← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§273.10-274.4

在三个格中证明同一结论的具体例证

亚历山大举出具体例证,说明如何通过前提的换位而在相同的词项下于全部三个格中证明同一结论,随后又展示了如何使用不同的中项在三个格中证明同一结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.169#2

δύναται γὰρ τὸ αὐτὸ συμπέρασμα ἐπὶ τοῖς αὐτοῖς ὅροις διὰ τῶν τριῶν σχημάτων δειχθῆναι οὕτως. οἷον ἔστω προκείμενον δειχθῆναι, ὅτι τις ἄνθρωπος οὐκ ἔστι λευκός. τοῦτο ἐν μὲν πρώτῳ σχήματι οὕτως ἂν δειχθείη· τὶς ἄνθρωπος Αἰθίοψ ἐστίν, οὐδεὶς Αἰθίοψ λευκός ἐστι, τὶς ἄρα ἄνθρωπος οὐκ ἔστι λευκός· καὶ ἔσται ἡ μὲν ‘τὶς ἄνθρωπος Αἰθίοψ ἐστί’ πρότασις τὸ Α, ἡ δὲ ‘οὐδεὶς Αἰθίοψ λευκός’ τὸ Β. ἐν δὲ τῷ δευτέρῳ σχήματι πάλιν οὕτως· τὶς ἄνθρωπος Αἰθίοψ ἐστίν, ἥτις ἦν ἡ Α πρότασις, οὐδεὶς λευκὸς Αἰθίοψ ἐστίν, ἥτις ἐστὶν ἀντιστροφὴ τῆς Β· αὕτη ἔστω τὸ Γ· τὸ γὰρ αὐτὸ καὶ ἐκ τούτων συνάγεται τὸ ‘τὶς ἄνθρωπος οὐκ ἔστι λευκός’. ἡ μὲν οὖν Α πρότασις κοινὴ αὐτῷ πρὸς τὴν πρώτην δεῖξιν, ἡ δὲ Γ ἄλλη ἐλήφθη· ἡ γὰρ Β ἀντεστράφη, καὶ διὰ τοῦτο ὅ τε συλλογισμὸς ἄλλος καὶ τὸ σχῆμα· δεύτερον γάρ. πάλιν ἐν τρίτῳ σχήματι οὐδεὶς Αἰθίοψ λευκός ἐστιν, ἥτις ἦν ἡ Β πρότασις ἐν τῷ πρώτῳ σχήματι, τὶς Αἰθίοψ ἄνθρωπός ἐστιν, ἡ ἀντιστρέφουσα τῇ Α, ἥτις ἔσται τὸ Γ. καὶ αὕτη ἡ δεῖξις τὴν μὲν Β πάλιν πρότασιν κοινὴν τῇ ἐν πρώτῳ σχήματι δείξει ἔχει ἰδίαν δὲ τὴν Γ·1 καὶ γὰρ διὰ τούτων πάλιν τὸ αὐτὸ δείκνυται τὸ ‘τὶς ἄνθρωπος οὐκ ἔστι λευκός’. καὶ οὕτως δείκνυται τὸ αὐτὸ συμπέρασμα διὰ πλειόνων δεικνύμενον οὐκ ἄλλοτε ἄλλων ὅρων λαμβανομένων, ὡς τὸ πρῶτον ἐδείξαμεν, ἀλλὰ τῶν αὐτῶν ἄλλως καὶ ἄλλως τιθεμένων κατὰ τὰς τῶν σχημάτων διαφορὰς καὶ διὰ τοῦτο πλειόνων συλλογισμῶν γινομένων. ἀλλὰ καὶ τὸ μὴ εἶναι τὸ αἰσχρὸν καλὸν δεικνύοιτ’ ἂν διὰ τῶν αὐτῶν ὅρων ἐν τοῖς τρισὶ σχήμασιν, ἐν μὲν τῷ πρώτῳ διὰ τῶν ‘πᾶν αἰσχρὸν κακόν, οὐδὲν κακὸν καλόν’, διὰ δὲ δευτέρου διὰ τοῦ ‘πᾶν [τὸ] αἰσχρὸν κακόν, οὐδὲν καλὸν κακόν’, διὰ δὲ τρίτου 〈διὰ τοῦ〉 ‘οὐδὲν κακὸν καλόν, τὶ κακὸν αἰσχρόν’. διοίσει δὲ μόνῳ τῷ ἐν τρίτῳ ἐπὶ μέρους γίνεσθαι τὸ συμπέρασμα.2 ἔνεστι τὸ αὐτὸ συμπέρασμα διὰ τῶν τριῶν σχημάτων δεῖξαι καὶ μὴ τὸν αὐτὸν μέσον λαμβάνοντας,3 ὡς νῦν, ἀλλ’ ἄλλοτε ἄλλον· ἔστω γὰρ συμπέρασμα τὸ τινὰ ἄνθρωπον μὴ εἶναι ἵππον· τοῦτο ἐν μὲν πρώτῳ σχήματι συνάξομεν λαβόντες ‘τὶς ἄνθρωπος γραμματικός, οὐδεὶς γραμματικὸς ἵππος’, ἐν δὲ τῷ δευτέρῳ ‘τὶς ἄνθρωπος μουσικός, οὐδεὶς ἵππος μουσικός’, ἐν 〈δὲ τῷ〉 τρίτῳ ‘πᾶν γελαστικὸν ἄνθρωπος, οὐδὲν γελαστικὸν ἵππος’· καθ’ ἕκαστον γὰρ συλλογισμὸν δι’ ἄλλου μέσου τὸ αὐτὸ δέδεικται συμπέρασμα.

