同它一起推导出后者的那个或那些前提一道,它们自身也将推导出同一事物。”因为他说,推导出Α、Β的那些前提(比方说通过它们证明了Γ),这些前提也推导出由Α、Β所推导出的事物,即Γ。因为既然“所有正义之物都是善的”由“所有正义之物都是优美的,所有优美之物都是善的”推导出来,并且与“所有善都是有利的”一起推导出“所有正义之物都是有利的”,那么“所有正义之物都是优美的,所有优美之物都是善的”作为推导出“所有正义之物都是善的”的前提,也将与“所有善都是有利的”一起推导出“所有正义之物都是有利的”——这同样也是由它们所推导出的事物与“所有善都是有利的”一起推导出的。即使假定“所有正义之物都是善的”与“所有善都是有益的,所有有益之物都是有利的”一起推导出“所有正义之物都是有利的”,推导出“所有正义之物都是善的”的那些前提与这些前提一起也将推导出同一事物;因为正是为了这个缘故,在表述中才附加了“与某个或某些前提一起”。 这样,即使在推导出某物的诸前提中,一个通过归纳被证明,而另一个通过推论被证明,同一事物也会通过更多的词项被证明,正如推导出Ε的Α、Β,如果Α通过归纳获得,而Β通过推论获得;因为Ε将再次由归纳地证明了Α的前提和推论地证明了Β的前提被证明。
- 2.170εἰ ἑκατέρα τῶν προτάσεων ... εἰ εἴη διὰ προσυλλογισμοῦ εἰλημμένη
条件连词 εἰ 的复显结构(resumptive εἰ)。由于主语 ἑκατέρα τῶν προτάσεων 与同位语(ἥ τε Α καὶ ἡ Β)以及关系从句(δι’ ὧν συνήγετο τὸ Ε)相连,导致主语与谓语动词相距较远,因此连词 εἰ 在 εἴη ... εἰλημμένη 之前再次出现以重新接续条件从句。
- 2.170ὅταν ἔκ τινων συνάγηταί τι, τὸ δὲ συναγόμενον μετά τινος ἢ τινῶν συνάγῃ τι, καὶ τὰ συνακτικὰ αὐτοῦ, μεθ’ οὗ ἢ μεθ’ ὧν συνάγεται ἐκεῖνο, καὶ αὐτὰ τὸ αὐτὸ συνάξει
合成定理的公式性表述。主句主语为 καὶ τὰ συνακτικὰ αὐτοῦ,其中的属格 αὐτοῦ 指前一从句的主语 τὸ συναγόμενον(中间结论)。关系从句 μεθ’ οὗ ἢ μεθ’ ὧν συνάγεται ἐκεῖνο 中的 ἐκεῖνο 指第二个从句推导出的最终结论,介词短语承接前面的 μετά τινος ἢ τινῶν。主句主语随后被 καὶ αὐτά 强调性地重述,并支配主句动词 συνάξει。
- 2.170κἂν τῶν συνακτικῶν τινος τὸ μὲν ἐπαγωγῇ τὸ δὲ συλλογισμῷ δεδειγμένον ᾖ
κἂν 为 καὶ ἐάν 的缩略。属格 τῶν συνακτικῶν 作为部分属格修饰 τὸ μέν ... τὸ δέ,而 τινος 作为宾格性属格修饰 συνακτικῶν(“推导某事物的诸前提”)。全句构成一个让步条件从句:“即使在推导某结论的诸前提中,一个通过归纳被证明,另一个通过推论被证明”。