因为同一结论在相同的词项下可以通过三个格如下地被证明。例如,设所提出的命题是要证明:某个人不是白色的。在第一格中这可以如下被证明:“某个人是埃塞俄比亚人,没有任何埃塞俄比亚人是白色的,所以某个人不是白色的”;并且“某个人是埃塞俄比亚人”这一前提将是 Α,而“没有任何埃塞俄比亚人是白色的”将是 Β。而在第二格中再次如下:“某个人是埃塞俄比亚人”(这曾是前提 Α),“没有任何白色的东西是埃塞俄比亚人”(这是 Β 的换位);设此为 Γ;因为从这些前提中同样推导出了“某个人不是白色的”。因此,前提 Α 对于它而言与第一个证明是共通的,而 Γ 是作为另一个前提被选取的;因为 Β 被换位了,并且因此推论是不同的,格也是不同的(因为是第二格)。再次,在第三格中:“没有任何埃塞俄比亚人是白色的”(这曾是第一格中的前提 Β),“某个埃塞俄比亚人是人”(对 Α 换位的前提,这将是 Γ)。而这一证明也再次拥有前提 Β 与第一格中的证明共通,但拥有 Γ 作为其特有的;因为通过这些前提,同样的事情即“某个人不是白色的”再次被证明。这样就表明了,同一结论通过更多的推论被证明,并不是像我们起初所展示的那样由于在不同的时候选取不同的词项,而是由于根据各格的差异将相同的词项以不同的方式放置,并且因此产生了更多的推论。而且,可耻之物不是优美的,也可以通过相同的词项在三个格中被证明:在第一格中通过“所有可耻之物都是恶的,没有任何恶是优美的”;在第二格中通过“所有可耻之物都是恶的,没有任何优美之物是恶的”;在第三格中通过“没有任何恶是优美的,某种恶是可耻的”。其差异将仅在于,在第三格中结论变为特称的。通过三个格来证明同一结论,也可以不是像现在这样选取同一中项,而是在不同的时候选取不同的中项;因为设结论为某个人不是马;我们在第一格中将通过选取“某个人懂文法,没有任何懂文法的人是马”来推导;在第二格中是“某个人懂音乐,没有任何马懂音乐”;在第三格中是“所有能笑的都是人,没有任何能笑的是马”;因为在每个推论中,通过不同的中项证明了同一结论。

语法注3 条
  1. 2.169ἰδίαν δὲ τὴν Γ

    取决于前一分句动词 ἔχει(主语是 αὕτη ἡ δεῖξις)的谓语性宾格结构。τὴν μὲν Β πάλιν πρότασιν κοινὴν ... ἔχει ἰδίαν δὲ τὴν Γ 构成了对比,即拥有前提 Β 作为共通的(κοινήν),而拥有 Γ 作为其特有的(ἰδίαν)。

  2. 2.169διοίσει δὲ μόνῳ τῷ ἐν τρίτῳ ἐπὶ μέρους γίνεσθαι τὸ συμπέρασμα

    带冠词不定式结构 τῷ ... γίνεσθαι 用作表限定或原因的与格,指明 διοίσει(产生差异)的依据:“仅在于第三格中结论变为特称的这一方面有所差异”。

  3. 2.169ἔνεστι τὸ αὐτὸ συμπέρασμα διὰ τῶν τριῶν σχημάτων δεῖξαι καὶ μὴ τὸν αὐτὸν μέσον λαμβάνοντας

    无人称动词 ἔνεστι(能够、可以)后接不定式 δεῖξαι,而不定式未明示的逻辑主语(一般人称“我们”)使修饰它的分词 λαμβάνοντας 采用宾格复数形式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:273.10-274.4